- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:103.9-104.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
探讨灵魂的其余可分能力并非在处所上分离,指明生命的位阶及同一种能力内部的差异(413b27),继而阐明“我们借以活着者”并非指质料,而是在形式(灵魂)与复合体这两种意义上被言说(414a4)。
" Τὰ δὲ λοιπὰ μόρια τῆς ψυχῆς φανερὸν ἐκ τούτων ὅτι οὐκ ἔστι χωριστὰ καθάπερ τινές φασι. τῷ δὲ λόγῳ ὅτι ἕτερα, φανερόν." Μόρια μὲν οὐχ οἷα τὰ σωματικά (τοῦτο γὰρ δέδεικται), ἀλλὰ διὰ τὴν ἀπὸ τοῦ ἀμερίστου ὑπόβασιν. τὰ δὲ λοιπὰ εἶπεν, ὡς καὶ τοῦ θεωρητικοῦ νοῦ μορίου ὄντος1 ἐν τῇ πρὸς τὰ ἔξω ῥοπῇ καὶ πρὸς τὰ χείρω συμπλοκῇ. οὐκ ἔστι δὲ ἐκεῖνα, ὡς ὁ Τίμαιος λέγει, ἀλλήλων χωριστὰ τόπῳ διαφόροις ἐνοικοῦντα τοῦ σώματος μορίοις. καλῶς δὲ καὶ τὴν διάφορον τῶν συνυπαρχουσῶν ζωῶν πιστοῦται ἰδιότητα ἐκ τῶν διαφόρων ἐνεργειῶν· εἰ γὰρ τὸ αἰσθάνεσθαι τοῦ δοξάζειν ἕτερον, καὶ τὸ αἰσθητικὸν τοῦ δοξαστικοῦ, καὶ ἡ αἴσθησις τῆς δόξης. ποιεῖ δὲ διαφορὰν τῶν ζῴων τὸ ἢ πάσας ἐνυπάρχειν τὰς ζωάς, ὡς ἐπὶ τῶν ἀνθρώπων, ἢ οὐ πάσας μὲν πλείους δέ, ὡς ἐπὶ τῶν ἄλλων ζῴων, ἢ μίαν μόνην τὴν φυτικήν, ὡς ἐπὶ τῶν φυτῶν. δι’ ὧν μοι δοκεῖ καὶ ἑκάστης ζωῆς διαφορὰν αὐτῆς πρὸς ἑαυτὴν αἰνίττεσθαι. οὐ γὰρ ὁμοία οὐδὲ πάντῃ ἀδιάφορος ἡ μετὰ λόγου αἴσθησις τῆς ἄνευ λόγου, ἀλλ’ οὐδὲ ἡ ὡρισμένην κινοῦσα φαντασίαν τῆς ἀορίστως φαντασιουμένης. διὸ καὶ πολλὴ καὶ ἡ κατὰ βάθος ἐν ἑκάστῃ ζωῇ διαφορά, καὶ ἐν τῇ φυτικῇ ζωῇ πολὺ τὸ διάφορον, ἢ λογικοῦ ὀργάνου οὔσῃ θρεπτικῇ, ἢ ἀλόγου μὲν κινουμένου δὲ κατὰ τόπον, ἢ μόνου αἰσθητικοῦ, ἢ τοῦ ἀναισθήτως ζῶντος καὶ κατερριζωμένου ἐν τῇ γῇ. τὴν δὲ αἰτίαν τούτων ἐρεῖ μετ’ ὀλίγον.
“至于灵魂的其余部分,从这些来看,显然并不如某些人所说的那样是可脱离的;但在定义上它们是相异的,则是显然的。” 所谓部分,并非如物体的部分那样(因为这已经得到证明),而是因其从不可分者的降下而被称为部分。他说“其余的”,是因为观照理智在向外偏斜并与低劣者结合时,也是一个部分。并且那些部分并不像《蒂迈欧篇》所言那样,因寄居于身体的不同部分而彼此在处所上相分离。他通过相异的现实活动,恰当地证实了共存诸生命的相异固有特征;因为如果知觉与持有意见相异,那么知觉能力与意见能力也相异,感觉与意见亦相异。造成动物之间差别的,在于或是所有的生命都内在其中(如在人身上),或并非全部但有多数内在其中(如在其余动物身上),或唯有植物性生命一种内在其中(如在植物身上)。借此,在我看来他也暗示了每一种生命自身对自身的差别。因为伴随理性的感觉既不同于、也并非在所有方面都无差别于不伴随理性的感觉,唤起确定表象的感觉也不同于不确定地形成表象的感觉。因此,在每一种生命的深处差别也是巨大的;在植物性生命中亦有巨大差异,视其是滋养理性的器官,还是滋养无理性但在处所上运动者,抑或滋养仅有感觉者,还是滋养无感觉地活着且生根于大地之中者。关于这些的原因,他稍后将会说明。
"Ἐπεὶ δὲ ᾧ ζῶμεν καὶ ᾧ αἰσθανόμεθα διχῶς λέγεται, καθάπερ ᾧ ἐπιστάμεθα." Ἐπειδὴ κεῖται εἶδός τι εἶναι ἡ ψυχή, οὐχ οἷον τὸ ἑαυτοῦ ὂν καὶ ἄυλον ἥ γε τῶν θνητῶν, ἀλλὰ σώματος ὀργανικοῦ, διὰ τούτων ὅτι ζωτικόν ἐστιν εἶδος ἐκ τοῦ ταύτῃ τὸ ἔμψυχον τοῦ ἀψύχου διαφέρειν λαβὼν διορίζει μὲν τὰ αἴτια καὶ τὰ αἰτιατὰ2 κἀν τοῖς αἰτίοις τίθεται τὴν ψυχήν, οὐ τοῖς ὑλικοῖς, ἀλλὰ τοῖς εἰδητικοῖς, οἷς καὶ τὰ ποιητικά τε καὶ τελικὰ συντρέχει, ἀφορίζει δὲ καὶ τὸ κατ’ αὐτὴν αἰτιατὸν καὶ ἐκφαίνει τὴν πρώτην οὐσίαν ἐν τοῖς ζῴοις τὴν ψυχὴν ὑπάρχουσαν. οὐσίαι μὲν γὰρ καὶ τὸ φυσικὸν σῶμα, ὅπερ ὡς ὕλη ἐν τοῖς ζῴοις, κυριωτέρα δὲ τὸ ἔμψυχόν τε καὶ ζῷον, ἧς πρώτη καὶ κρείττων ἅτε καθ’ αὑτὴν οὐσία ἡ ψυχή· καὶ γὰρ πᾶν εἶδος ἡ πρώτη οὐσία ἐστὶ καὶ καθ’ αὑτήν, καὶ μειζόνως τὸ ζωτικόν. διορίζων δὴ τὸ εἰδητικὸν αἴτιον τοῦ κατ’ αὐτὸ εἰδοποιουμένου ἐπὶ τῶν εἰς θεωρίαν νῦν προκειμένων διχῶς λέγεσθαί φησι τὸ ᾧ ζῶμεν, οὐ τῇ ὕλῃ λέγων·3 οὐ γὰρ ᾧ ζῶμεν, ἀλλ’ ᾧ δυνάμεθα ζῆν τὴν ὕλην φαμέν, ἐπειδὴ τὸ δυνάμει ἡ ὕλη εἰσάγει, τὸ δὲ ᾧ ζῶμεν τοῦ ἐνεργείᾳ ζῆν δηλωτικόν· ἀλλὰ διχῶς ἢ τῷ εἴδει ἢ τῷ συνθέτῳ, τῷ μὲν ὡς τῇ ἐνεργείᾳ καὶ τελειότητι τῷ εἴδει, τῷ δὲ ὡς τῷ ἐνεργείᾳ καὶ τελείῳ ὄντι τῷ συνθέτῳ. οὕτω γὰρ καὶ ἐπίστασθαι λέγομεν ἢ τῇ ἐπιστήμῃ ὡς τῷ εἴδει ἢ τῇ ψυχῇ, οὐ τῇ μήπω ἀλλὰ τῇ ἤδη ἐπιστημονικῇ, καὶ ὑγιαίνειν τῇ ὑγείᾳ ὡς τῷ εἴδει ἢ τῷ ὑγιαίνοντι σώματι, ἀλλ’ οὐ τῷ μὴ μετέχοντι πεφυκότι δὲ μετέχειν, εἰ μὴ κατὰ τὸ δυνάμει.
“既然我们借以活着和借以知觉者在两种意义上被言说,正如我们借以认知者一样。” 既然设定灵魂是某种形式,并非如自身存在且非质料性的形式(至少必死者的灵魂如此),而是有机身体的形式;他通过这些论点,从有生命者凭此不同于无生命者出发,把握到灵魂是给予生命的形式,进而区分了诸原因与结果,并将灵魂归于诸原因之中——不是质料原因,而是形式原因(制作原因与目的原因亦与形式原因汇聚于一),他也划定了依据灵魂所产生的结果,并阐明了灵魂作为第一实体存在于动物之中。因为自然的身体(在动物中作为质料存在)固然也是实体,但更为本原的则是具灵者与动物,对其而言,灵魂因就其自身而言即是实体,故是首要且更优越的;因为一切形式就其自身而言都是第一实体,给予生命的形式则更是如此。因此,在如今提出供观照考察的诸对象上,他在将形式原因与依其成形者区分开来时,说“我们借以活着者”是在两种意义上被言说的,并非意指质料;因为就质料而言,我们不说它是“我们借以活着者”,而是说它是“我们借以能够活着者”,既然质料引入了潜能,而“我们借以活着者”表明现实上的活着;这两种意义是指或者依形式,或者依复合体:依形式者是作为现实活动与完满,依复合体者则是作为处于现实中且完满的存在。因为我们说我们认知,同样是指或者依作为形式的知识,或者依灵魂(不是尚无知识的灵魂,而是已具知识的灵魂);说我们健康,同样是指或者依作为形式的健康,或者依健康的身体(但若非按照潜能而言,就绝非指未分有健康但本性适于分有的身体)。
- 2.44τὰ δὲ λοιπὰ εἶπεν, ὡς καὶ τοῦ θεωρητικοῦ νοῦ μορίου ὄντος
连词 ὡς 后接属格独立结构(τοῦ θεωρητικοῦ νοῦ μορίου ὄντος),用以表明亚里士多德使用“其余部分”(τὰ λοιπὰ μόρια)这一措辞的主观理据。其解释在于:观照理智在向外偏斜的层面上亦可被视作一个“部分”,因而其余诸能力才被称为“其余的”。
- 2.45Ἐπειδὴ κεῖται εἶδός τι εἶναι ἡ ψυχή ... διορίζει μὲν τὰ αἴτια καὶ τὰ αἰτιατά
长难复合句结构。主句的主动词为 διορίζει、ἀφορίζει 和 ἐκφαίνει,主语承前指亚里士多德。句首由 Ἐπειδή 引导的从属从句中嵌套了插入性限定语(οὐχ οἷον ... ἀλλὰ σώματος ὀργανικοῦ)以及修饰主动词的分词短语(διὰ τούτων ... λαβών)。其句法骨架为:“既然设定灵魂是形式……,[亚里士多德]在通过这些把握到……之后,区分了诸原因……划定了……并阐明了……”。
- 2.45οὐ τῇ ὕλῃ λέγων
与格 τῇ ὕλῃ 与分词 λέγων 连用,表示“就质料而言/适用于质料地说”。正如后文 οὐ γὰρ ᾧ ζῶμεν, ἀλλ’ ᾧ δυνάμεθα ζῆν τὴν ὕλην φαμέν 所表明的,此处旨在将质料从“我们借以活着者”的指涉对象中排除出去。
