- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:113.1-114.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘批判了将火视为滋养主要原因的观点,将火限定为协同原因,论证了自然事物的生长受形相与灵魂的比例(logos)所规定,并阐明了为何在生育之前先行探讨滋养能力。
" Δοκεῖ δέ τισιν ἡ τοῦ πυρὸς φύσις ἁπλῶς αἰτία τῆς τροφῆς καὶ τῆς αὐξήσεως εἶναι." Ὁ μὲν Ἐμπεδοκλῆς, εἰ καὶ μὴ σαφῶς, ἀλλὰ δῆλός ἐστιν ὡς συναίτια τὰ στοιχεῖα τῆς τροφῆς αἰτιώμενος· τὰ γὰρ σώματα ᾐτιᾶτο. ἔνιοι δὲ οὐ τὸ πῦρ ἀλλὰ τὴν τοῦ πυρὸς φύσιν, τουτέστι τὸ ὁρίζον αὐτὸ εἶδος, οὐχ ὡς συναίτιον, ἀλλ’ ἁπλῶς καὶ κυρίως αἰτιῶνται τῆς τροφῆς, τεκμαιρόμενοι τῷ μόνον αὐτὸ τρέφεσθαι τῶν στοιχείων. ὡς γὰρ τῆς ἄνω φορᾶς τὸ πύρειον αἰτιώμεθα εἶδος, οὕτω καὶ τροφῆς, εἰ καθ’ αὑτὸ τρέφεται τὸ πῦρ, ὡς καὶ τὰ φυτὰ καὶ τὰ ζῷα διὰ τὴν τοῦ πυρὸς μετουσίαν τρέφεσθαι.1 ἀλλ’ οὐδὲ τρέφεται τὸ πῦρ, ὅτι μηδὲ ἐπιμένει, γίνεται δὲ ἀεὶ καὶ πλεῖον ἐνίοτε ἢ πρότερον, ὅταν πλείονος ἐπιλαμβάνηται ὕλης· οὔτε ἁπλῶς καὶ κυρίως ἐστὶν αἴτιον, ἀλλὰ συναίτιον μᾶλλον τῆς τροφῆς· χρῆται γὰρ αὐτῷ ἡ ψυχὴ ὡς αὐτὴ κινοῦσα. ἅμα γὰρ ὅτι τε καθ’ αὑτὸ οὐ τρέφεται τὸ πῦρ, καὶ ὅτι τῶν ἐμψύχων τοῦτο ἴδιον, ὡς καλῶς αἰτιᾶσθαι ἡμᾶς τὴν ψυχήν, δείκνυσιν ἐκ τοῦ τὸ μὲν πῦρ ἀορίστως τῷ καίειν πλεονάζειν.2
“在某些人看来,火的本性单单就是滋养和生长的原因。” 恩培多克勒即使表达得不明确,但也显然是将元素作为协同原因归为滋养的原因;因为他曾将物体归为原因。但某些人不是将火,而是将火的本性——即限定火的形相——不作为协同原因,而是单单且本真地归为滋养的原因,他们以此为依据:在诸元素中唯有火受滋养。因为正如我们将向上的移动归因于火之形相一样,对滋养亦是如此,如果火依自身受滋养,其结果就是植物和动物也是由于分有火而受滋养。然而火甚至不受滋养,因为它甚至不能存续,而是始终在生成,并且有时在捕获更多质料时比先前更多;它也不是单单且本真的原因,倒不如说是滋养的协同原因;因为灵魂在使用它,灵魂自身才是动因。事实上,他从火因燃烧而无限定地增多这一事实,同时证明了火依自身不受滋养,以及滋养是有生命之物所特有的(从而使我们正确地将灵魂归为原因)。
"Τῶν δὲ φύσει συνισταμένων πέρας ἐστὶ καὶ λόγος." Οὐ γὰρ τῶν ἐμψύχων μόνον ἀλλὰ καὶ πάντων τῶν φυσικῶν τὸ εἶδος τῶν τε ἄλλων τῶν κατὰ φύσιν αὐτοῖς ὑπαρχόντων καὶ τοῦ μεγέθους αἰτιατέον,3 καὶ τὴν λογικὴν παρὰ τὸ εἶδος ἀνέλιξιν εἰς μερισμὸν ἀπὸ τοῦ ἀμερίστου προϊοῦσαν. διὰ γὰρ τῶν μεταξὺ ἡ πρόοδος. πέρας μὲν οὖν τὸ εἶδος ὡς ἀμέριστος ὅρος, ἡ δὲ μεταξὺ συναγωγὴ ἅμα καὶ διάκρισις ὁ λόγος. ἐπὶ δὲ αὐξήσεως οὐ πῦρ μόνον * * φυσικόν, ἀλλὰ καὶ λόγον αἰτιατέον ψυχικόν· λόγου γὰρ μᾶλλον ἢ ὕλης ἡ αὔξησις. ἔστι δὲ ὑλικὴ μὲν αὐτῆς αἰτία τὸ πῦρ, ὡς δὲ λόγος ἡ ψυχή, κυριωτέρα δὲ ἥδε· διὸ μᾶλλον. τὸ μὲν γὰρ κινεῖται, ἡ δὲ τὸ πρῶτον κινοῦν.
“而对于依自然构成的事物,存在着界限与比例。” 因为不仅对有生命之物,而且对所有自然之物而言,形相都应当被归为依自然属于它们的其他性质以及大小的原因,由形相所发出、从不可分向可分进发的理性展开也应当被归为原因;因为进发是通过中介诸阶段进行的。因此,形相作为不可分的界限是“界限”,而作为中介的汇集同时又是区分的则是“比例”。在生长方面,不仅自然之火,而且灵魂的比例都应当被归为原因;因为生长与其说是属于质料,不如说是属于比例。火是生长的质料因,而灵魂作为比例是其原因,且后者更为根本;因此更是如此。因为一者是被推动的,而另一者是第一推动者。
"Ἐπεὶ δ’ ἡ αὐτὴ δύναμις τῆς ψυχῆς θρεπτικὴ καὶ γεννητική, περὶ τροφῆς ἀναγκαῖον διωρίσθαι πρῶτον." Ὅτι οὐ τὰ σώματα οὐδὲ τὰ φυσικὰ τῶν σωμάτων εἴδη θρεπτικά, ἀλλά τις ψυχὴ ἡ ἐσχάτη δεδειχώς, προλαμβάνει ὡς εἰ καὶ ἡ αὐτὴ καὶ γεννητική, ἀλλ’ ὡς περὶ θρεπτικῆς πρῶτον λεκτέον, ἐπειδὴ καὶ ἀπὸ τῶν ἐσχάτων ἀρχόμεθα, τελειοτέρα δὲ ἐνέργεια ἡ γέννησις, καὶ ἐπειδὴ τῇ τροφῇ τὸ σπέρμα ἕπεται, εἴτε περίττωμα ὂν τῆς τροφῆς, εἴτε μόριόν τι τοῦ σώματος, ὡς οἱ αἷμα ἢ μυελὸν αὐτὸ εἰπόντες, εἴτε ἄλλο τῆς φύσεως ἔργον, αὐτὸ δὴ τοῦτο γέννημα ἀτελές. ἐπεὶ οὖν περὶ τῆς θρεπτικῆς δυνάμεως ὁ λόγος, περὶ τροφῆς πρῶτον ῥητέον. αὕτη γὰρ ἀντὶ τοῦ τρέφοντος ἀκουομένη ἀντίκειται τῇ θρέψει ὡς τὰ πρός τι, ἵνα ἡ θρέψις ἀντὶ τοῦ τρεφομένου ἀκούηται.4 ἀφορίζεται δὲ ἀπὸ τῶν ἄλλων ψυχικῶν δυνάμεων τῷ ἔργῳ τούτῳ τῇ θρέψει καὶ τῷ τρέφειν.
“既然灵魂的同一能力兼具滋养与生育功能,就有必要首先对滋养作出界定。” 既然他已经表明,既不是物体也不是物体的自然形相具有滋养功能,而是某种最末位的灵魂具有滋养功能,他就预先设定:即使这一能力同时也是生育能力,首先仍应当谈论滋养能力;因为我们也是从最末位者开始的,生育是更完全的实现活动,而且精气是跟随滋养而来的(无论它是滋养的残余,还是身体的某个部分——正如那些称其为血液或骨髓的人所说的那样——抑或是自然的另一功用,即正是这一不完全的产物)。既然论述是关于滋养能力的,就必须首先谈论滋养。因为当滋养被理解为养育者时,它便作为相对者与营养过程相对立,以使营养过程被理解为受滋养者。而它通过营养这一功用以及通过养育,与灵魂的其他能力区分开来。
- 2.67ὡς καὶ τὰ φυτὰ καὶ τὰ ζῷα διὰ τὴν τοῦ πυρὸς μετουσίαν τρέφεσθαι
连词 ὡς 后接不定式 τρέφεσθαι,表达从前文条件从句 εἰ καθʼ αὑτὸ τρέφεται τὸ πῦρ 推导出的结果或归结,相当于 ὥστε 加不定式的结构。
- 2.67δείκνυσιν ἐκ τοῦ τὸ μὲν πῦρ ἀορίστως τῷ καίειν πλεονάζειν
介词短语 ἐκ τοῦ ... πλεονάζειν 由介词 ἐκ 搭配定冠词中性单数属格 τοῦ 以及宾格不定式结构(主语 τὸ μὲν πῦρ,不定式 πλεονάζειν)构成动名词结构,充当主动词 δείκνυσιν 的依据。
- 2.68τὸ εἶδος τῶν τε ἄλλων τῶν κατὰ φύσιν αὐτοῖς ὑπαρχόντων καὶ τοῦ μεγέθους αἰτιατέον
由动名词性形容词 αἰτιατέον 构成的无人称结构,以宾格 τὸ εἶδος(以及后文的 καὶ τὴν λογικὴν ... ἀνέλιξιν)作为指派为原因的对象,以属格 τῶν τε ἄλλων ... καὶ τοῦ μεγέθους 作为其所归属的结果。
- 2.69αὕτη γὰρ ἀντὶ τοῦ τρέφοντος ἀκουομένη ἀντίκειται τῇ θρέψει ὡς τὰ πρός τι, ἵνα ἡ θρέψις ἀντὶ τοῦ τρεφομένου ἀκούηται
主语 αὕτη 指代前文的 ἡ τροφή。介词短语 ἀντὶ τοῦ τρέφοντος 和 ἀντὶ τοῦ τρεφομένου 分别意为“作为/代表滋养者”与“作为/代表受滋养者”,揭示了滋养物(τροφή)与营养过程(θρέψις)在主动与被动的相对性中构成关系范畴(τὰ πρός τι)。
