← 辛普里丘

亚里士多德《论灵魂》注释

§105.27-106.30

作为食物之觉的触觉与理智阶层

辛普里丘注解了亚里士多德将触觉作为食物之感觉、而其余感官偶性地涉及食物的论述(414b7–18)。他解释了饥渴等欲求与触觉性质的关联,阐明了关于想象能力之所以不明确的原因,并讨论了拥有思辨能力的人类及天体等“更尊贵者”的阶层划分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.48

" Ξηροῖς γὰρ καὶ ὑγροῖς καὶ θερμοῖς καὶ ψυχροῖς τρέφεται τὰ ζῷα ἅπαντα." Καὶ γὰρ πάντα τὰ ἐν γενέσει σώματα τούτων μετέχει τῶν ποιοτήτων, καὶ κατὰ ταύτας αἵ τε γενέσεις καὶ αἱ φθοραὶ αἵ τε ἀλλοιώσεις αὐξήσεις τε καὶ μειώσεις. ἡ δὲ ἁφὴ πρόδηλον ὡς τῶν παθητικῶν ἐστιν ἀντιληπτικὴ ποιοτήτων.

“因为所有的动物都由干燥的、湿润的、温暖的和寒冷的东西所滋养。” 因为一切在生成中的物体都分有这些性质,并且依据这些性质,生成与消灭、质变、增长与减损得以发生。显然,触觉是对受动性质具有领会能力的。

§2.49

"Τῶν δὲ ἄλλων αἰσθητῶν κατὰ συμβεβηκός." Ἔστι μὲν καὶ ἡ ἁφὴ αἴσθησις κατὰ συμβεβηκὸς τῶν ἄλλων αἰσθητῶν, οἷον ψόφων καὶ χρωμάτων. οὐ μὴν τοῦτο λέγειν οἶμαι βούλεται, ἀλλὰ κατὰ συμβεβηκὸς τροφίμων τῶν ἄλλων ὄντων αἰσθητῶν ἡ αἴσθησις ἀντιλαμβάνεται. δηλοῖ δὲ τοῦ εἰρημένου αἰτιώμενος αὐτὸ τοῦτο, τὸ μηδὲν εἰς τροφὴν τὰ ἄλλα συμβάλλεσθαι.1 ἐπεὶ δὲ τρόφιμος ὁ γλυκύς ἐστι χυμός, ἐπιφέρει πρῶτον μὲν ὅτι τῶν ἁπτῶν καὶ ὁ χυμός (καὶ γὰρ ἡ γεῦσις ὡς καὶ πᾶσιν ὑπάρχουσα οἷς καὶ ἁφή), ἔπειτα δὲ ὅτι καὶ τρόφιμα μὲν καθ’ αὐτὰ τὸ ξηρὸν καὶ ὑγρὸν καὶ τὰ ἁπτά, οἱ δὲ χυμοὶ συντελοῦσι πρὸς τὴν τροφὴν ὡς ἡδύσματα τῶν ἁπτῶν.

“而对于其他感觉对象则是偶性地。” 触觉确实也可以偶性地成为对其他感觉对象(如声音与颜色)的感觉。然而我认为他想说的并非这一点,而是:在其他感觉对象偶性地成为食物的限度内,感觉领会它们。他通过将恰恰这一事实(即其他对象对食物毫无贡献)列为上述论述的原因,阐明了这一点。但既然甘甜的滋味是滋养性的,他首先补充道,滋味也属于触觉对象(因为味觉也存在于一切拥有触觉的事物中),其次补充道,干燥和湿润即触觉对象在自身上是滋养性的,而诸滋味则是作为触觉对象的调味品而有助于滋养。

§2.50

"Διασαφητέον δὲ περὶ αὐτῶν ὕστερον." Οὐκ ἐν μόνοις τοῖς ἐν τῷδε τῷ βιβλίῳ ῥηθησομένοις, ἀλλὰ καὶ ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν· ἀκριβέστερον γὰρ ἐκεῖ περὶ τῶν χυμῶν διορίζεται. ὅτι δὲ αἱ παθητικαὶ ποιότητες τρόφιμοι πρότερον ἐκ τοῦ κατ’ αὐτὰς γίνεσθαι τὰς ἀλλοιώσεις πιστωσάμενος τὸ αὐτὸ καὶ ἐκ τῆς ὀρεκτικῆς τῶν τροφῶν μαρτύρεται ζωῆς. πεῖνα γὰρ καὶ δίψα αἱ τῆς τροφῆς ὀρέξεις, ὧν ἡ μὲν κατὰ τὸ ἐπικρατοῦν ξηροῦ καὶ θερμοῦ, ἡ δὲ ψυχροῦ καὶ ὑγροῦ. καὶ γὰρ ὅσα τῶν ἐδεσμάτων ψυχρὰ καὶ ὑγρά, πρὸς τοσαῦτα καὶ δίψα κινεῖται, καὶ τῶν ξηροτέρων καὶ θερμοτέρων βρωμάτων ἀντέχεται ἡ πεῖνα. ἄδηλον δὲ περὶ φαντασίας, οὐχ ὅτι μὴ ὑπάρχει πᾶσι τοῖς ζῴοις, εἴ τις φαντασίαν καὶ τὴν ἀόριστον καὶ ἀδιάρθρωτον καλοίη τῶν ἀπόντων ἁπτῶν συναίσθησιν, ἀλλὰ ἄδηλον διὰ τὸ ἐνίοτε φαντασίαν μόνην τὴν ὡρισμένην καὶ μνημονευτικήν, ἐνίοτε δὲ καὶ μόνην τὴν συνεθίζεσθαί τινα δυναμένην προσαγορεύεσθαι.2 εἰπὼν δὲ τοῖς ἁφὴν ἔχουσι καὶ ὄρεξιν ὑπάρχειν προστέθεικε καὶ τὸ κατὰ τόπον κινητικόν, οὐκ ἐν πᾶσι δηλαδή, ἀλλ’ ὅτι ἐν τοῖς αἰσθητικοῖς καὶ τοῦτο ὡς καὶ τὸ διανοητικόν.

“关于这些事情必须在以后予以阐明。” 不仅是在这部书中将被论及的内容中,而且也在《论感觉与感觉对象》中;因为在那里对诸滋味的界定更为精确。在先前依据质变是按照这些受动性质而发生这一事实证实了受动性质是滋养性的之后,他又从指向食物的欲求性生命中证明了同一点。因为饥与渴乃是对食物的欲求,前者主要是对干燥和温暖的,后者则是对寒冷和湿润的。因为凡是食物中寒冷和湿润的,渴便朝向其发动;而饥则坚持索求更干燥和更温暖的食物。关于想象是不明确的,这并不是因为它不适用于一切动物(如果有人把对不在场的触觉对象的未规定且未分节的共同感觉也称为想象的话),而是因为有时唯有规定性的和记忆性的才被称为想象,有时甚至唯有能够养成习性者才被称为想象,因而是不明确的。在谈及拥有触觉者也具有欲求之后,他又补充了空间运动能力——显然并不是在所有动物中,而是正如思辨能力一样,这一能力也存在于感知性存在者中。

§2.51

"Οἷον ἀνθρώποις καὶ εἴ τι τοιοῦτον ἕτερόν ἐστιν ἢ καὶ τιμιώτερον." Τοιοῦτον μὲν ἕτερον ἡ τοῦ στερεοῦ τούτου χωρισθεῖσα σώματος ψυχὴ ἀνθρωπεία, ἔτι δὲ παθητῷ λεπτομερεστέρῳ χρωμένη σώματι· τιμιώτερον δὲ εἰ καὶ δαιμόνιον ὑποτεθείη γένος ποτὲ καὶ αὐτὸ εἰς παθητὸν προϊὸν σῶμα. εἰ δὲ ζῷα καὶ τὰ οὐράνια, καὶ αἴσθησιν ἔχει καὶ ὄρεξιν οὐ παθητικὴν οὐδὲ ὑπὸ τῶν ἔξωθεν αἰσθητῶν προσπιπτόντων ἐγειρομένην, ἀλλ’ ἔνδοθεν γινώσκουσάν τε τὰ αἰσθητὰ πάντα καὶ διακοσμοῦσαν, εἴη ἂν τὸ τιμιώτερον οὐκ ἐπὶ δαιμονίων μόνον, ἀλλὰ καὶ ἐπὶ θείων ἀκούειν ζῴων.3

“例如人类,以及若存在任何其他此类事物或者甚至更尊贵者。” 此类其他事物,乃是从这种坚实的身体中分离出来、但仍在使用一种受动的、更为微细的身体的人类灵魂;而更尊贵者,则是若假定也有神灵的族类,它本身有时也进入受动的身体中。但如果天体也是动物,并且拥有既非受动亦非由外在降临的感觉对象所激发的感知与欲求,而是从内部认知并组织一切感觉对象,那么不仅可以把“更尊贵者”理解为神灵,也可以理解为神圣的动物。

语法注3 条
  1. 2.49δηλοῖ δὲ τοῦ εἰρημένου αἰτιώμενος αὐτὸ τοῦτο, τὸ μηδὲν εἰς τροφὴν τὰ ἄλλα συμβάλλεσθαι

    分词 αἰτιώμενος 在此作指出原因解,属格 τοῦ εἰρημένου 是被解释的陈述(“以所说之事的原因……”),宾格 αὐτὸ τοῦτο 及其同位语冠词不定式从句 τὸ μηδὲν... συμβάλλεσθαι 则表示所给出的具体原因内容。

  2. 2.50ἄδηλον δὲ περὶ φαντασίας, οὐχ ὅτι μὴ ὑπάρχει πᾶσι τοῖς ζῴοις, εἴ τις φαντασίαν καὶ τὴν ἀόριστον καὶ ἀδιάρθρωτον καλοίη τῶν ἀπόντων ἁπτῶν συναίσθησιν, ἀλλὰ ἄδηλον διὰ τὸ ἐνίοτε φαντασίαν μόνην τὴν ὡρισμένην καὶ μνημονευτικήν, ἐνίοτε δὲ καὶ μόνην τὴν συνεθίζεσθαί τινα δυναμένην προσαγορεύεσθαι

    系词 ἐστί 被省略的对比句式。此处用 οὐχ ὅτι... ἀλλὰ διὰ τό...(“不是因为……而是由于……”)来解释 ἄδηλον(重述亚里士多德的用语)的原因。插入的 εἴ τις... καλοίη 为潜在条件祈愿语气(“如果有人将……称为……”),介词短语 διὰ τό 之后则宾格表语 φαντασίαν 先行置放,与两个并列的主语短语(τὴν ὡρισμένην... 与 τὴν δυναμένην...)共同接于被动不定式 προσαγορεύεσθαι。

  3. 2.51εἴη ἂν τὸ τιμιώτερον οὐκ ἐπὶ δαιμονίων μόνον, ἀλλὰ καὶ ἐπὶ θείων ἀκούειν ζῴων

    由潜在祈愿语气(εἴη ἄν)与不定式 ἀκούειν(“理解为、解释为”)结合而成的无人称可能性表达(“可以理解为……”)。带冠词短语 τὸ τιμιώτερον 作为引用短语作 ἀκούειν 的宾语,介词短语 ἐπί 加属格表示所指涉的对象(“关于……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:105.27-106.30