← 辛普里丘

亚里士多德《论灵魂》注释

§109.22-110.30

现实活动与对象的在先性及植物性灵魂的功能

辛普利丘阐明了亚里士多德为何在探讨灵魂诸能力之前先考察其现实活动与对象,并探讨了在植物性灵魂的两项功能(营养与生殖)中,生殖何以是旨在分有永恒的最自然的功能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.59

" Πρότεραι γάρ εἰσι τῶν δυνάμεων αἱ ἐνέργειαι καὶ αἱ πράξεις κατὰ λόγον." Ὡς πρὸς ἡμᾶς γὰρ πρότερα τὰ εἰδοποιούμενα τῶν εἰδῶν, καὶ εἰς τὸ εἰδοποιούμενον ἀποβλέψαντας δεῖ τὸ τί ἦν εἶναι ἑκάστου ἑλεῖν. ἀλλὰ τὸ εἰδοποιούμενον, ὁτὲ μὲν ἐνεργοῦν ὁτὲ δὲ οὐχί, δῆλον ὡς ἐνεργοῦν αὐτό τέ ἐστι τελειότερον καὶ σαφέστερον γίνεται τῷ γινώσκοντι. τὸ γὰρ δυνάμει καὶ ἀτελέστερον τοῦ ἐνεργείᾳ καὶ οὔπω γνώριμον, καὶ τῷ μὲν χρόνῳ πρότερον ἐφ’ ἑκάστου τῶν γενητῶν, τῷ δὲ λόγῳ ὕστερον, ἐπειδὴ ἐκ τοῦ τελείου καὶ τὸ ἀτελὲς γνωριζόμενόν τε καὶ ἑρμηνευόμενον. εἰ δὲ οὕτως· εἰ δὲ ἀπὸ τῶν ἐνεργειῶν ἡ τοῦ τί ἐστιν εἴδησις ἡμῖν ἐγγίνεται,1 καὶ τὰς ἐνεργείας ἀπὸ τῶν περὶ ἃ ἡ ἐνέργεια γινώσκομεν (ἡ μὲν θρεπτικὴ ἀπὸ τῆς τροφῆς ὡς ταύτης ἀλλοιωτική, ἡ δὲ γεννητικὴ καὶ ἡ γνωστικὴ ὡς κατὰ τὸ εἶδος ἐνεργοῦσαι ἡ μὲν τοῦ γεννωμένου ποιητικῶς, ἡ δὲ τοῦ γνωστοῦ κριτικῶς), ἀναγκαῖον περὶ ἐκείνων προδιαλαβεῖν, ἃ καὶ ἀντικείμενα κατὰ τὴν πρός τι δηλαδὴ ἀντίθεσιν. οὕτω γὰρ ἀντίκειται τὸ τρέφον πρὸς τὴν θρέψιν καὶ τὸ γνωστὸν πρὸς τὴν γνῶσιν. ὡς γὰρ ἐν Κατηγορίαις εἴρηται, ὡς μὲν αἰσθητὸν ἅμα τῇ αἰσθήσει τὸ χρῶμα, ὡς δὲ χρῶμα πρότερον φύσει. ἀλλὰ τοῦτο μὲν ἐπιστάσεως ἄξιον· κἀν τοῖς πρός τι δὲ τὸ αἴτιον τοῦ αἰτιατοῦ πρότερον, ὡς καὶ τοῦτο ἐν ἐκείνοις εἴρηται. τὸ δὲ γνωστὸν ὡς ἐφετὸν ἐφιεμένου καὶ ὡς ὅρος ὁριζομένου προτερεύει. διὰ δὲ τὴν αὐτὴν αἰτίαν, δι’ ἣν πρὸ τῆς δυνάμεως ἡ ἐνέργεια, καὶ τὸ γνωστὸν πρὸ τῆς γνώσεως· ὡς γὰρ τῇ φύσει πρότερον. κάτωθεν δὲ ἀρχομένοις ἡ φυτικὴ πρώτη ἀναφαίνεται ψυχὴ καὶ κοινοτάτη διὰ τὸ πᾶσι τοῖς θνητοῖς ἐξ ἀνάγκης ὑπάρχειν, καὶ καθ’ ἣν τὸ ζῆν ἅπασι τὸ ὡς πρότερον εἴρηται ἀντιδιαιρούμενον τῇ τῶν ζῴων ζωῇ.

“因为现实活动和行为在定义(说明)上先于能力。” 因为对于我们而言,受形相规定之物先于形相,我们必须着眼于受形相规定之物来把握每一者的本质。但受形相规定之物有时处于活动中,有时则否,显而易见,当它处于活动中时,其自身既更加完全,对于认识者而言也更加清晰。因为潜能之物比较现实态之物更不完全,且尚未可知,并在每个生成之物中于时间上在先,但在定义上在后,因为不完全之物正是从完全之物中得以被认识和阐释的。如果情况如此——而如果我们关于“是什么”的知识源于现实活动,并且我们通过活动所涉及的对应对象来认识活动(通过食物将营养活动视为使之质变者来认识,而将生殖活动与认知活动视为依形相活动者,前者对生成之物具有生产性,后者对可知之物具有评判性),那么就必须先讨论那些事物,它们正是按照关系的对立而对应的对象。因为滋养者与营养作用相对,可知者与知识相对,正是如此。正如在《范畴篇》中所言,作为可感知者,颜色与感觉是同时的,但作为颜色,它在本性上在先。然而这一点值得注意;但即便在关系者中,作为原因者也先于被引起者,正如在那部著作中也曾谈及的那样。可知者之在先,正如所欲求之物先于欲求者,限定者先于被限定者。而基于活动先于能力的同一原因,可知者亦先于知识;因为它是本性上在先的。对于从下层着手的人来说,植物性灵魂最先显现且最为共通,因为它必然属于一切可朽者;正如前文所说,所有事物共同的生活(活着)正是依它而存在,这与动物的生命截然有别。

§2.60

"Ἧς ἐστιν ἔργα γεννῆσαι καὶ τροφῇ χρήσασθαι. φυσικώτατον γὰρ τῶν ἐν τοῖς ζῶσιν ἔργων ὅσα τέλεια καὶ μὴ πηρώματα ἢ τὴν γένεσιν αὐτόματον ἔχει,2 τὸ ποιῆσαι ἕτερον οἷον αὐτό, ζῷον μὲν ζῷον." Συμπεριλαβὼν τῇ τροφῇ καὶ τὴν αὔξησιν. συντελεῖ μὲν οὖν πρὸς τὸ εἶναι καὶ ἡ τροφή, ἀλλὰ φυσικώτατον τῆς φυτικῆς ζωῆς ἔργον ἡ γέννησις, τουτέστι πρῶτον καὶ κράτιστον, ὡς πρὸς τὸ ἀεὶ εἶναι, ᾗ δυνατόν, τοῖς θνητοῖς συντελοῦν, ὃ δὴ θεῖον καλῶς ὕμνηται. τῷ γὰρ εἶναι καὶ μειζόνως τῷ ἀεὶ εἶναι μετέχει τοῦ θείου τὰ ὄντα. διὸ τοῦ θείου πάντα ἐφιέμενα καὶ τῆς ἀιδιότητος ὡς οἷόν τε αὐτοῖς πάντα ὀρέγεται. ἀλλ’ ἔνια μὲν πηροῦσθαι τῶν ὑπό τι εἶδος ἀτόμων ἢ φύσει βεβλαμμένα ὡς τὰ στεῖρα ἢ ἔξωθεν ὡς τοὺς εὐνούχους οὐ θαυμαστόν· τὸ δὲ ὅλα εἶναι αὐτομάτην ἔχοντα τὴν γένεσιν, οὐδενός ποτε ἀτόμου ἐν αὐτοῖς συντελοῦντος εἰς τὴν ἑτέρου γένεσιν, ἐπιστάσεως ἄξιον. εἴη γὰρ ἂν διὰ τὴν ἐσχάτην ἀποτελεύτησιν καὶ ὅλα εἴδη ζῴων προϊόντα οὕτως, ὡς πάντα ἄγονα τὰ κατ’ αὐτὰ γίνεσθαι ἄτομα καὶ οἷον εἶναι ὡς ἐν ζῴοις ὅλα πηρώματα. καὶ τὰ φυτὰ δὲ ὀρέγεται τοῦ θείου κατ’ αὐτὴν τὴν ζωτικῶς ἐγηγερμένην τοῦ αἰτίου ἀντίληψιν. οὐ γὰρ δεῖ πάντως γνωστικὴν ἀκούειν τὴν ὄρεξιν, ἀλλὰ καὶ κατὰ δύναμιν οὐσιώδη τοῦ κρείττονος κατοχήν, εἴ γε καὶ ἡ ὕλη τοῦ θείου ἐφίεσθαι εἴρηται.

“它的功能是生殖和使用食物。因为在生物中,凡是完全的、非残缺的、或者其生成不是自发的生物,其最自然的功能就是造出另一个像其自身那样的东西,即动物造出动物。” 他把生长也一同包含在食物中了。因此食物固然对存在有所贡献,但植物性生命最自然的功能乃是生殖,亦即首要且最卓越的功能,因为它在可能范围内使可朽者恒常存在,而这正被恰当地赞颂为神圣的。因为存在者正是通过存在、更主要的是通过恒常存在而分有神性。因此万物皆向往神圣,并在其可能范围内渴望永恒。但是,某个物种之下的某些个体变成残缺——无论如不育者那样天生受损,还是如阉人那样后天受损——都并不奇怪;然而,存在整体上具有自发生成的生物,其中没有任何个体曾对另一个体的生成做出贡献,这乃是值得注意的。因为由于极端的下倾终局,完全可能整类动物都以此种方式产生,以至于依其所属的所有个体皆不育,而在动物之中仿佛成为全体性的残损。而且植物也是依照在生命上被唤起的对原因的把握而向往神圣的。因为欲求决不应完全被理解为认知性的,而也应当被理解为依本质能力对更优胜者的依附与把握,既然人们甚至说质料也向往神圣。

语法注2 条
  1. 2.59εἰ δὲ οὕτως· εἰ δὲ ἀπὸ τῶν ἐνεργειῶν ἡ τοῦ τί ἐστιν εἴδησις ἡμῖν ἐγγίνεται

    双重条件从句引导(εἰ δὲ οὕτως ... εἰ δὲ ...)。第一个“如果情况如此”承接前文(现实态先于潜能),紧接着的 εἰ δὲ 则叠加具体条件(本质从活动中被获知,活动从对象中被获知),从而引出主句 ἀναγκαῖον περὶ ἐκείνων προδιαλαβεῖν。

  2. 2.60ὅσα τέλεια καὶ μὴ πηρώματα ἢ τὴν γένεσιν αὐτόματον ἔχει

    引文(标目)中的插入从句。关系代名词 ὅσα 在意义上的先行词是 τῶν ἐν τοῖς ζῶσιν(生物),它修饰并限定具有生殖能力的主体本身,而非功能(ἔργα)。辛普利丘的注解正文通过对个体(ἄτομα)和物种之完全、残缺或自发生成的探讨也证实了这一指向。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:109.22-110.30