- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:998.20-1000.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里斯多德《物理学》237b23,论证在无限时间中一次性通过有限大小或运动是不可能的,先就匀速运动进行了论证,随后推广至非匀速运动。
" Ἐπεὶ δὲ πᾶν τὸ κινούμενον ἐν χρόνῳ κινεῖται ἕως τοῦ ἐν πεπερασμένῳ ἂν χρόνῳ τὸ ΑΒ κινοῖτο." Πρόκειται μὲν αὐτῷ δεῖξαι, ὅτι οὔτε ἐν ἀπείρῳ χρόνῳ δυνατόν ἐστιν πεπερασμένην κινεῖσθαι γραμμὴν ἢ κίνησιν οὔτε ἐν πεπερασμένῳ ἄπειρον. καὶ πρῶτον τὸ πρῶτον ῥηθέν. πῶς δὲ λαμβανομένης τῆς πεπερασμένης γραμμῆς ἢ κινήσεως ἀληθές ἐστι τὸ ἀδύνατον εἶναι πεπερασμένην ἐν τῷ ἀπείρῳ χρόνῳ κινεῖσθαι, προδιορίζεται· ὥστε γὰρ τὴν ὅλην πεπερασμένην οὖσαν ἅπαξ λέγειν ἐν παντὶ τῷ ἀπείρῳ διελθεῖν,1 καὶ μὴ τὴν αὐτὴν πολλάκις, ὥσπερ ὁρῶμεν ἐπὶ τοῦ κυκλοφορητικοῦ σώματος γινόμενον, ἢ τῆς αὐτῆς τι πάλιν καὶ πάλιν· οὕτω γὰρ ἐνδέχεται. ὥστε δὲ ἅπαξ τὴν αὐτὴν ἐν τῷ ἀπείρῳ κινηθῆναι χρόνῳ ἀδύνατον. καὶ φθάνει μὲν ἤδη δεδειχώς, ὅτι οὔτε ἐν ἀπείρῳ χρόνῳ πεπερασμένα τῷ πλήθει διέξεισιν οὔτε ἐν πεπερασμένῳ ἄπειρα, ὅτε πρὸς τὸν Ζήνωνος ἐνέστη λόγον. τὸ αὐτὸ δὲ νῦν τοῦτο δείκνυσι πρῶτον μὲν ἐπὶ μεγέθους, εἶτα καὶ ἐπ’ αὐτῆς τῆς κινήσεως, καθολικωτέρᾳ τῇ ἀποδείξει χρώμενος. προλαμβάνει δὲ τῶν ἤδη ὁμολογηθέντων τινά, ὅτι τε πᾶν τὸ κινούμενον ἐν χρόνῳ κινεῖται καὶ ὅτι τὸ αὐτὸ ἐν πλείονι χρόνῳ μεῖζον κινεῖται μέγεθος καὶ δηλονότι καὶ πλείονα κίνησιν. τοῦ δὴ κινουμένου ἢ ἰσοταχῶς ἢ ἀνισοταχῶς κινουμένου, ἐπὶ πρώτου τοῦ ἰσοταχῶς κινουμένου δείκνυσι τὸ προκείμενον, ἐφ’ οὗ καὶ προχειροτέρα ἐστὶν ἡ ἀπόδειξις. ληφθέντος γὰρ μορίου τινὸς τῆς ὅλης γραμμῆς ἢ τῆς ὅλης κινήσεως, ὃ καταμετρήσει τὴν ὅλην πεπερασμένην οὖσαν, ἔσται τι καὶ τοῦ χρόνου πεπερασμένον, ἐν ᾧ τὸ ληφθὲν μόριον ἐκινεῖτο τῆς γραμμῆς ἢ τῆς κινήσεως· εἰ γὰρ τὴν ὅλην ἐν τῷ ἀπείρῳ χρόνῳ ἐκινεῖτο, δῆλον ὅτι τὸ μέρος ἐν πεπερασμένῳ διὰ τὸ προληφθὲν ἀξίωμα τὸ λέγον, ὅτι τὸ αὐτὸ ἐν πλείονι χρόνῳ μεῖζον κινεῖται. ἐν ἴσοις οὖν τῷ ἀριθμῷ χρόνοις πεπερασμένοις, ὅσα τὰ μόριά ἐστι τῆς γραμμῆς καὶ τῆς κινήσεως, τὴν ὅλην κεκίνηται τὸ κινούμενον. εἰ οὖν τὰ μέρη τῆς γραμμῆς καὶ τῆς κινήσεως πεπέρανται καὶ τῷ μεγέθει καὶ τῷ ἀριθμῷ (τοῦτο γὰρ αὐτῷ σημαίνει τὸ τῷ πόσον ἕκαστον καὶ τῷ ποσάκις), καὶ τὰ τοῦ χρόνου μόρια ὁμοίως ἂν εἴη καὶ τῷ μεγέθει καὶ τῷ ἀριθμῷ πεπερασμένα· οὗ δὲ τὰ μόρια καὶ τῷ μεγέθει καὶ τῷ ἀριθμῷ πεπέρανται, τοῦτο καὶ αὐτὸ ὅλον ἂν εἴη πεπερασμένον· οὐκ ἄρα ἄπειρός ἐστιν ὁ χρόνος, ἀλλὰ πεπερασμένος, ἐν ᾧ τὴν πεπερασμένην γραμμὴν καὶ κίνησιν δίεισι τὸ κινούμενον. Κἂν μὴ ἰσοταχῶς δέ, φησί, κινῆται τὸ κινούμενον, οὐδὲν διαφέρει πρὸς τὸ δεῖξαι, ὅτι τὸ πεπερασμένον μέγεθος καὶ τὴν πεπερασμένην κίνησιν οὐκ ἐν ἀπείρῳ χρόνῳ δίεισι τὸ κινούμενον, ἀλλ’ ἐν πεπερασμένῳ ἑνὸς μόνου φυλαττομένου τοῦ ἐν πλείονι χρόνῳ ἄλλο προσλαμβάνειν διάστημα τὸ κινούμενον,2 ἄν τε ἰσοταχῶς κινῆται, ἄν τε παρὰ μέρος ἀνιῇ καὶ ἐπιτείνῃ, ἄν τε ἐπὶ τοῦ ἑτέρου τούτων μένῃ ἀεὶ ἢ τῆς ἀνέσεως ὡς ἀεὶ ἀνιέναι μόνον ἢ τῆς ἐπιτάσεως ὡς ἀεὶ ἐπιτείνειν. προστεθέντος γάρ τινος χρόνου, ἐν ᾧ κεκίνηταί τι τοῦ ὁπωσοῦν κινουμένου, πάντως καὶ διάστημά τι προστεθήσεται ἢ μεγέθους ἢ κινήσεως τῷ διαστήματι, ὃ φθάνει κεκινῆσθαι ἐν τῷ πρὶν ληφθέντι χρόνῳ. καὶ διαιρεῖται πάλιν καὶ ὁ χρόνος, κἂν εἰς ἄνισα τῇ γραμμῇ καὶ τῇ κινήσει,3 ἀλλ’ εἰς πεπερασμένα γε τῷ ἀριθμῷ καὶ τῷ μεγέθει.
“既然凡运动之物都在时间中运动,直至:它将在有限的时间中运动AB。” 他所提出的任务是证明,既不可能在无限的时间中运动有限的线或运动,也不可能在有限的时间中运动无限的[线或运动]。首先[他证明]首先说到的这一点。在怎样理解有限的线或运动时,在无限时间中运动有限者是不可能的这一论点才为真,对此他预先作了限定:即说整个作为有限者在整个无限[时间]中被通过一次,而不是同一事物被通过多次——正如我们在周行天体上看到发生的那样——也不是同一事物的某部分被反反复复地[通过]。因为以那样的方式是可能的。但是,在无限的时间中运动同一事物一次是不可能的。当他反对芝诺的论证时,他已经先行证明过,既不会在无限时间内通过数量有限的事物,也不会在有限时间内通过无限的事物。但现在他首先在大小上,继而也在运动本身上证明这同一结论,运用了更为普遍的论证。他预先设定了某些已被公认的前提:凡运动之物都在时间中运动,以及同一事物在更多的时间中运动更大的大小,并且显而易见也运动更多的运动。那么,既然运动之物要么匀速运动,要么非匀速运动,他首先就匀速运动之物证明所提出的论题,对于这种情况论证也更为简便。因为如果取整条线或整个运动的某个部分,该部分将度量出有限的整体,那么也将存在时间的某个有限部分,在其中它运动了线或运动的所取部分;因为如果它在无限时间中运动了整体,那么显而易见它在有限[时间]中[运动了]部分,这是由于预先设定的公理所致,该公理说同一事物在更多时间内运动更大的事物。因此,在数目与线及运动之部分相等的有限时间中,运动之物已经运动了整体。因此,如果线和运动的部分在大小和数量上都是有限的(因为对他而言,“每一部分有多大”和“多少次”就意味着这一点),那么时间的部分同样也将在大小和数量上是有限的。而凡部分在大小和数量上皆有限者,其自身作为整体也将是有限的。因此,运动之物通过有限的线和运动所用的时间不是无限的,而是有限的。 他说,即使运动之物不以匀速运动,对于证明运动之物不是在无限时间内而是在有限时间内通过有限大小和有限运动而言,也没有任何妨碍,只要唯独保持一件事:即在更多时间内运动之物获得另一间距——无论它是匀速运动,还是交替地减速与加速,抑或始终停留于其中之一,或者停留在减速中以致仅仅始终减速,或者停留在加速中以致始终加速。因为如果添加了某种时间,在其中无论如何运动之物运动了某物,那么无论如何也必将有大小或运动的某种间距被添加到它在先前所取时间内已经先行运动过的间距之上。而时间也再次被分割,即使被分割为对于线和运动而言不均等的[部分],但至少也是被分割为在数量和大小上有限的[部分]。
- 6.45ὥστε γὰρ τὴν ὅλην πεπερασμένην οὖσαν ἅπαξ λέγειν ἐν παντὶ τῷ ἀπείρῳ διελθεῖν
ὥστε 引导带不定式(λέγειν)的说明性从句,具体阐明前文动词 προδιορίζεται(预先限定)的内容。它与后文形成对比的 ὥστε δὲ ἅπαξ... ἀδύνατον 相呼应。
- 6.45ἑνὸς μόνου φυλαττομένου τοῦ ἐν πλείονι χρόνῳ ἄλλο προσλαμβάνειν διάστημα τὸ κινούμενον
ἑνὸς μόνου φυλαττομένου 是属格独立结构。随后的带定冠词不定式短语 τοῦ... προσλαμβάνειν διάστημα τὸ κινούμενον 是 ἑνὸς μόνου 的同位语属格,其中宾格的 τὸ κινούμενον 是不定式 προσλαμβάνειν 的逻辑主语。
- 6.45κἂν εἰς ἄνισα τῇ γραμμῇ καὶ τῇ κινήσει
带有 κἂν (= καὶ ἐάν) 的省略条件句,省略了谓语动词 διαιρῆται(“即使被分割为对于线和运动而言不相等的[部分]”)。与格 τῇ γραμμῇ καὶ τῇ κινήσει 是由形容词 ἄνισα 所要求的基准或关系与格。
