← 辛普里丘

亚里士多德《论灵魂》注释

§110.31-111.30

目的的双重涵义与作为身体之因的灵魂

辛普里丘阐释了亚里士多德关于目的的双重涵义(目的本身与受益者),并论证了灵魂作为除质料因外的三种原因(形相因、目的因、作因)作用于活的身体,着重阐明了灵魂作为形相因和目的因的论证结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.61

" Τὸ δὲ οὗ ἕνεκα διττόν, τὸ μὲν οὗ, τὸ δὲ ᾧ." Ὥσπερ τὸ ᾧ ζῶμεν διττόν, τὸ μὲν ὡς τὸ εἶδος, τὸ δὲ ὡς τὸ εἰδοπεποιημένον, οὕτω καὶ τὸ οὗ ἕνεκα καὶ τὸ τέλος, τὸ μὲν ὡς ἡ τελειότης καὶ ἡ ἀγαθότης, τὸ δὲ ὡς τὸ τέλειον καὶ τὸ ἀγαθυνθέν· ὧν τὸ μὲν ὡς ἡ ἀρετὴ καὶ ἡ ὑγεία, τὸ δὲ ὡς ὁ σπουδαῖος καὶ ὁ ὑγιαίνων, καὶ τὸ μὲν ὡς τὸ οὗ, οὗ ἡ τεῦξις, τὸ δὲ ὡς τὸ ᾧ, ᾧ γίνεται καὶ ἡ μέθεξις.1 τὰ δὲ ἑξῆς δῆλα, ὡς κατ’ εἶδος ἀίδια καὶ οὐ τῇ συνεχείᾳ τὰ φθαρτά, διὰ τὸ μὴ κατ’ ἀριθμὸν τὰ αὐτὰ διαμένειν, μεμερίσθαι δὲ ἀπ’ ἀλλήλων.

“目的(所为何者)是双重的:一为目的本身,一为受益者。” 正如我们赖以生活的原则是双重的——一为形相,一为受形相规定者——目的(所为何者)即终极也是双重的:一为完全性与善性,一为完全者与受善化者;其中一者如美德与健康,另一者如优秀者与健康者,一者作为所求获得的目的本身,另一者作为得享分有的受益者。接下来的话是显而易见的:可毁灭的事物在形相上永恒,而非在连续性上永恒,因为它们并非在数目上保持为同一物,而是彼此区分的。

§2.62

"Ἔστι δὲ ἡ ψυχὴ τοῦ ζῶντος σώματος αἰτία καὶ ἀρχή." Τετραχῶς μὲν τὰ αἴτια· παρὰ δὲ τὸ ὑλικὸν κατὰ τὰ ἄλλα τρία τὴν ψυχὴν αἰτιᾶται τῶν ζώντων.

“灵魂是活的身体的原因和本原。” 原因有四种说法;除了质料原因之外,他在其他三种原因上都把灵魂视为活物的原因。

§2.63

"Ὅτι μὲν οὖν ὡς οὐσία δῆλον." Τουτέστιν ὡς εἶδος. τὸ γὰρ αἴτιον τοῦ εἶναι πᾶσιν ἡ οὐσία. πρὸς γὰρ τὸ εἶναι ἅπαντα συντελεῖ τὰ αἴτια οὗ ἄν ᾖ αἴτια, ἀλλὰ τὸ μὲν ὑλικὸν ὡς δεκτικὸν καὶ οὗ οὐκ ἄνευ, τὸ δὲ ποιοῦν ὡς διὰ γενέσεως εἰς τὸ εἶναι ἀγωγόν, τὸ δὲ τελικὸν ὡς τοῦ τελείως καὶ κατὰ φύσιν, ἁπλῶς δὲ τοῦ εἶναι τὸ εἶδος, ἐπειδὴ κατὰ τὸ εἶδος τῷ συνθέτῳ τὸ εἶναι, ὡς κατὰ τὴν ζωὴν τῷ ζῶντι καὶ κατὰ τὴν ψυχὴν τῷ ἐμψύχῳ. ἐπεὶ οὖν τὸ αἴτιον τοῦ εἶναι ἁπλῶς ἄνευ προσθήκης ἢ τοῦ τελείως εἶναι ἢ τοῦ διὰ γενέσεως, ἀλλὰ καθ’ αὑτὸ τοῦ εἶναι τὸ εἶδός ἐστι, τοῖς δὲ ζῶσιν τὸ εἶναι ἄνευ προσθήκης τὸ ζῆν, τοῦ δὲ ζῆν αἴτιον ἡ ψυχή,2 ἔσται ἄρα ὡς τὸ εἶδος αἴτιον τοῖς ζῶσιν ἡ ψυχή. ἀλλὰ καὶ ἐκ τοῦ ἀποδοθέντος αὐτῆς ὁρισμοῦ τὸ αὐτὸ ὑπομιμνήσκει. ἡ γὰρ τοῦ δυνάμει ὄντος ὁτιοῦν ἐντελέχεια εἰδητικόν ἐστιν αἴτιον· δυνάμει γὰρ αἰτιατὸν τὸ σύνθετον, ἡ δὲ ἐντελέχεια τὸ εἶδος. τοῦ δὲ δυνάμει ζῶντος ἐντελέχεια ἡ ψυχή· ὥστε καὶ τὸ εἶδος ὅπερ οὐσίαν προσαγορεύει. δείκνυσι δὲ καὶ ὡς τέλος τὴν ψυχὴν τῶν ζώντων αἰτίαν, προλαβὼν τὸ μὴ ἐν μόνοις τοῖς κατὰ λόγον καὶ νοῦν ὑφ’ ἡμῶν πραττομένοις τὸ οὗ ἕνεκα, ἀλλὰ καὶ ἐν τοῖς φύσει γινομένοις, ὡς ἐν τῷ δευτέρῳ τῆς Φυσικῆς ἀκροάσεως δέδειχεν, ὅτι τὸ οὗ ἕνεκά ἐστι τὸ τέλος.

“因此,灵魂作为实体[是原因]显而易见。” 即作为形相。因为对一切事物而言,存在的原因就是实体。因为一切原因都对它们所作为原因之物的存在做出贡献,但质料原因是作为接受者以及无此便不能存在者,作因是作为通过生成导入存在者,目的因是作为完全且依本性而存在的原因,而形相则是无条件存在的原因;因为对于复合体而言,存在是依照形相而有的,正如对于活着的事物而言存在是依照生命而有的,对于具灵魂者而言存在是依照灵魂而有的一样。既然无须附加——既无须完全存在亦无须通过生成存在的附加——而无条件存在的原因,即自身存在的原因是形相,而对于活着的事物而言无须附加的存在就是活着,且活着的原因是灵魂,那么对于活着的事物而言,灵魂就将是作为形相的原因。但他由所给出的灵魂定义也提醒了同一件事。因为任何潜在存在之物的实现(隐得来希)都是形相因(因为复合体是潜在的受引起者,而实现即是形相)。而潜在活着的物之实现就是灵魂;因此灵魂也就是他称为实体的形相。并且,在预先假定了目的(所为何者)不仅存在于我们依理性和知性所作的行为中,亦存在于依本性生成的事物中之后,他还证明了灵魂也是活着的事物作为目的的原因,正如在《物理学》第二卷中所证明的:目的(所为何者)就是终极。

§2.64

"Τοιοῦτον δ’ ἐν τοῖς ζῴοις ἡ ψυχὴ καὶ κατὰ φύσιν." Τοιοῦτον μὲν ἀντὶ τοῦ οὗ ἕνεκα καὶ τέλος, ὅπερ ἔδειξε διὰ τοῦ τά τε τῶν ζῴων καὶ τὰ τῶν φυτῶν σώματα τῆς ψυχῆς εἶναι ὄργανα· τὰ γὰρ ὄργανα τοῦ χρωμένου εἰσὶν ἕνεκα, ἵνα ἐκεῖνο ἐνεργῇ. τὸ δὲ καὶ κατὰ φύσιν πρόσκειται ἑτέρας τοῦ αὐτοῦ παρέχον ἀποδείξεως ἀφορμήν. ἐν γὰρ τοῖς φύσει συνεστῶσι τὸ τέλειον καὶ ἡ τελειότης τὸ ἀγαθόν· τὸ δὲ τέλειον κατὰ φύσιν φαμέν. ἐπεὶ δὲ τὸ ἄριστον ἐν τοῖς ζῶσι φυσικῶς ἡ ψυχὴ καὶ διὰ τοῦτο κατὰ φύσιν, τοῦτο δὲ τέλος, ἡ ψυχὴ ἂν εἴη ἐν τοῖς φυσικῶς ζῶσι τὸ τέλος.

“而在动物中灵魂是这样的,并且是依本性的。” “这样的”用来代指目的(所为何者)即终极,这正是他通过动物的身体和植物的身体皆为灵魂的工具而加以证明的;因为工具的存在是为了使用者,以便使用者能够活动。而加上“并且是依本性的”,乃是为同一论点的另一证明提供了契机。因为在依本性构成的事物中,完全者与完全性就是善;而我们称完全者是依本性的。既然在自然活着的事物中最好的是灵魂,且灵魂因此是依本性的,而这就是终极,那么灵魂在自然活着的事物中就必定是终极。

语法注2 条
  1. 2.61τὸ μὲν ὡς τὸ οὗ, οὗ ἡ τεῦξις, τὸ δὲ ὡς τὸ ᾧ, ᾧ γίνεται καὶ ἡ μέθεξις

    对亚里士多德程式“τὸ μὲν οὗ, τὸ δὲ ᾧ”(一为目标本身,一为目标的受益者)的释读。关系代词 οὗ 作宾格性属格,依存于 τεῦξις(“对该对象的获得”,即美德或健康),而 ᾧ 则作利益与格,指“获得和分有发生于其身上的主体(如优秀者或健康者)”。

  2. 2.63ἐπεὶ οὖν τὸ αἴτιον τοῦ εἶναι ἁπλῶς ἄνευ προσθήκης ἢ τοῦ τελείως εἶναι ἢ τοῦ διὰ γενέσεως, ἀλλὰ καθ’ αὑτὸ τοῦ εἶναι τὸ εἶδός ἐστι, τοῖς δὲ ζῶσιν τὸ εἶναι ἄνευ προσθήκης τὸ ζῆν, τοῦ δὲ ζῆν αἴτιον ἡ ψυχή, ἔσται ἄρα ὡς τὸ εἶδος αἴτιον τοῖς ζῶσιν ἡ ψυχή.

    长篇三段论推论的句法骨架。在由连词 ἐπεὶ οὖν 引导的从属结构中,并列了三个前提:大前提“形相是无条件存在的原因(ἐπεὶ ... τὸ εἶδός ἐστι)”,小前提1“对活物而言无条件的存在即是活着(τοῖς δὲ ζῶσιν ... τὸ ζῆν)”,小前提2“活着的原因是灵魂(τοῦ δὲ ζῆν αἴτιον ἡ ψυχή)”,最终导出主结句“ἔσται ἄρα ...”(因此灵魂将是作为形相的原因)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:110.31-111.30