- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:106.31-108.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解414b19–25,探讨了图形与灵魂中共通定义的性质。他解释道,在包含先后次序的阶层性事物中,与同名同义的述说不同,共通定义无法反映构成性差异,因而单凭自身是不充分的,人们必须探求切合各个特有物种的定义。
" Δῆλον οὖν ὅτι τὸν αὐτὸν τρόπον εἷς ἂν εἴη λόγος ψυχῆς τε καὶ σχήματος." Φθάνομεν ἤδη διορίσαντες, ὡς ἐπὶ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγομένων ἀναγκαῖον μὲν κοινόν τινα ἀποδοῦναι λόγον, οὐκ ἀρκεῖν δὲ τοῦτον ἄνευ τοῦ καθ’ ἕκαστον εἶδος ἰδίου πρὸς τὴν ἀκριβῆ θεωρίαν. οὕτω δὲ καὶ τὸ σχῆμα τῶν ὑποκειμένων αὐτῷ κατηγορεῖται, οὐ μόνον τὸ ἁπλῶς ἀλλὰ καὶ τὸ εὐθύγραμμον σχῆμα, τῶν τριγώνων μὲν πρώτως, τῶν δὲ πολυγώνων δευτέρως, ἐπειδὴ ἐν πᾶσι τοῖς ἄλλοις τὸ τρίγωνον. ἀλλὰ καὶ ἡ ψυχὴ τῶν διαφόρων οὕτω κατηγορεῖται ψυχῶν. ἀχώριστα μὲν οὖν τῶν ὑποκειμένων αὐτοῖς καὶ τὰ συνωνύμως κατηγορούμενα, ἀλλ’ ἐν τούτοις εἰ καὶ μὴ χωριστή, κοινὴ ὅμως μία τις φύσις ἐστὶν ἑτέρα τῶν ὧν κατηγορεῖται, ἀπαράλλακτος πρὸς ἑαυτὴν καὶ διὰ τὸ μία εἶναι καὶ ἑνὶ οὖσα λόγῳ περιληπτή. ἐν οἷς δὲ τὸ πρῶτον καὶ δεύτερον, οὐκ ἔστι τὸ κοινὸν ἀπαράλλακτον, ἀλλὰ καθ’ ἕκαστον διαφορούμενον. καὶ διὰ τοῦτο μηδὲ εἶναι μίαν φύσιν τὴν κατηγορουμένην, ἀλλὰ τὸ ὅλον τοῦτο † μίαν πολλήν, μηδὲ ἕνα τοῦ κοινοῦ εἶναι ὁριστικὸν λόγον, ἀλλὰ πρὸς τῷ κοινῷ καὶ τῆς ἰδίᾳ καθ’ ἕκαστον δεῖσθαι διακρίσεως. διὸ καὶ ἀποδέδωκε τὸν κοινὸν λόγον Ἀριστοτέλης, ἐπειδὴ οὐ πάντῃ ἦν ὁμώνυμα τὰ ἀφ’ ἑνός, καὶ οὐκ ἀποδέχεται αὐτὸν ὡς ἀκριβῆ, ἀλλὰ μᾶλλον τὸν τὸ καθ’ ἑκάστην ψυχὴν ἴδιον ὡς τὸ κοινὸν ἰδιοτρόπως ἀποδιδόντα.
“因此显然,灵魂与图形以同样的方式将具有同一个说明。” 我们已经界定过,在那些源于一者且指向一者而被言说的事物中,给出某个共通的说明固然是必然的,但若没有各个物种特有的说明,这一共通的说明对于精确的考察是不充分的。图形对其下的主体也是如此被述说的——不仅是单纯意义上的图形,而且直线图形也是如此,对三角形是第一位的,对多角形则是第二位的,因为三角形存在于所有其他[多角形]中。而灵魂也是这样对各种各样的灵魂被述说的。诚然,同名同义地被述说的事物也是不能与其主体相分离的,但在这些事物中,即使不可分离,却仍然存在着某种不同于其被述说对象的统一共通本性,它就其自身而言是无差别的,并且由于其单一性而能够被单一的说明所涵盖。但是在那些存在先后次序的事物中,共通者并非无差别的,而是在每一类中都存在差异。正因如此,被述说的并非单一的本性,而是这整个事物[既是一又是多],共通者也没有单一的定义性说明,而是除了共通者之外,还需要每一类各自特有的辨别。因此,亚里士多德既给出了共通的说明(因为源于一者的事物并非完全同名异义),又没有将其视作精确的说明而加以接纳,而是宁可将那种给出各个灵魂特有的东西的说明作为以特有方式给出共通者的说明而加以接纳。
"Οὔτε γὰρ ἐκεῖ σχῆμα παρὰ τὸ τρίγωνόν ἐστι καὶ τὰ ἐφεξῆς." Οὐκ ἐπειδὴ μὴ χωριστόν, ἀλλ’ ἐπειδὴ μὴ μία φύσις ἐν πᾶσιν ἀπαράλλακτος. οὔτε ἐνταῦθα ἡ ψυχὴ παρὰ τὰς εἰρημένας· οὐ γὰρ ἑκάστη ὁμοίως ἐστὶ ψυχή, ἐπειδὴ οὔτε ὁμοίως ἐντελέχεια οὔτε ἀχώριστοί εἰσι σωμάτων ἢ χωρισταὶ ὁμοίως. ἆρα οὖν οὐδὲ τὸ ζῷον συνωνύμως κατηγορεῖται ἀνθρώπων τε καὶ ἵππων, ἐπειδὴ μετὰ διαφορῶν; ἢ ἐνταῦθα διαιρετικαὶ τοῦ ζῴου αἱ διαφοραί,1 τὸ λογικὸν φέρε καὶ ἄλογον, ἐκεῖ δὲ τὸ μὴ συνώνυμον, ὅταν τὰ συστατικὰ τοῦ κατηγορουμένου διαφορούμενα ᾖ, ὡς ἐπὶ τοῦ φθαρτοῦ ἢ ἀφθάρτου ζῴου, διότι τὸ φθαρτὸν καὶ ἄφθαρτον οὐκ ἦσαν ζῴου διαιρετικαὶ διαφοραί, ἀλλὰ τῆς μὲν οὐσίας διαιρετικαί, τῶν δὲ ὑπ’ αὐτὴν συστατικαί· καὶ τὸ φθαρτὸν οὖν τοῦ ἀφθάρτου συστατικῇ κεχώρισται διαφορᾷ. οὕτω δὴ καὶ τὸ χωριστὸν ἢ ἀχώριστον, καὶ τὸ πῇ μὲν χωριστὸν πῇ δὲ ἀχώριστον ἢ πάντῃ ἀχώριστον, καὶ τὸ ὡς ὀργάνῳ χρώμενον ἀχώριστον ὂν ἢ ὡς τοῦ ὀργάνου χαρακτηριστικὸν οὐ διαιρετικαὶ ἀλλὰ συστατικαί εἰσι τῶν ψυχῶν διαφοραί· τῆς γὰρ ἀσωμάτου ἁπλῶς οὐσίας διαιρετικαί. ὁ δὴ κοινὸς ἐπὶ τῶν τοιούτων λόγος πᾶσι μὲν ἐφαρμόσει, καθ’ ὅσον οὐ πάντῃ ὁμώνυμα, ἴδιος δὲ οὐδενὸς ἔσται· οὔτε γὰρ ὁτουοῦν τῶν εἰδῶν ὡς εἴδους (οὐ γὰρ ἂν καὶ τοῖς ἄλλοις ἐφήρμοζεν) οὔτε ἑνὸς τοῦ πάντων κοινοῦ, ἐπεὶ μηδὲ ἔστι τὸ κοινὸν μία φύσις διὰ τὸ μὴ συνώνυμον τῆς κατηγορίας.
“因为在那里,除了三角形以及接续的图形之外,并不存在图形。” 这并不是因为它不可分离,而是因为它在所有事物中并非单一无差别的本性。在这里,除了上述各灵魂之外也不存在灵魂;因为各个灵魂并不是同样地作为灵魂,因为它们既非同样地作为完全现实态,也非同样地不可脱离身体或可脱离身体。那么,动物是否也因为带有差异,因而对人与马就不是同名同义地被述说了呢?抑或在这种情况中,差异(例如理性的与非理性的)是对动物进行划分的,而在那种情况中,当被述说者的构成要素发生分异时才是非同名同义的,正如在可朽的或不朽的动物中那样?因为可朽与不朽并非动物的划分性差异,而是实体的划分性差异,并且构成了实体之下的事物;因此可朽者乃是通过构成性差异而与不朽者相区分。正因如此,可分离或不可分离、在某种意义上可分离而在另一种意义上不可分离、或者全然不可分离、以及作为使用工具者而不可分离或作为表征工具者[而不可分离],这些都不是诸灵魂的划分性差异,而是构成性差异;因为它们乃是单纯非物体性实体的划分性差异。因此,在这些事物上的共通说明固然适用于所有事物(在它们并非完全同名异义的限度内),但它对任何事物都不是特有的:既不对任何物种作为物种是特有的(否则它就不会也适用于其他物种),也不对所有事物共通的单一体是特有的,因为由于述说的非同名同义性,共通者甚至不是单一的本性。
"Διὸ γελοῖον ζητεῖν τὸν κοινὸν λόγον καὶ ἐπὶ τούτων καὶ ἐφ’ ἑτέρων, ὃς οὐδενὸς ἔσται τῶν ὄντων ἴδιος λόγος, οὐδὲ κατὰ τὸ οἰκεῖον καὶ ἄτομον εἶδος, ἀφέντα τὸν τοιοῦτον.2" Οὐχ ἁπλῶς βούλεται γελοῖον εἶναι τὸ ζητεῖν τὸν κοινὸν λόγον, ἀλλὰ τὸ ζητεῖν τὸ κοινὸν ἀφέντα τὸ κατὰ τὸ οἰκεῖον καὶ ἄτομον εἶδος. ἐπὶ μὲν γὰρ τῶν συνωνύμων κατηγοριῶν καὶ καθ’ αὑτὸν ὁ κοινὸς ζητητέος λόγος, ὅτι ἑνός τινος ἴδιος ἦν τοῦ κοινῇ κατηγορουμένου· ἐπὶ δὲ τούτων οὐδενός, ἐὰν μὴ πρὸς τῷ κοινῷ καὶ τὸ ἴδιον παραλαμβάνηται· οὔτε γὰρ τοῦ κοινοῦ, ὅτι μηδὲ ἔστιν ἕν, οὔτε τῶν ἀτόμων εἰδῶν τινος.
“因此,在这些事物以及其他事物上探求共通的说明——这种共通的说明既不是任何存在者的特有说明,也不是依据特有且不可分割的物种的说明——而放过这种说明,乃是可笑的。” 他的意思并不是单纯地认为探求共通的说明是可笑的,而是认为在放过依据特有且不可分割的物种的说明的情况下去探求共通的说明是可笑的。因为在同名同义的述说中,共通的说明即使就其自身而言也是应当探求的,因为它原本是共通地被述说的某种单一者的特有说明;但在这类事物中,若不在共通者之外同时采纳特有的说明,它就对任何事物都不是特有的:既不对共通者特有(因为它甚至不是单一的),也不对任何不可分割的物种特有。
- 2.53ἆρα οὖν οὐδὲ τὸ ζῷον συνωνύμως κατηγορεῖται ἀνθρώπων τε καὶ ἵππων, ἐπειδὴ μετὰ διαφορῶν; ἢ ἐνταῦθα διαιρετικαὶ τοῦ ζῴου αἱ διαφοραί
在由 ἆρα οὖν 引出的疑难式疑问句之后,连词 ἤ 作为自问自答引出了替代性的解决方案。作者先提出反驳:“动物”是否也因带有差异而对人和马不是同名同义地被述说;随后借助 ἤ 引导的从句指出两者的根本区别:前者是划分属的“划分性差异(διαιρετικαί)”,而在灵魂或图形的情形中则是构成事物本质的“构成性差异(συστατικαί)”,因而不构成同名同义。
- 2.54ἀφέντα τὸν τοιοῦτον
阳性宾格分词 ἀφέντα 与不定式 ζητεῖν(探求)在语境中隐含的泛指宾格逻辑主语相一致(即“[探求者]放过……”)。其宾语 τὸν τοιοῦτον 指代前文“依据特有且不可分割的物种的说明(λόγον)”,构成“在放过这种特有说明的情况下去探求共通说明”的整句结构。
