← 辛普里丘

亚里士多德《论灵魂》注释

§114.4-115.13

营养中的对立与相似及滋养与生长的区分

辛普利丘注解亚里士多德《论灵魂》416a21–416b11,阐释了未经消化与经消化的营养同对立与相似的关系、受动与能动的角色、滋养作为与具灵魂者本质相关的相对项,以及滋养与生长的概念区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.70

" Δοκεῖ δὲ εἶναι ἡ τροφὴ τὸ ἐναντίον τῷ ἐναντίῳ." Διχῶς ὡς ἐρεῖ λεγομένης τῆς τροφῆς τῆς πεπεμμένης καὶ τῆς ἀπέπτου, καὶ τῆς μὲν ὁμοίας τῆς δὲ ἀντικειμένης τῷ τρεφομένῳ, ταύτην καὶ ἐναντίαν καλεῖ, οὐχ ὡς εἶδος εἴδει (οὐσίαι γὰρ ἄμφω καὶ τὸ τρέφον καὶ τὸ τρεφόμενον) ἀλλ’ ὡς τῷ τρέφοντι τῆς στερήσεως τοῦ τρεφομένου παρυφισταμένης· δυνάμει γάρ ἐστι τὸ τρεφόμενον, καὶ ἔστιν ὡς στέρησις καὶ εἶδος τὰ ἐναντία. δεῖ μὲν οὖν καὶ τὸ τρεφόμενον ἐκ τοῦ ἐναντίου μεταβάλλειν, οὐ διὰ τοῦτο δὲ πᾶν τὸ ἐξ ἐναντίου μεταβάλλον τρέφεται. οὐ γὰρ τροφὴ ἡ ἐκ τοῦ μὴ λευκοῦ εἰς λευκὸν ἢ ἐκ νόσου εἰς ὑγείαν μεταβολή, ἀλλὰ δεῖ μὴ κατὰ μόνον ποιόν, καὶ κατὰ ποσὸν δὲ καὶ οὐσιώδη γενέσθαι μεταβολήν·1 τοῦτο γὰρ ἡ συναύξησις. ἀλλ’ οὐδὲ αὕτη τροφή, ἐὰν μὴ τὸ μὲν τρέφον ὑλικώτερον ᾖ, τὸ δὲ τρεφόμενον εἰδικώτερον. καὶ τοῦτο πιστοῦται ἐκ τῶν ἀκύρως τῷ τρέφεσθαι χρωμένων ἐπὶ τῶν στοιχείων. τὸ γοῦν πῦρ τρέφεσθαι λέγουσιν, ἀλλ’ οὐχὶ καὶ τὸ ὕδωρ, καίτοι ἐξ ἀλλήλων γινόμενα. ἀλλὰ τὸ εἰδικώτερον, εἰ κυρίως μέλλοιμεν χρῆσθαι τῷ τρέφεσθαι, ἐπὶ τῶν ὅλῳ γένει ὑπερεχόντων ἀκούειν,2 ᾗ τὸ ἔμψυχον τοῦ ἀψύχου διενήνοχε. τὸ μὲν γὰρ ἔμψυχον εἶναι δεῖ τὸ τρεφόμενον, τὸ δὲ τρέφον οὐκέτι. ἔσται οὖν ἡ τροφὴ κατὰ τὴν ἐξ ἐναντίου μεταβολήν, οὐ κατὰ ποιὸν μόνον ἀλλὰ καὶ κατὰ ποσὸν καὶ κατ’ οὐσίαν εἰς ἔμψυχον εἶδος, δρῶντος μὲν τοῦ τρεφομένου κατὰ τὴν ζωήν, πάσχοντος δὲ καὶ ἐξομοιουμένου τοῦ τρέφοντος τῷ τρεφομένῳ. δεῖ γὰρ ἄπεπτον μὲν ἔτι ὂν τὸ τρέφον ἐναντίως ἔχειν πρὸς τὸ τρεφόμενον, ἵνα καὶ πάσχειν καὶ μεταβάλλειν δύνηται (ὑπὸ γὰρ τοῦ ἐναντίου ἡ μεταβολή), ἐξομοιωθῆναι δὲ πεφθέν, ἐπειδὴ ὀστοῦν ὀστέῳ καὶ σὰρξ σαρκὶ καὶ ἁπλῶς εἰπεῖν τῷ ὁμοίῳ τὸ ὅμοιον ἐν τῇ τροφῇ προστίθεται· ἀλλὰ καὶ δρᾶν τὸ τρεφόμενον εἰς τὸ τρέφον, τὸ ἐν αὐτῷ δυνάμει τελειοῦν καὶ εἰς ζωτικὸν μεταβάλλον ὑποκείμενον. ἐπεὶ δὲ δοκεῖ καὶ τὸ νῦν τρεφόμενον ἐκ τοῦ μὴ τρέφεσθαι μεταβάλλειν εἰς τὸ τρέφεσθαι, οὐχ ὑπὸ τρέφοντος γίνεσθαι λέγει τὴν μεταβολὴν οὐδὲ ὅλως κατὰ πεῖσιν, ἀλλὰ κατ’ ἐνέργειαν καὶ ἔνδοθεν, τῆς θρεπτικῆς ζωῆς ἐξ ἀργίας εἰς ἐνέργειαν μεθισταμένης.

“而滋养似乎是对立者对对立者。” 正如他将要说的,滋养有经消化的和未经消化的两种说法,一者与受滋养者相似,另一者与受滋养者相对立,因此他也将后者称为“对立者”,这不是作为形相对形相而言(因为养育者和受滋养者二者皆是实体),而是因为在养育者中附带存在着对受滋养者的缺失;因为[未经消化者]潜能上是受滋养者,而对立者在某种意义上就是缺失与形相。因此,受滋养者确实必须从对立者转变而来,但并非一切从对立者转变而来的事物都因此而受滋养。因为从非白到白的转变,或从疾病到健康的转变并不是滋养;而是必须不仅依质,而且依量和实体发生转变;因为这就是共增。但是,若非养育者更为质料性而受滋养者更为形相性,甚至这也不是滋养。这一点也可以从那些对元素不当使用“受滋养”一词的人那里得到证实。无论如何,他们说火受滋养,却不说水也是如此,尽管它们是相互生成的。但是,如果我们要在本真意义上使用“受滋养”,就必须在整个属上居于优越地位的事物上来理解这“更为形相性”,正如具有灵魂者与无灵魂者相区别那样。因为受滋养者必须是具有灵魂的,而养育者则不再是如此。因此,滋养将是按照从对立者而来的转变,不仅依质,而且依量和依朝向具灵魂形相的实体转变,受滋养者依生命而作用,而养育者受动并同化于受滋养者。因为养育者在尚未经消化时必须与受滋养者处于相反状态,以便能够受动并转变(因为转变是由于对立者而发生的),而在经消化后则必须被同化,因为在滋养中骨加于骨,肉加于肉,简而言之,同类加于同类;但受滋养者也必须作用于养育者,成全其内在的潜能,并将其转变为生命的基底层。既然当前受滋养者似乎也从不受滋养转变为受滋养,他说这种转变并不是由养育者所引起的,也绝非依受动而发生,而是依实现活动并从内部发生的,是滋养生命从不活动向实现活动的过渡。

§2.71

"Ὥστε καὶ ἡ τροφὴ πρὸς ἔμψυχόν ἐστι καὶ οὐ κατὰ συμβεβηκός." Ἡ μὲν τροφὴ ἀντὶ τοῦ τρέφοντος εἴληπται. ἐπεὶ δὲ τὸ τρέφον καὶ τὸ τρεφόμενον ὡς τὰ πρός τι ἀλλήλοις ἀντίκειται, τρέφεται δὲ τὸ ἔμψυχον ὡς ἔμψυχον, τὸ θνητὸν δηλαδή, λέγοιτο ἂν τὸ τρέφον καθ’ αὑτὸ πρὸς τὸ ἔμψυχον καὶ οὐ κατὰ συμβεβηκὸς ὡς δοῦλος ἀνθρώπου. ὡς γὰρ τῷ ἥπατι οὐσιῶδες τὸ δεξιόν, οὕτω καὶ τῷ ἐμψύχῳ τὸ τρέφεσθαι· διὸ καὶ τρεφόμενόν ἐστιν ᾗ ἔμψυχον.

“因此滋养也是相对于具有灵魂者而言的,且并非出于偶性。” “滋养”在此是用来代替养育者。既然养育者与受滋养者作为相对者彼此对立,而具灵魂者是作为具灵魂者——即终有一死者——受滋养的,那么养育者就可以说是自身相对于具灵魂者而言的,而不是出于偶性,就像奴隶相对于人一样。因为正如右侧对于肝脏是实质性的一样,受滋养对于具灵魂者也是如此;因此它只要是具有灵魂的,就是受滋养者。

§2.72

"Ἔστι δ’ ἕτερον τροφῇ καὶ αὐξητικῷ εἶναι.3" Πάντως μὲν τὸ τρέφον καὶ κατ’ οὐσίαν μεταβάλλει καὶ κατὰ ποσὸν προστίθεται. καὶ κατ’ οὐσίαν μὲν μεταβάλλει ὡς τὸ αὐτὸ κατ’ οὐσίαν τῷ τρεφομένῳ γενόμενον. ἀλλὰ ταύτῃ μὲν τρέφει, κατὰ δὲ τὸ ποσὸν προστιθέμενον αὔξει. καὶ γὰρ τρέφεται μὲν τὸ ἔμψυχον ὡς τὸ αὐτὸ κατ’ οὐσίαν διὰ τῆς προσθήκης σωζόμενον, διὰ δὲ τὴν τοῦ ποσοῦ μετὰ τὴν ἀπορροὴν πρόσθεσιν αὔξεται, ἐναργῶς μὲν ὅταν πλείων ἡ ἐπιρροὴ τῆς ἀπορροῆς ᾖ, ἤδη δὲ κἂν ἴση κἂν ἐλάττων διὰ τὴν ὁποιανοῦν μετὰ τὴν ἀπορροὴν πρόσθεσιν κατὰ μέγεθος.

“作为滋养与作为促使生长者,其存在是不同的。” 养育者无论如何既在实体上转变,又在数量上添加。它在实体上的转变是由于在实体上生成为与受滋养者相同之物。然而,它在这方面是养育,而因在数量上被添加则是促使生长。因为具灵魂者通过添加被保持为在实体上的同一者而受滋养,但它是由于流出之后数量上的添加而生长的,显然是在流入大于流出时,但即使相等或更少时也是如此,只要在流出之后在量度上有任何添加。

语法注3 条
  1. 2.70ἀλλὰ δεῖ μὴ κατὰ μόνον ποιόν, καὶ κατὰ ποσὸν δὲ καὶ οὐσιώδη γενέσθαι μεταβολήν

    在由 δεῖ 统领的不定词子句中,否定词 μὴ 直接修饰 μόνον(“不仅依质”)。随后的 καὶ ... δὲ ... 作为递进连接成分(“而且也……”),将 κατὰ ποσόν(量)与 οὐσιώδη [μεταβολήν](实体性[转变])与 ποιόν 并置且追加上来。

  2. 2.70ἀλλὰ τὸ εἰδικώτερον, εἰ κυρίως μέλλοιμεν χρῆσθαι τῷ τρέφεσθαι, ἐπὶ τῶν ὅλῳ γένει ὑπερεχόντων ἀκούειν

    不定词 ἀκούειν 承接前文 δεῖ 的意向,作表当为的不定词(“应当理解/解释为”)。宾格短语 τὸ εἰδικώτερον 作 ἀκούειν 的宾语,指代前文所述受滋养者必须“更为形相性”(τὸ δὲ τρεφόμενον εἰδικώτερον)这一规定。

  3. 2.72Ἔστι δ’ ἕτερον τροφῇ καὶ αὐξητικῷ εἶναι

    带有与格(τροφῇ καὶ αὐξητικῷ)的 εἶναι 是典型的亚里士多德式本质界定结构(τὸ 与格 εἶναι,“作为……的存在/本质”)。整个命题表明“作为滋养的本质与作为促使生长者的本质是各不相同的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:114.4-115.13