← 辛普里丘

亚里士多德《论灵魂》注释

§111.31-112.37

作为目的因的灵魂与作为运动始原的作因

辛普里丘通过目的本身与受益者的区分阐明灵魂作为终极(目的)因,随后结合元素本性、滋养、感觉及位移运动,并批判恩培多克勒的观点,论证灵魂亦为运动的始原(作因)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.65

" Διχῶς δὲ τὸ οὗ ἕνεκα, τό τε οὗ καὶ τὸ ᾧ." Πάλιν τούτων ὑπέμνησεν, ἵνα ὡς αἰτίαν τὴν ψυχήν, ἀλλὰ μὴ ὡς τὸ ἄριστον τῶν ἀποτελεσμάτων τέλος τιθῶμεν. καὶ γὰρ τοῦτο τέλος ὡς τὸ ᾧ, ἡ δὲ ψυχὴ ὡς τὸ οὗ, ἐπειδὴ οὐ τοῦ ζῆν μόνου, ἀλλὰ καὶ τοῦ τελείως ζῆν αἰτία τοῖς ζῶσιν ἡ ψυχή.

“目的(所为何者)是双重的:一为目的本身,一为受益者。” 他再次提醒这些事,是为了让我们把灵魂确立为作为原因的终极(目的),而不是作为诸结果中最好的结果。因为这一[结果]也是作为受益者的终极,而灵魂则是作为目的本身的终极,既然灵魂对活着的事物而言不仅是活着的原因,而且是完全地活着的原因。

§2.66

"Ἀλλὰ μὴν καὶ ὅθεν πρῶτον ἡ κατὰ τόπον κίνησις, ἡ ψυχή." Ἔστι μὲν τὸ ποιητικὸν τὸ διὰ γενέσεως ὑποστατικόν, ὡς τὸ ἄνευ γενέσεως οὐ ποιητικὸν ἀλλὰ τὸ τελικὸν ὁ Ἀριστοτέλης προσαγορεύει. ζητήσας δὲ ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως,1 τί τὸ τὰ στοιχεῖα τὴν κατὰ φύσιν κινοῦν κίνησιν, τὸ ὑποστῆσαν εἶναι ἀποφαίνεται. ᾧ ἀκολουθεῖ τὸ ἀνάπαλιν τὴν ψυχὴν κατὰ φύσιν κινοῦσαν τὰ ζῷα ἔνδοθεν καὶ μόνῃ ὁρμῇ ὑποστατικὴν αὐτῶν τυγχάνειν οὖσαν·2 οὐ γὰρ ἂν αὐτοφυῶς αὐτὰ καὶ μόνῃ ἐκίνει ὁρμῇ μὴ καὶ ὑποστατικὴ αὐτῶν ὑπάρχουσα.3 μὴ ἀιδίων δὲ τῶν θνητῶν ὄντων σωμάτων δῆλον ὡς διὰ γενέσεώς ἐστιν ὑποστατική. καὶ ποιητικὴν οὖν τῶν ζώντων αἰτίαν δείκνυσι τὴν ψυχὴν ἐκ τοῦ κατὰ φύσιν αὐτὰ ὡς ζῶντα κινεῖν, πάντα μὲν ὡς αὐξόμενά τε καὶ μειούμενα καὶ ἁπλῶς εἰπεῖν τρεφόμενα, ἃ καὶ κατὰ ποσὸν [καὶ ποιὸν] κινεῖται, τὰ δὲ ζῷα πάντα 〈καὶ〉 κατὰ τὸ ποιόν (αἰσθητικὰ γὰρ ἅπαντα καὶ ἀλλοιοῦται ἐν τῷ αἰσθάνεσθαι), τὰ δὲ πλεῖστα καὶ τὴν κατὰ τόπον ἔνδοθεν κίνησιν. ἀλλ’ ὅτι μὲν ἥ τε ἔνδοθεν τοπικὴ κίνησις καὶ ἡ αἰσθητικὴ ἀλλοίωσις ὑπὸ ψυχῆς ἐναργές. ἡ δὲ τροφὴ δόξειεν ἂν οὐχ ὑπὸ ψυχῆς, διὰ τὸ δοκεῖν καὶ ἄψυχα ἔνια τρέφεσθαι, ἐπειδὴ καὶ αὔξεσθαι καὶ μειοῦσθαι, καὶ διὰ τὸ ἐνίους τοῖς στοιχείοις τὴν τῆς τροφῆς ἀποδιδόναι αἰτίαν. ἃ συναίτια μὲν θετέον, οὐ μὴν κινητικά, ἀλλὰ τὴν ψυχήν. ὡς γὰρ καὶ ἤδη εἴρηται, οὐδὲν τρέφεται ὃ μὴ κοινωνεῖ ζωῆς, ἐπειδὴ μὴ κατὰ πᾶν τοῖς ἀψύχοις γίνεται ἡ πρόσθεσις. ἀλλ’ οὐδὲ ἐν τοῖς ζῶσι διὰ τὴν τῶν στοιχείων φορὰν ἡ αὔξησις, ὡς ἐν τοῖς φυτοῖς δοκεῖ λέγειν Ἐμπεδοκλῆς διὰ μὲν τὴν γῆν κάτω κινουμένην τὴν ῥίζωσιν, διὰ δὲ τὸ πῦρ τὴν ἐπὶ τὸ ἄνω αὔξησιν. πρῶτον μὲν γὰρ οὐ τὸ αὐτὸ ἕν τε τῷ παντὶ καὶ τοῖς ζῶσι τὸ ἄνω καὶ τὸ κάτω. εἰ γοῦν ἐν τοῖς φυτοῖς τὸ ἄνω αἱ ῥίζαι, εἴ γε τῇ κεφαλῇ ἀναλογοῦσιν τῶν ζῴων καὶ τοῖς ἡγεμονικοῖς μορίοις, ἐχρῆν ἐπὶ τὸ κάτω ὡς ἐν τοῖς φυτοῖς τὴν γῆν ἰέναι,4 τὸ δὲ πῦρ ἐπὶ τὸ στέλεχος· καὶ γὰρ ἐν τοῖς ζῴοις ἐπὶ τὰ ὀστέα τὸ γεῶδες, ἐπὶ δὲ καρδίαν καὶ ἧπαρ τὸ θερμόν. ἔπειτα δὲ πῶς οὐ διασπᾶται ἀπ’ ἀλλήλων τὸ μὲν ἄνω φερόμενον, τὸ δὲ κάτω; διὰ τί γὰρ οὐχὶ καὶ ἀπολείψει τὸ φυτόν, τὸ μὲν ἐπὶ τὸ ἄνω, ἡ δὲ γῆ ὑπὸ τὰς ῥίζας; ἢ τί τὸ συνάγον ἄμφω εἰς ἕκαστον μόριον; ἢ τί τὸ ὁρίζον μέχρις ὅτου αὔξεσθαι δεῖ; εἰ δὲ ἔσται, τοῦτό ἐστιν ἡ ψυχή. ἅπαν μὲν γὰρ εἶδος συνεκτικὸν ὡς τὸ καθ’ ὅ, ἡ δὲ ψυχὴ οὐχ ὡς εἶδος μόνον τῶν ζώντων αἴτιον, ἀλλὰ καὶ ὡς ποιητικόν.

“而且,位移运动最初所由发出的,也是灵魂。” 作因是通过生成而赋予存立者,正如亚里士多德把非通过生成者不称为作因,而称为目的因一样。他在《物理学》第八卷中探究了究竟是什么依本性运动来推动元素,并指出是赋予它们存立者。由此反过来得出结论:灵魂依本性从内部且仅凭冲动来运动动物,因而也是赋予它们存立者;因为如果灵魂不同时作为赋予它们存立者而存在,它就不会依本性且仅凭冲动来推动它们。既然有朽的身体不是永恒的,显而易见它是通过生成来赋予存立的。因此,他从灵魂依本性把活着的事物作为活物来推动这一事实,证明了灵魂是活着的事物的作因:所有事物都是作为生长、衰减以及简而言之受滋养者[而被运动],这些事物也依数量[和性质]被运动;而所有动物〈亦〉依性质被运动(因为一切动物都有感觉能力,且在感觉中发生变质);大多数动物还具有从内部发出的位移运动。但是,从内部发出的位移运动和感觉变质是由灵魂引起的,这是显而易见的。然而滋养可能看起来不是由灵魂引起的,这一方面是因为某些无生命之物似乎也受滋养(因为它们也生长和衰减),另一方面是因为某些人把滋养的原因归于元素。这些[元素]固然应当被视为协同原因,但绝非动因,灵魂才是动因。因为正如已经说过的,凡不分有生命者皆不受滋养,因为对于无生命之物而言并不发生遍及整体的增添。然而活物中的生长也不是由于元素的移动,正如恩培多克勒在论及植物时似乎所说的那样:生根是由于土向下运动,向上生长是由于火。因为首先,在宇宙中与在活物中,上与下并不是同一回事。如果说在植物中根是上(假定根相当于动物的头部和统摄部分),那么土本应当朝向就植物而言的下运动,而火则向茎秆运动;因为在动物中,土性的东西也去往骨骼,而热性的东西去往心脏和肝脏。其次,一者向上运送而另一者向下运送,它们怎能不彼此撕裂呢?因为它们为何不会离弃植物,一者向上,而土去往根下?抑或是,究竟是什么将二者结合进入每一部分之中的呢?抑或是,究竟是什么规定了应当生长到何种程度呢?如果有这样的东西,这就是灵魂。因为一切形相固然都是作为其所依凭者而具有保持作用的,但灵魂对活着的事物而言不仅是作为形相的原因,而且也是作为作因的原因。

语法注4 条
  1. 2.66ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως

    希腊字母 Θ(theta)是字母表第 8 个字母,指《物理学》第八卷。

  2. 2.66ᾧ ἀκολουθεῖ τὸ ἀνάπαλιν τὴν ψυχὴν κατὰ φύσιν κινοῦσαν τὰ ζῷα ἔνδοθεν καὶ μόνῃ ὁρμῇ ὑποστατικὴν αὐτῶν τυγχάνειν οὖσαν

    与格关系代词 ᾧ 指向前句得出的结论(“推动元素者即赋予其存立者”),依附于动词 ἀκολουθεῖ。ἀκολουθεῖ 的主语是带冠词的不定词短语 τὸ ... τυγχάνειν οὖσαν,而 τὸ ἀνάπαλιν 是作副词用的宾格,意为“反过来”。

  3. 2.66οὐ γὰρ ἂν αὐτοφυῶς αὐτὰ καὶ μόνῃ ἐκίνει ὁρμῇ μὴ καὶ ὑποστατικὴ αὐτῶν ὑπάρχουσα

    由 ἄν 与直陈式未完成过去时 ἐκίνει 构成的与过去/现在相反的虚拟结论句。带有否定词 μή 的分词短语 μὴ καὶ ὑποστατικὴ αὐτῶν ὑπάρχουσα 相当于条件从句(等同于 εἰ μὴ ... ὑπῆρχεν),表示否定条件:“除非它同时也作为赋予它们存立者而存在”。

  4. 2.66ἐχρῆν ἐπὶ τὸ κάτω ὡς ἐν τοῖς φυτοῖς τὴν γῆν ἰέναι

    非人称动词未完成过去时 ἐχρῆν 承接假设条件句 εἰ γοῦν ...,表达关于应当/适宜的反事实推论(“本应当去往……[而实际上并非如此]”)。不定词 ἰέναι 的逻辑主语为宾格 τὴν γῆν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:111.31-112.37