← 辛普里丘

亚里士多德《论灵魂》注释

§104.14-105.26

作为身体形式因与完全现实的灵魂

辛普里丘依据亚里士多德的原著(414a8–16),通过知识、健康与灵魂的类比,阐明灵魂是接受者(有机身体)的形式因与第一实体;并论证了质料作为潜能而灵魂则是完满现实(entelechy),说明灵魂既非身体又不能脱离有机身体而存在,以及感觉、食欲与滋养之间的内在关联。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.46

" Τούτων δ’ ἡ μὲν ἐπιστήμη τε καὶ ὑγεία μορφὴ καὶ εἶδός τι καὶ λόγος." Τοῦτο σαφῶς εἰπὼν ὅτι ἡ ἐπιστήμη καὶ ὑγεία ἀντὶ τοῦ εἴδους εἴληπται καὶ διὰ τοῦτο καὶ τὸ ζῶν τῇ ψυχῇ ὡς τῷ εἴδει ζῇ, οὐκέτι σαφῶς δοκεῖ λέγειν, τίνι δὲ τῷ λοιπῷ, ἅτε μηδὲν πρὸς τὸν μὲν σύνδεσμον ἀποδούς.1 ἀλλ’ εἰ καὶ τῇ λέξει ἐνδεῖ τι, τὰ πράγματα ἀνελλιπῶς ἡρμήνευται. τὸ γὰρ εἶδος τοῦτο ἐνέργειαν τῶν δεκτικῶν εἰπών, ὡς οὐχ ἑαυτοῦ ὂν ἀλλ’ ἑτέρου, ἐπάγει τί τὸ δεκτικόν, ὅτι τὸ ἐπιστημονικὸν καὶ ὑγιαστόν, τὰ ἤδη δηλονότι ἐνεργείᾳ τοιαῦτα, ἃ καὶ δεκτικὰ ὡς κατὰ τὸ δεδεγμένον ὡρισμένα. καὶ δῆλον ὡς κατὰ θάτερον τρόπον τούτοις τῷ μὲν ἐπιστάμεθα, τῷ δὲ ὑγιαίνομεν. τοῦτο δὲ καὶ πάσχον καὶ διατιθέμενον καλεῖ τὸ εἰδοπεποιημένον, ὡς κατ’ ἄλλο ὡρισμένον καὶ τέλειον· τὸ δὲ τούτων ὁριστικὸν εἶδος ποιητικόν, ὡς εἰς τὸ προϊὸν ἀποτεινόμενον καὶ ἐνέργειαν μὲν καὶ τελειότητα ὄν, ἑτέρου δέ. ὡς οὖν ἡ ἐπιστήμη πρὸς τὸ ἐπιστημονικόν, οὕτως ἡ ψυχὴ πρὸς τὸ ζῶν. ὥστε λόγος τις αὐτοῦ καὶ εἶδος ἂν εἴη, ἀλλ’ οὐχ ὡς ὕλη καὶ τὸ ὑποκείμενον· ἐκ τῆς παραθέσεως τῶν λοιπῶν ἐναργέστερον τὸ εἶδος τῶν ζώντων ἀποδιδοὺς τῇ ψυχῇ·2 οὔτε γὰρ τὴν μήπω ζῶσαν ὕλην οὔτε τὴν ἤδη ζῶσαν, ἣν ὑποκείμενον εἶπεν, σημαίνων τὸ ἀρχόμενον καὶ δεύτερον καὶ ὑποτεταγμένον αὐτῆς. τὸ γὰρ πρώτως ἐναργῶς τῇ ψυχῇ ἀποδέδοται, ὡς οὔσῃ ζωῇ καὶ πρώτῃ καὶ καθ’ ἑαυτὴν οὐσίᾳ, τῶν δὲ ἐμψύχων κατ’ ἐκείνην καὶ ὑπ’ ἐκείνης ζώντων τε καὶ οὐσιωμένων.

“而在这之中,知识与健康一方面是形态、某种形式和定义。” 在清楚地说明知识与健康是代替形式而被采用,且因此活着的存在也是依作为形式的灵魂而活着之后,关于[我们借以认知的]其余另一方,他似乎不再清楚地言说,因为他没有给出任何与连接词“一方面(men)”相对应的话语。但是,即使文句有所缺欠,事情本身却已得到毫无遗漏的阐明。因为他在将这种形式称为接受者们的现实活动(不是属于形式自身,而是属于他者)之后,接着说明了接受者是什么,即具有知识者与能够受健康者——显然是指那些在现实中已然是如此的存在,它们作为依据所接受者而被规定之物而成为接受者。显然,按照另一种方式,我们在一种情况下依前者认知,在另一种情况下依后者健康。他也将这被赋形者称为受动的和被安置的状态,因为它乃是依据他者而被规定且完满的;而这些事物的规定性形式则是作动性的,延伸至那生成之物,它虽是现实活动与完满,却是属于他者的。因此,正如知识对具有知识者,灵魂对活着的存在亦是如此。从而它应当是后者的某种定义与形式,而不是如质料与载体那样;通过并置其余各项,他将活着者的形式更加昭然地归于灵魂。因为他既不是指尚未活着的质料,也不是指他称为基层的已经活着的质料(以此表明在其之下受支配的、第二位的和从属的东西)。因为“首要地”被昭然地归于灵魂,乃是由于它是生命,是第一位的、依其自身存在的实体,而有灵者则是依据它并由它而活着且获得实体性。

§2.47

"Τούτων δ’ ἡ μὲν ὕλη δύναμις, τὸ δὲ εἶδος ἐντελέχεια." Καλῶς ἄρα οὐ τὴν ὕλην τὸ ᾧ ζῶμεν ἠκούομεν· ἐν τελειότητι γὰρ τὸ ζῆν, ἡ δὲ ὕλη δύναμις ὡς ἀτελὴς οὖσα φύσει. ἀλλὰ τίνος ἐντελέχεια ἡ ψυχή; τοῦ ἐμψύχου φησί. τοῦτο γὰρ τὸ ἐξ ἀμφοῖν, καὶ ὡς τὸν ἰατρὸν χαρακτηρίζομεν τῇ ἰατρικῇ καὶ τὸν ὑγιαίνοντα τῇ ὑγείᾳ, οὕτω καὶ ἀπὸ τοῦ ἐμψύχου ὡς εἰς ὅρον τὴν ψυχὴν ἀναγόμεθα. καὶ γὰρ ἢ εἰς τὸ σῶμα ἢ εἰς τὴν ψυχήν· ἀλλὰ τὸ σῶμα ἀόριστον καὶ ἀντικειμένως ἔχει πρὸς τὸ ἔμψυχον καθ’ αὑτὸ ἀπολειφθέν. μάλιστα δ’ ἂν εἴη τελειότης, εἰ καθ’ ἑαυτὴν μὲν ἀπολείποιτο ἡ ψυχή, ἀλλ’ αὐτὴ σώματός τινος τοῦ ἐμψύχου δηλαδή. ἐπαινεῖ οὖν εἰκότως τοὺς μήτε σῶμα τὴν ψυχὴν μήτε ἄνευ σώματος νομίσαντας. καὶ γὰρ ὅσον τῆς λογικῆς χωριστὸν μάλιστα μὲν νοῦς προσαγορεύεται ὑπ’ αὐτοῦ, ἔπειτα δὲ καὶ αὐτὸ καὶ σωμάτων ἐστὶν ἐν τῇ ἔξω ῥοπῇ ἐντελέχεια οὕτως, ὡς ὁ πλωτὴρ τοῦ πλοίου. ἐπεὶ δὲ ἡ ζωτικὴ ἐντελέχεια διττή, ἡ μὲν ὡς τοῦ ὀργάνου χαρακτηριστική, ἵνα ὄργανον ᾖ, ἡ δὲ ὡς τῷ ὀργάνῳ χρωμένη, διχῶς καὶ τὸ μὴ ἄνευ σώματος νοεῖν ἀνάγκη καὶ τὸ σώματός τι εἶναι, καὶ ἐν σώματι ὑπάρχειν οὐ τῷ τυχόντι ἀλλ’ ὀργανικῷ, καὶ οἰκείως ἑκάστῃ ζωῇ ὀργανικῷ· καὶ γὰρ τὸ δυνάμει ἑκασταχοῦ τοιοῦτον ὁποία ἡ ἐντελέχεια, καὶ ὁ λόγος οὗτος ἀναγκαιότατος τὴν ἑκάστου ἐντελέχειαν τῷ οἰκείῳ ἐνυπάρχειν δυνάμει. ἐφ’ οἷς πάλιν ἡμᾶς τῶν ζωτικῶν δυνάμεων ὑπομνήσας, ὅσαι τε καὶ οἷαι, καὶ ὡς ἓν μόνον οἷόν τέ τισιν ὑπάρχειν τὸ θρεπτικόν, τοῖς δὲ ζῴοις πρὸς τούτῳ καὶ τὸ αἰσθητικόν, καὶ ὡς τούτῳ καὶ ὄρεξίς τις ἀκολουθεῖ, ἐπειδὴ καὶ ἡδονὴ καὶ λύπη καὶ τὸ ἡδύ τε καὶ λυπηρὸν προσπίπτει, αἱ μὲν ὡς πάθη ἄττα τοῦ αἰσθητικοῦ, τὰ δὲ ὡς ποιητικὰ τῶν παθῶν, ἑκατέρων δὲ κριτικὴ ἡ αἴσθησις, εἰπὼν δὲ καὶ ποία ὄρεξις πᾶσιν ἕπεται οἷς καὶ αἴσθησις, ὅτι ἡ ἐπιθυμία, οὐ τοῦ ἀγαθοῦ οὖσα ὥσπερ ἡ βούλησις, οὐδὲ νίκης ἢ τιμῆς ἢ ἀντιλυπήσεως ὡς ὁ θυμός, ἀλλὰ τοῦ κατ’ αἴσθησιν ἡδέος, καὶ τὴν αἰτίαν προσθεὶς διότι τῆς τροφῆς αἴσθησιν ἔχουσι, τῇ μὲν τροφῇ ἡδονῆς τῇ δὲ ἀτροφίᾳ λύπης ἑπομένης, αὐτὸ δὴ τοῦτο πιστοῦται,3 ὅτι τὰ ζῷα τροφῆς ἔχει αἴσθησιν τὴν ἁφήν, ἣ καὶ πᾶσι πάρεστι τοῖς ζῴοις.

“而在这些之中,质料是潜能,形式是完满现实。” 因此,我们此前不将“我们借以活着者”理解为质料是正确的;因为活着存在于完满之中,而质料作为本性上不完满者则是潜能。但是灵魂是什么的完满现实呢?他说:“是有灵者的。”因为这就是由二者结合而成者,正如我们依医术表征医生、依健康表征健康者一样,我们也同样从有灵者出发,如达到定义一般溯归于灵魂。因为〔我们〕要么〔溯归〕于身体,要么〔溯归〕于灵魂。但身体若单独立于自身,乃是不确定的,并且与有灵者相对立。如果灵魂即便单独立于自身,也是某种身体即有灵身体的[完满现实],那么这将是最高程度的完满。因此,他理所当然地赞扬那些认为灵魂既非身体亦非脱离身体的人。因为就理性灵魂中可脱离的部分而言,它主要被他称为理智,而随后在向外的倾斜中,它也是诸身体的完满现实,正如舵手之于船只一样。但既然生命的完满现实是双重的,一种是表征器官以使其成其为器官,另一种是使用器官,那么在两种意义上都必须理解:它并非没有身体,它是身体的某种东西,并且它存在于身体之中——不是任意的身体,而是有机身体,且是适宜于每种生命的有机身体。因为在各处,潜能中的存在者都是与其完满现实相适应的,而这一命题是极其必然的,即各物的完满现实内在存在于其固有的潜能之中。在此之上,他再次提醒我们生命的诸能力有多少以及是何种样态,指出对某些事物而言唯有滋养能力可以存在,而对动物而言除此以外还存在感知能力,并且某种欲望也随感知能力而生——既然快乐与痛苦、快意之物与痛苦之物接踵而至,前者是感知能力的某些感受,后者是这些感受的制作因,而感觉是对二者的判别者——并且在说明了凡具有感觉者都伴随何种欲望,即嗜欲(它既不像理性愿望那样以善为对象,也不像激情那样以胜利、荣誉或报复为对象,而是以感知上的快意之物为对象),并补充了原因,即它们拥有关于食物的感觉,伴随食物而来的是快乐,伴随缺乏食物而来的是痛苦之后,他确实证实了这一点:动物拥有作为食物之感觉的触觉,而触觉是所有动物都具有的。

语法注3 条
  1. 2.46ἅτε μηδὲν πρὸς τὸν μὲν σύνδεσμον ἀποδούς

    此处指出了亚里士多德在引文中语法上的省略:使用了小辞 μέν(“知识与健康一方面……”),却没有给出预期的带 δέ 的对应从句(即指接受者如具有知识者)。辛普里丘指出,尽管文句上有所缺失(τῇ λέξει ἐνδεῖ τι),但事理已在后文关于接受者的讨论中得到了完整说明。

  2. 2.46ἐκ τῆς παραθέσεως τῶν λοιπῶν ἐναργέστερον τὸ εἶδος τῶν ζώντων ἀποδιδοὺς τῇ ψυχῇ

    分词 ἀποδιδούς 的逻辑主语是亚里士多德。承接前文推论“灵魂应当是后者的某种定义与形式”,它指出了亚里士多德如何通过与其他项(质料和载体)的并置与对照(παράθεσις),将生命的形式更为明确地归属于灵魂。

  3. 2.47ἐφ’ οἷς πάλιν ἡμᾶς τῶν ζωτικῶν δυνάμεων ὑπομνήσας... αὐτὸ δὴ τοῦτο πιστοῦται

    这是一个以末尾的主动词 πιστοῦται 为核心的长难句。介词短语 ἐφ’ οἷς 之后,与主语(亚里士多德)一致的三个分词 ὑπομνήσας(提醒)、εἰπών(说明)、προσθείς(补充)依次相连,分别统辖由 ὅσαι τε καὶ οἷαι 引出的间接疑问从句以及 ὡς 节、ὅτι 节和 διότι 节,并嵌套了多重插入性说明。句子的骨干结构为:“在此之上,在提醒我们……、说明了……并补充了……之后,[亚里士多德]确实证实了这一点(动物拥有触觉)。”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:104.14-105.26