- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:108.6-109.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《论灵魂》414b28–415a14进行注解,讨论了图形与灵魂在序列结构上的类比、可朽者与不朽者中推论的差异、我们之中观照理智的独特地位,以及从现实活动上升至实体的考察方法。
" Παραπλησίως δ’ ἔχει τῷ ἐπὶ τῶν σχημάτων καὶ τὰ κατὰ ψυχήν." Ἐν πᾶσι μὲν τοῖς ἀφ’ ἑνὸς τὸ πρῶτόν ἐστι καὶ δεύτερον καὶ τρίτον. καὶ τὸ ἐν τῷ πρώτῳ καὶ ἐν τοῖς ἐφεξῆς ὑπάρχει, εἰ καὶ ἐξαλλαττόμενον καὶ ἑτέρως ἀεὶ καὶ ἑτέρως. τὸ δὲ πρώτως μετασχὸν τοῦ κοινοῦ οὐκ ἔστι πάντως καὶ αὐτὸ ἐν τοῖς ἐφεξῆς· ἡ γοῦν οὐσία πρώτως οὖσα ὂν οὐκ ἔστιν ἐν τοῖς συμβεβηκόσιν. ἐπὶ δὲ τῶν σχημάτων τὸ τρίγωνον ἐν τῷ τετραγώνῳ, καὶ τὸ θρεπτικὸν ἐν τῷ αἰσθητικῷ. οὐδὲ ἐν τούτοις ὡσαύτως· οὔτε γὰρ ἐν τῷ τετραγώνῳ τὸ τρίγωνον ἐνεργείᾳ, οἷον ἦν καθ’ αὑτό, οὔτε ἐν τῷ αἰσθητικῷ τὸ θρεπτικὸν ὡς καθ’ αὑτό. πάντῃ μὲν γὰρ ἀχωρίστως ἐν τοῖς φυτοῖς, ἐν δὲ τοῖς ζῴοις ἐναργέστερον τὸ χρώμενον ἐμφαῖνον καὶ συμμέτρως πρὸς αἴσθησιν ἔχον.1 ὅλη γὰρ δι’ ὅλης ἑαυτῆς ἡ τῶν ἄλλων ψυχὴ αἰσθητικῶν, ὥστε καὶ τὸ θρεπτικὸν αὐτῆς οἷον τῷ αἰσθητικῷ συμφύεσθαι. καλῶς οὖν συμπεραίνεται δεῖν τὸν ἴδιον καθ’ ἕκαστον εἶδος ἀποδοῦναι λόγον, ἵνα μὴ μόνῳ τῷ κοινῷ ἐπαναπαυώμεθα. μέλλων δὲ ἑξῆς τὴν αἰτίαν ἐπάγειν, ὥσπερ ἐν τοῖς προτέροις ὑπέσχετο, δι’ ἣν ἔνιαι μὲν τῶν ζωτικῶν δυνάμεων χωρὶς ὑφίστανται τῶν λοιπῶν, αὗται δὲ οὐκ ἄνευ ἐκείνων, πρότερον τίνος ἑκάτεραι ἀποδίδωσι.2 καὶ ἔστι σαφῆ τὰ λεγόμενα. ἐπεὶ δὲ λογισμοῦ μετέχει καὶ τὰ ἀίδια, δηλοῖ δὲ τὸν πρακτικὸν νοῦν ὁ λογισμός, πράττειν δὲ καὶ τὰ οὐράνιά φησιν αὐτὸς ἐν τῇ Περὶ οὐρανοῦ, δῆλον δὲ ὡς οὔτε λογισμὸς ἐν ἐκείνοις ἀτελής, οὔτε χρείας ἕνεκεν ἡ πρᾶξις, ὀρθῶς οὐκ ἐν πᾶσι τοῖς λογισμὸν ἔχουσι τὰ λοιπὰ ὑπάρχειν ἀποφαίνεται, ἀλλ’ ἐν μόνοις τοῖς φθαρτοῖς.
“而关于灵魂的情形也与图形的情形相类似。” 在所有源于一者而被言说的事物中,都存在第一者、第二者和第三者。在第一者之中的东西也存在于相继者之中,尽管它有所改变并且始终以不同的方式存在。但是最初分有共通者的东西本身并不必然也存在于相继者之中;至少作为第一位存在者的实体并不存在于偶性之中。但在图形的情形中,三角形存在于四边形中,而在[灵魂的情形中]营养能力存在于感觉能力中。然而即便在这些事物中也并非以同样的方式存在;因为三角形在四边形中并非如其自身原本那样处于现实态,营养能力在感觉能力中也并非如其自身单独存在那样。因为在植物中它完全不可分离地存在,但在动物中它更清晰地显现出使用它的主体,并与感觉相称。因为其他具有感觉的动物的灵魂通体都是感觉性的,以至于其营养部分也仿佛与感觉部分结合在一起。因此,合理得出的结论是,必须给出各个物种特有的说明,以便我们不单单满足于共通的说明。正如他在前文中所承诺的那样,他接下来打算提出原因,说明为何某些生命能力可以脱离其余能力而自立,而后者没有前者便不能存在;在此之前,他先指明这两类能力分别属于何种存在者。所言的内容是清晰的。既然永恒之物也分有推论,而推论指明的是实践理智,并且他本人在《天体论》中也说天界之物亦有活动(实践),同时显然它们当中的推论并非不完全的,其实践也非出于匮乏,因此他正确地断言,其余能力并不是在所有具有推论的存在者中都存在,而仅存在于可朽者之中。
"Ἀλλὰ τοῖς μὲν οὐδὲ φαντασία." Φαντασίαν νῦν προσαγορεύων τὴν ὡρισμένην καὶ μνήμης μετέχουσαν καὶ συνεθίζεσθαι δυναμένην.
“但对某些存在者来说连表象也不具有。” 他在此处所称的表象,乃是确定的、分有记忆的且能够通过习惯养成的表象。
"Περὶ δὲ τοῦ θεωρητικοῦ νοῦ ἕτερος λόγος." Οὐ περὶ τοῦ ἐν ἀφθάρτοις λέγει θεωρητικοῦ, ἀλλὰ περὶ τοῦ ἐν ἡμῖν. καὶ γὰρ περὶ τοῦ λογισμοῦ ἐπέστησεν, ὡς ὁ ἐν τοῖς φθαρτοῖς οὐκ ἄνευ τῶν λοιπῶν, ὡς οὐδὲ περὶ λογισμοῦ τοῦ ἐν τοῖς ἀφθάρτοις ταῦτα φιλοσοφῶν, ἀλλὰ περὶ τοῦ ἐν ἡμῖν. εἴη γὰρ ἄν τις καὶ ἐν ἐκείνοις λογισμὸς οὐχὶ ἀτελὴς οὐδὲ βουλευτικὸς καὶ ἀμφίβολος, καθάπερ καὶ Πλάτων χρῆται ἐπ’ αὐτοῦ τοῦ δημιουργοῦ. ἀλλὰ περὶ τοῦ ἐν ἡμῖν λέγει θεωρητικοῦ, ὡς οὔτε ἐν τοῖς ἀφθάρτοις ὄντος τούτου οὔτε ὁμοίως ἔχοντος τῷ πρακτικῷ ἐν ἡμῖν ἢ τῷ παθητικῷ νῷ, ὧν ὁ μὲν παθητικὸς συμπλέκεται ταῖς λοιπαῖς ζωαῖς, ὁ δὲ πρακτικὸς χρῆται· ὅ γε μὴν θεωρητικὸς οὐδέτερα. διὸ ὁ περὶ αὐτοῦ λόγος ἕτερος καὶ τοῦ περὶ τῶν κρειττόνων ἢ καθ’ ἡμᾶς καὶ τοῦ περὶ τῶν ἐν ἡμῖν ἄλλων ζωτικῶν δυνάμεων, ὡς ὄντος μὲν ἐν ἡμῖν, οὐ μὴν τῆς ἐντελεχείας αὐτῷ προσηκούσης.3 συμπερανάμενος δὲ τὸν ἀκριβέστατον περὶ ψυχῆς εἶναι λόγον τὸν ἴδιον περὶ ἑκάστης ὅρον, ἐπειδὴ καὶ τὸ κοινὸν ἰδιοτρόπως καθ’ ἑκάστην παραληφθήσεται, τὸν τρόπον ἑξῆς τῆς περὶ ἑκάστην θεωρίας παραδίδωσιν.
“但关于观照理智,则是另一种说法。” 他并非在谈论不朽者之中的观照理智,而是在谈论我们之中的观照理智。因为关于推论,他也曾提醒说,可朽者之中的推论不能脱离其余能力,就如同他并非针对不朽者之中的推论、而是针对我们之中的推论来探讨这些哲学问题一样。因为在那些存在者之中也可能存在某种既非不完全、亦非谋划与犹疑的推论,正如柏拉图也将推论用于造物主自身那样。然而他是在谈论我们之中的观照理智,因为此理智既不在不朽者之中,也不与我们之中的实践理智或被动理智处境相同——在后两者中,被动理智与其余的生命形态交织在一起,实践理智则使用它们,但观照理智则两者皆非。因此,关于它的说明既不同于关于高于我们的更优越者的说明,也不同于关于我们之中其他生命能力的说明,因为它固然在我们之中,但作为完全现实态并不适于它。他得出结论认为,关于灵魂最精确的说明乃是关于每一个灵魂的特有界说(因为共通者在每一者中都将以特有的方式被接纳),随后便传授关于每一个灵魂进行考察的方式。
"Ἀναγκαῖον δὲ τὸν μέλλοντα περὶ τούτων σκέψιν ποιεῖσθαι." Σκέψιν τὴν ἐπιστημονικὴν καλεῖ γνῶσιν. αὕτη γὰρ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι προηγουμένως νοοῦσα ἐντεῦθεν καὶ τὸ ὁριζόμενον καὶ τὰ καθ’ αὑτὸ τούτῳ ὑπάρχοντα ἐπισκοπεῖ. σημαίνει δὲ τὸ μὲν εἶδος τῷ τί ἐστι, τοῖς ἐχομένοις δὲ τὰ ὁριζόμενα, ὡς τοῖς ἄλλοις τὰ ὑπάρχοντα. ἀλλὰ πῶς τὸ τί ἦν εἶναι ἑκάστου εἰσόμεθα; ἀπὸ τῆς ἐνεργείας φησὶ καὶ πράξεως· καὶ γὰρ ὅτι ζῷον ἀπὸ τῶν ζωτικῶν ἴσμεν ἐνεργειῶν καὶ ὅτι λογικὸν ἀπὸ τῶν λογικῶν, καὶ τί τὸ ζῷον καὶ τί τὸ λογικόν. εἶτα καὶ τὴν αἰτίαν προστίθησι, δι’ ἣν ἀπὸ τῶν ἐνεργειῶν εἰς τὴν οὐσίαν ἀναπεμπόμεθα.
“而对于将要对这些事物进行考察的人来说,必然……” 他将科学的认知称为考察。因为这种认知首先理解形相与“原本是什么”(本质),由此审视被定义的对象以及就其自身而言属于该对象的属性。他以“是什么”指称形相,以“紧随其后者”指称被定义的对象,正如以“其他事物”指称属性那样。但我们如何才能知道每一者的本质呢?他说,是从现实活动与行动中得知;因为我们从生命活动中得知它是动物,从理性活动中得知它是理性的,并且得知何为动物以及何为理性的。随后他也补充了使我们从现实活动上升至实体的原因。
- 2.55ἐναργέστερον τὸ χρώμενον ἐμφαῖνον καὶ συμμέτρως πρὸς αἴσθησιν ἔχον
中性现在分词短语,作前文“感觉能力之中的营养能力”(τὸ θρεπτικὸν ἐν τῷ αἰσθητικῷ)的状态说明。它解释了与植物中的营养能力不同,动物中的营养能力更为显著地显现出使用它的上级能力(感觉),并与感觉保持相称与协调。
- 2.55πρότερον τίνος ἑκάτεραι ἀποδίδωσι
间接疑问词 τίνος 是表示所属的属格(“属于何种存在者”)。ἑκάτεραι 作为间接疑问句的主语(“这两组能力各自”),动词 ἀποδίδωσι 的主语则是亚里士多德(“他指派/说明”)。
- 2.57ὡς ὄντος μὲν ἐν ἡμῖν, οὐ μὴν τῆς ἐντελεχείας αὐτῷ προσηκούσης
由表示原因的 ὡς 引导的属格绝对结构。前一分句的逻辑主语为观照理智(τοῦ θεωρητικοῦ νοῦ)。该结构构成了对比:虽然它存在于我们之中(ὄντος μὲν ἐν ἡμῖν),但灵魂的一般定义即作为身体的“完全现实态”(ἐντελέχεια)却并不严格适用于它(οὐ μὴν τῆς ἐντελεχείας αὐτῷ προσηκούσης)。
