← 辛普里丘

亚里士多德《物理学》注释

§996.24-998.19

生成与消灭中的相互居先及瞬时变化

辛普利丘在对《物理学》237b9及以下的注解中论述道,在生成与消灭中,由于可分性与连续性,“正在生成”与“已经生成”同样相互居先,指出居先者有时是部分而非全体,并探讨了亚里士多德、亚历山大与泰奥弗拉斯托斯关于接触及瞬时变化的见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.44

" Φανερὸν οὖν, ὅτι καὶ τὸ γεγονὸς ἀνάγκη γίνεσθαι πρότερον ἕως τοῦ ὥστε, ἐν ᾧ ἂν ᾖ, οὐκ ἂν εἴη ὡς πρώτῳ." Πρότερον εἰπών, ὅτι ἡ αὐτὴ ἀπόδειξις ἡ πρὸ τοῦ μεταβεβληκέναι τὸ μεταβάλλειν δεικνῦσα καὶ τοῖς μὴ συνεχέσι προσήκει, τοῖς τε ἐναντίοις καὶ τοῖς κατὰ ἀντίφασιν, ὅταν ἀπὸ τοῦ χρόνου ληφθῇ ἡ ἀπόδειξις, νῦν δείκνυσιν ὅτι καὶ ἐπὶ τῶν κατὰ ἀντίφασιν μεταβαλλόντων, τουτέστι τῶν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ἢ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, τουτέστι τῶν γινομένων καὶ φθειρομένων ὅσα διαιρετὰ καὶ συνεχῆ ἐστιν,1 οὐ μόνον ἡ ἐκ τοῦ χρόνου ἀπόδειξις ἁρμόσει, ἀλλὰ καὶ ἡ ἀπὸ τοῦ μεγέθους. ὥστε τὸ γεγονὸς μέγεθος ἀνάγκη γίνεσθαι πρότερον καὶ τὸ γινόμενον γεγονέναι.2 καὶ οὐκ ἐπὶ τῶν γινομένων μόνον ἀληθὴς ὁ λόγος, ἀλλ’ ἐπὶ πάντων τῶν ὁπωσοῦν μεταβαλλόντων. οὐ μέντοι ἀεὶ ὃ γίνεται τοῦτο καὶ γέγονε πρότερον, ἀλλά τι τῶν ἐκείνου μερῶν. γινομένης γὰρ ἔτι τῆς οἰκίας, γέγονέ τι αὐτῆς ἤδη ὁ θεμέλιος, ὅταν οἱ τοῖχοι καὶ ὁ κέραμος γίνηται. καὶ ἐπ’ αὐτοῦ δὲ ἴσως τοῦ θεμελίου ἀληθὲς εἰπεῖν, ὅτι γινομένου ἀεί τι προγέγονε διὰ τὸν ἐπ’ ἄπειρον μερισμόν. διὰ τί δὲ εἰπὼν ἀλλὰ ἄλλο προσέθηκε τὸ ἐνίοτε; ἀεὶ γὰρ ἐπὶ τοῦ ἔτι γινομένου μέρος τι αὐτοῦ προγέγονεν. ἢ τὸ ἐνίοτε πρόσκειται οὐχὶ ἐφ’ ὧν τὸ γεγονέναι προηγεῖται τοῦ γίνεσθαι, ἀλλ’ ἐφ’ ὧν τὸ γίνεσθαι τοῦ γεγονέναι· καὶ γὰρ ἐνίοτε μὲν αὐτὸ τοῦτο ἐλέγετο γίνεσθαι, ὃ νῦν γεγονέναι λέγεται, οἷον ἡ οἰκία ἢ ὁ θεμέλιος, ἐνίοτε δὲ τὸ γινόμενον πρότερον οὐ τοῦτο ἦν ὃ νῦν γέγονεν, ἀλλὰ ἄλλο τι καὶ μέρος αὐτοῦ· εἰ γὰρ ἡ οἰκία γέγονεν, ἐγίνετο πρότερον· ἀλλ’ ἐγίνετο μὲν καὶ ὅτε ἐτελειοῦτο ἡ σύμπασα οἰκία, οὐ μὴν ἀλλὰ καὶ ὅτε ὁ θεμέλιος αὐτῆς ἐγίνετο, τῆς οἰκίας τι ἦν τὸ γινόμενον. ὁμοίως δὲ ἔχει, φησί, καὶ ἐπὶ τοῦ ἐφθαρμένου ὥσπερ ἐπὶ τοῦ γινομένου. καὶ γὰρ τοῦ φθείρεσθαι τὸ ἐφθάρθαι προηγεῖται, καὶ τοῦ ἐφθάρθαι τὸ φθείρεσθαι. καὶ ἐπὶ τούτων οὐκ ἀνάγκη τὸ ἐφθαρμένον τοῦτο εἶναι, ὃ ἐφθείρετο πρότερον, οὐδὲ τὸ φθειρόμενον, ὃ ἔφθαρτο. ἀλλὰ δύναται καὶ μόριον τοῦ ὅλου τὸ ἡγούμενον εἶναι· ὡς γὰρ ἐπὶ γενέσεως οὕτως ἀνάγκη καὶ ἐπὶ φθορᾶς ἔχειν. καὶ τὴν αἰτίαν τοῦ προηγεῖσθαι ἀλλήλων ταῦτα ἐπί τε τῆς γενέσεως καὶ τῆς φθορᾶς προσέθηκε τὸ ἐνυπάρχειν τι ἄπειρον τοῖς γινομένοις καὶ φθειρομένοις. σωμάτων γάρ ἐστι καθ’ αὑτὸ καὶ κυρίως ἡ γένεσις καὶ ἡ φθορά, τὰ δὲ σώματα ἐπ’ ἄπειρον διαιρετά. καὶ τούτου δὲ αἴτιον τὸ συνεχῆ αὐτὰ εἶναι· πᾶν γὰρ συνεχὲς ἐπ’ ἄπειρόν ἐστι διαιρετόν, ὅτι οὐ σύγκειται ἐξ ἀμερῶν τὰ συνεχῆ. καὶ ὁ χρόνος δὲ ἐν ᾧ γένεσίς ἐστι καὶ φθορὰ συνεχὴς ὢν ἐπ’ ἄπειρόν ἐστι καὶ αὐτὸς διαιρετός. ὥστε καὶ διὰ τὴν ἀπὸ τοῦ χρόνου καὶ διὰ τὴν ἀπὸ τοῦ μεγέθους ἀπόδειξιν καὶ ἐπὶ γενέσεως καὶ ἐπὶ φθορᾶς ἀεὶ προηγήσεται τοῦ ἑτέρου τὸ ἕτερον. Τὸ δὲ ἐν ἀρχῇ τῆς λέξεως τὸ ὅσα διαιρετὰ καὶ συνεχῆ προσκεῖσθαί φησιν ὁ Ἀλέξανδρος, ὅτι ἔστι τινά, ἐφ’ ὧν τὸ γενέσθαι κατηγοροῦμεν, οὐ διὰ γενέσεως τὸ εἶναι ἔχοντα· τὰς γοῦν ἁφὰς γεγονέναι λέγομεν, οὐ μὴν γίνεσθαι. καὶ δῆλον ὅτι ἐπὶ τῶν τοιούτων οὐ προηγεῖται τοῦ γεγονέναι τὸ γίνεσθαι οὐδὲ τοῦ γίνεσθαι τὸ γεγονέναι, εἴπερ μηδὲ ἔστιν ὅλως ἐν αὐτοῖς τὸ γίνεσθαι. ὅλως δὲ τὸ προηγεῖσθαι ἀεὶ τοῦ μὲν μεταβεβληκέναι τὸ μεταβάλλειν, τοῦ δὲ μεταβάλλειν τὸ μεταβεβληκέναι, ἐπὶ μὲν τῆς κατὰ τόπον μεταβολῆς γνωριμώτερόν ἐστι διὰ τὸ συνεχὲς εἶναι τὸ τοῦ τόπου διάστημα καὶ ὁμοίως διαιρεῖσθαι τῷ χρόνῳ, ἐπὶ δὲ τῶν ἄλλων μεταβολῶν διορίζεσθαι ἀσφαλές, ὡς εἰ μὲν ἅπασα μεταβολὴ ἐν χρόνῳ, ἀληθὲς ὅτι τοῦ μεταβεβληκέναι προηγεῖται κατὰ χρόνον τὸ μεταβάλλειν, καὶ τοῦ μεταβάλλειν τὸ μεταβεβληκέναι. εἰ δὲ καὶ ἀθρόως γίνονταί τινες μεταβολαί, οὐκέτι ἴσως τούτῳ συγχωρητέον. ἀθρόως δέ, οὐχ ὡς καθόλου τὰ μόρια μόνον, ὡς ἐπὶ τῆς πήξεως, ἀλλ’ οὐχ ὡς ἐν χρόνῳ.3 ἐπὶ γὰρ τούτων οὐ προηγεῖται ἀλλήλων τό τε μεταβάλλειν καὶ τὸ μεταβεβληκέναι, ὅτι οὐδὲ ἔστιν ὅλως ἐπ’ αὐτῶν τὸ μεταβάλλειν. δοκεῖ δὲ ὁ Θεόφραστος ἀπορεῖν, εἰ πᾶσα μεταβολὴ ἐν χρόνῳ, ὑφορώμενος ἴσως τὰς ἀπὸ σκότους εἰς φῶς μεταβολάς, ὅταν εἰσκομισθέντος εἰς τὸ δωμάτιον λύχνου πᾶς ἀθρόως ὁ οἶκος ἀναπλησθῇ τοῦ φωτὸς ἄνευ χρόνου. ἡ δὲ ἁφή, εἰ μὴ διὰ γενέσεως τὸ εἶναι ἔχει, οὐδὲ γεγονέναι λέγεται, ἀλλ’ εἶναι ἄνευ γενέσεως. διὸ ἐν τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ ἓν τῶν τοῦ ἀγενήτου σημαινομένων τὸ κατὰ τὴν ἁφὴν Ἀριστοτέλης εἶναί φησιν.

“因此显而易见,已经生成的事物也必然在较先时正在生成,直至:因此在它所处于的任何[时间]中,都不会以最初的方式处于其中。” 在较先时他说过,证明正在变化先于已经变化的同一论证,当论证取自时间时,也适用于非连续之物,即对立者和处于矛盾对立中的事物;而现在他证明,在依矛盾对立而变化的事物上,即从非存在向存在或从存在向非存在[变化者]上,换言之,在生成和消灭的事物中凡属可分且连续者上,不仅取自时间的论证适用,取自大小的论证也同样适用。因此,已经生成的大小必然在较先时正在生成,而正在生成者也必然已经生成。并且这一论述不仅在生成的事物上是真实的,而且在无论以何种方式变化的一切事物上都是真实的。然而,并非始终是正在生成的这同一事物在较先时已经生成,而是其部分的某一部分。因为当房屋仍在生成时,当墙壁和屋瓦正在生成之际,其一部分即地基已经生成了。并且大概在地基本身之上这样说也是真实的:在其生成之际,由于向着无限的分割,始终有某种部分已经预先生成。但为什么他在说了“而是另一事物”之后又补充了“有时”?因为对于仍在生成之物而言,始终是其某一部分预先生成。抑或“有时”的附加,并非针对已经生成先于正在生成的情形,而是针对正在生成先于已经生成的情形?因为确实有时正是现在被称为已经生成的这同一事物先前被称为正在生成,例如房屋或地基,但有时较先时正在生成之物并不是现在已经生成的这同一事物,而是另一事物即其一部分。因为如果房屋已经生成,它在较先时正在生成;然而不仅在整座房屋正在完工时它正在生成,而且当其地基正在生成时,正在生成的也是房屋的某部分。他说,在已经被消灭者身上也与正在生成者身上类似。因为已经被消灭先于正在被消灭,而正在被消灭也先于已经被消灭。并且在这些情形中,已经被消灭者并不必然就是先前正在被消灭的这同一事物,正在被消灭者也不必然就是曾经被消灭的这同一事物;相反,在先者也可以是全体的一部分;因为生成的情形如何,消灭的情形也必然如何。而关于这些在生成和消灭中相互居先的原因,他补充说是由于某种无限性内在存在于生成和消灭的事物中。因为就自身而言且本真意义上的生成和消灭属于物体,而物体是可无限分割的。这的原因则是它们是连续的;因为凡连续之物皆可无限分割,因为连续之物并非由无部分者构成。并且生成和消灭所处于其中的时间作为连续之物,其自身也是可无限分割的。因此,无论是通过根据时间的论证还是通过根据大小的论证,在生成和消灭中,一者都始终先于另一者。亚历山大说,在文句开头附加“凡属可分且连续者”是因为,在我们对其述说“已经生成”的事物中,有些并不是通过生成而获得其存在的;无论如何,我们说接触“已经生成”,却绝不说它们“正在生成”。显而易见,在这类事物上,正在生成并不先于已经生成,已经生成也不先于正在生成,既然在它们之中根本不存在正在生成。总的来说,正在变化始终先于已经变化,而已经变化始终先于正在变化,在依处所的变化中更为人所熟知,因为处所的间隔是连续的且与时间类似地被分割;但在其他变化中,较为稳妥的做法是作出限定:如果一切变化都在时间中,那么在时间上正在变化先于已经变化、已经变化先于正在变化就是真实的。但如果某些变化也是一齐发生的,那么这一点大概就不再应当被承认了。所谓一齐,不仅指如在凝固的情形中所有部分同时发生,而是指不在时间中发生。因为在这些情形中,正在变化和已经变化并不相互居先,因为在它们身上根本不存在正在变化。泰奥弗拉斯托斯似乎对是否一切变化都在时间中提出了疑难,他大概是疑虑于从黑暗到光明的变化,即当油灯被带入房间时,整座房屋在没有时间的情况下齐然充满光明。另一方面,接触如果不是通过生成而获得存在,甚至不被称为已经生成,而是不经生成而存在。因此亚里斯多德在《论天》第一卷中说,“非生成的”诸含义之一就是依接触而言的。

语法注3 条
  1. 6.44ὅσα διαιρετὰ καὶ συνεχῆ ἐστιν

    关系从句 ὅσα διαιρετὰ καὶ συνεχῆ ἐστιν 限制性地修饰前项 τῶν γινομένων καὶ φθειρομένων,意为“在生成和消灭的事物中凡属可分且连续者”。后文引用亚历山大之处(Τὸ δὲ ἐν ἀρχῇ τῆς λέξεως τὸ ὅσα διαιρετὰ καὶ συνεχῆ προσκεῖσθαί φησιν ὁ Ἀλέξανδρος)亦专门探讨了该限制短语的作用。

  2. 6.44ἢ τὸ ἐνίοτε πρόσκειται οὐχὶ ἐφ’ ὧν τὸ γεγονέναι προηγεῖται τοῦ γίνεσθαι, ἀλλ’ ἐφ’ ὧν τὸ γίνεσθαι τοῦ γεγονέναι

    小词 ἤ 为前文的疑问(διὰ τί δὲ...;)提出另一种解答(“抑或是……”)。ἐφ' ὧν 由介词 ἐπί 支配属格关系代词,表示“在……的情形中”,对比了两个以带冠词的主格与属格不定式构成的分句(τὸ γεγονέναι προηγεῖται τοῦ γίνεσθαι 与省略了 προηγεῖται 的 τὸ γίνεσθαι τοῦ γεγονέναι)。

  3. 6.44ἀθρόως δέ, οὐχ ὡς καθόλου τὰ μόρια μόνον, ὡς ἐπὶ τῆς πήξεως, ἀλλ’ οὐχ ὡς ἐν χρόνῳ.

    此处为一个省略结构的解释句,说明 ἀθρόως 的含义(即“所谓‘一齐’,不仅是指……,而是指……”)。骨架为 οὐχ ὡς... μόνον... ἀλλ’ οὐχ ὡς...,明确指出“一齐”不仅指诸部分整体同时发生变化(如凝固),更是指不在时间中发生(非历时性的瞬时发生)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:996.24-998.19