- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:101.33-103.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘解释了植物和昆虫在分割中生命的存续(413b18–22),随后论证了观照理智是独立于身体、可分离且永恒的另一种灵魂之属(413b24)。
" Ὡς οὔσης τῆς ἐν αὐτοῖς ψυχῆς ἐντελεχείᾳ μὲν μιᾶς ἐν ἑκάστῳ φυτῷ, δυνάμει δὲ πλειόνων." Οὐ τῆς μιᾶς εἰς πλείους ὁμοίας μεριζομένης1 (μεριστὴ γὰρ ἂν εἴη ὡς ὁμοιομερές τι σῶμα), ἀλλὰ τῆς ἐν τῷ φυτῷ καὶ τῷ ἀποτμηθέντι παρούσης κλάδῳ μέχρι τινὸς καὶ ἐπιτήδειον αὐτὸν ποιούσης πρὸς ἰδίας ψυχῆς ὑποδοχήν, ἐπειδὰν φυτευθῇ. δυνάμει οὖν πλείους αἱ ἐν ἑνὶ φυτῷ ὡς διαιρεθέντι κατὰ κλάδους καὶ φυτευθέντι πλείους ἐνυπάρξουσαι.
“正如存在于它们之中的灵魂在每一个植物中现实上是一,而在潜能上则是多。” 并不是单一的灵魂被分割成多个相似的灵魂(因为那样它就会像同质部分组成的物体一样是可分的),而是存在于植物之中的灵魂在一定时间内也现存于被切下的枝条中,并在它被栽植时使之适合于接受自身的灵魂。因此,单一植物中的灵魂在潜能上是多的,意思是一旦它按枝条被分割并栽植,多重灵魂将内在存在于其中。
"Οὕτως ὁρῶμεν καὶ περὶ ἑτέρας διαφορὰς τῆς ψυχῆς." Τὸ οὕτως οὐ πρὸς τὸ πλείους εἶναι δυνάμει ψυχὰς ἀποδίδοται (οὐκέτι γὰρ ὡς ἐπὶ τῶν φυτῶν τοῦτο συμβαίνει) ἀλλὰ πρὸς τὸ διαιρούμενα καὶ αὐτὰ ζῆν τὴν ὅλην ἑκάτερον μόριον ζωήν.
“照这样,关于灵魂的其他差别我们同样看到。” “照这样”并非是指潜能上存在多重灵魂(因为这不再像植物那样发生),而是指在被分割时,每一个部分自身也都过着整体的生命。
"Εἰ δὲ αἴσθησιν, καὶ φαντασίαν." Εἰ γὰρ καὶ μὴ διηρθρωμένην, ἀλλ’ ἀόριστον καὶ τὰ ἔσχατα ἔχει ζῷα φαντασίαν, ἵνα καὶ ὀρέγηται τοῦ ἀπόντος.
“而如果具有感觉,也就具有表象。” 因为即使不是清晰分节的,最下等的动物也拥有不确定的表象,以便它们也能欲求缺席的事物。
"Περὶ δὲ τοῦ νοῦ καὶ τῆς θεωρητικῆς δυνάμεως οὐδέν πω φανερόν." Ἐπειδὴ νοῦν οἶδε καὶ τὴν καθαρῶς ἀμέριστον ὑπὲρ τὴν ψυχὴν οὐσίαν,2 νοῦν δὲ καλεῖ καὶ τὸν παθητικὸν ἐν συμπλοκῇ τῆς λογικῆς προϊούσης ζωῆς καὶ τῶν σωματοειδῶν ζωτικῶν δυνάμεων συνιστάμενον, καὶ πρός γε τὸν πρακτικὸν τὸν χρώμενον λόγον ταῖς τοιαύταις ζωαῖς, ἀλλ’ οὐκ ἐξ αὐτῶν συνεστῶτα, ἵνα τὸν μηδὲ χρώμενον αὐταῖς δηλώσῃ λόγον, νοῦν τε αὐτὸν καλεῖ καὶ θεωρητικὴν αὐτῷ ἀποδίδωσι δύναμιν, διὰ μὲν τῆς δυνάμεως τὴν ὕφεσιν αὐτοῦ πρὸς τὸν κρείττονα σημαίνων νοῦν, ἐπειδὴ τῇ δυνάμει οὐ πάνυ ἐπὶ τῆς ἀμερίστου χρῆται οὐσίας ὁ Ἀριστοτέλης, ἀλλὰ τῇ ἐνεργείᾳ, διὰ δὲ τοῦ θεωρητικοῦ τὴν εἰς ἑαυτὸν καὶ εἰς τὰ κρείττω τοῦ λόγου δηλῶν ἐπιστροφήν. περὶ δὴ τούτου οὐδὲν εἶναί λέγει φανερόν, ὡς μηδὲ τοῦ ἀποδεδομένου τῆς ψυχῆς ὅρου τῷ τοῦ θεωρητικοῦ λόγῳ ὡς θεωρητικῷ προσήκοντος, οὐδὲ [τῷ] πρὸς τὰς σωματικὰς ζωὰς ἡνωμένῳ· τοὐναντίον γὰρ ἐν τῷ χωρίζεσθαι ἀπ’ αὐτῶν ἡ θεωρία. ᾧ καὶ δῆλόν ἐστιν, ὡς ἕτερον γένος ἐστὶ ψυχῆς ὁ λόγος παρὰ τὰς ἀχωρίστους σωμάτων ὁ χωρίζεσθαι πεφυκώς, καὶ νῦν μὲν μίαν μετ’ αὐτῶν συμπληρῶν οὐσίαν, ὡς καὶ μετὰ σώματος τὴν σύνθετον, ποτὲ δὲ πάσας ἀπολείπων τὰς δευτέρας. καὶ τὸ ἔοικεν οὐκ ἀμφιβόλως εἴρηκεν, ὡς τῷ Ἀλεξάνδρῳ δοκεῖ (οὐδὲ γὰρ πολλὴ ἡ τοιαύτη τοῦ ἔοικε παρὰ τοῖς παλαιοῖς χρῆσις), ἀλλ’ ἀντὶ τοῦ πρέπει καὶ φαίνεται.3 ἑτέρα τε κατ’ οὐσίαν ἡ λογικὴ ψυχὴ τῶν λοιπῶν καὶ πάντῃ αὐτῶν ποτε χωριζομένη καὶ ἀΐδιος οὖσα ἐκείνων φθειρομένων, ὅσαι τοῦ φθαρτοῦ σώματος ἰδίως εἰσὶν ἐντελέχειαι. τό γε μὴν χωριστὸν καὶ ἀπὸ πασῶν ἔχει τῶν ὁποιουοῦν σώματος ἀχωρίστων. ἡ γὰρ θεωρία χωριστή ἐστιν ἐνέργεια, αὕτη δὲ οὐσίας χωριστῆς καὶ δι’ ὅλης ζώσης, μᾶλλον δὲ αὐτὸ τοῦτο ζωῆς οὔσης καὶ ὅλην ἑαυτὴν τῇ θεωρίᾳ ἀποπληρούσης καὶ οὔτε μεριστῆς (τοῦτο μὲν γὰρ οὐδ’ ἄλλο τι εἶδος, καὶ οὐχ ἥκιστα γνωστικόν) ἀλλ’ οὐδὲ μεριστῷ χρωμένης, διὰ τὸ καθ’ ὅρους βαίνειν καὶ διὰ τὴν εἰς ἑαυτὴν καὶ εἰς τὸ ἀμέριστον σύννευσιν. ὅθεν καὶ ἀΐδιος δείκνυται· οὔτε γὰρ ὡς μεριστὴ διαιρεθήσεται, ὅτι οὐ μεριστή, οὔτε ὡς σύνθετος διαλυθήσεται διὰ τὸ ἁπλοῦν, οὔτε ὡς τὰ μεριστὰ εἴδη τῆς ὕλης ἀναρμοστούσης διὰ τὸ χωριστόν. μόνος οὖν χωριστὸς ὁ λόγος, ἐπειδὴ αἱ ἄλλαι ζωαὶ σωματοειδεῖς πάσας ἔχουσι τὰς ἐνεργείας.
“关于理智和观照能力,目前尚无任何明朗之事。” 既然他知道超越灵魂的、纯粹不可分的实体也是理智,他也将生成于展开的理性生命与具身生命能力相结合之中的受动者称为理智,并且也将使用此类生命而非由此类生命构成的实践理性称为理智;为了表明甚至不使用这些生命的理性,他便称其为理智,并将观照能力归属于它——通过“能力”指明它相对于更高优越理智的下降(因为亚里士多德在不可分实体上几乎不用“能力”,而是用“现实活动”),而通过“观照的”显明理性向着自身以及向着更高优越者的复归。关于这一点,他说尚无任何明朗之事,因为给出的灵魂定义既不属于作为观照者的观照理性,也不属于与具身生命相结合者;因为相反地,观照活动正在于与它们相脱离。由此也显明,理性作为在本性上适于脱离者,是与不能脱离身体的诸生命相异的另一种灵魂之属,它有时与它们一起完满单一的实体(正如与身体一起完满复合实体一样),而在另一时则舍弃全部第二位阶的生命。他说“似乎(ἔοικε)”并不是带着存疑说的,正如亚历山大所认为的那样(因为在古人那里 ἔοικε 的这种用法并不多见),而是用来代替“适宜”和“显然可见”。理性灵魂在实体上相异于其余生命,并且某时完全与它们脱离,在作为可毁灭身体固有完全现实的诸生命毁灭时,它依然是永恒的。实际上,它拥有脱离于与任何身体不可分的全部生命之脱离性。因为观照是可脱离的现实活动,而这属于一个脱离的、整个地活着(或者更确切地说其自身即是生命、并通过观照使自身完全得到完满)的实体,它既非可分的(因为这不属于任何其他形式,更不属于认识性形式),也不使用可分者,这是由于它依照定义而行进,并且由于它向自身以及向不可分者的汇聚。因此它也被证明是永恒的;因为它既不会像可分者那样被分割(由于它并非可分),也不会像复合者那样被消解(由于它的单一纯粹性),也不会由于质料的不协调而像可分形式那样毁灭(由于其脱离性)。因此唯有理性是可脱离的,因为其余生命的一切现实活动都是具身的。
- 2.40Οὐ τῆς μιᾶς εἰς πλείους ὁμοίας μεριζομένης
独立属格分词结构由否定词 οὐ 和肯定词 ἀλλά 构成对比(Οὐ τῆς μιᾶς ... μεριζομένης ... ἀλλὰ τῆς ... παρούσης),解释了引文关于灵魂“在现实上是一,而在潜能上则是多”的具体所指。
- 2.43Ἐπειδὴ νοῦν οἶδε καὶ τὴν καθαρῶς ἀμέριστον ὑπὲρ τὴν ψυχὴν οὐσίαν
由开头的 Ἐπειδὴ 引导的长从句列举了理智的三种用法(超越的理智、受动理智和实践理性),并在插入一个表示目的的 ἵνα 从句后,最终落实到主句的动词 νοῦν τε αὐτὸν καλεῖ καὶ θεωρητικὴν αὐτῷ ἀποδίδωσι δύναμιν 上。
- 2.43καὶ τὸ ἔοικεν οὐκ ἀμφιβόλως εἴρηκεν, ὡς τῷ Ἀλεξάνδρῳ δοκεῖ ... ἀλλ’ ἀντὶ τοῦ πρέπει καὶ φαίνεται
关于亚里士多德原文(413b25)中动词 ἔοικε 释读的讨论。辛普利丘驳斥了亚历山大将其理解为怀疑或模棱两可(ἀμφιβόλως)的观点,而主张应肯定地理解为“适宜”(πρέπει)和“显然可见”(φαίνεται)。
