← 辛普里丘

亚里士多德《物理学》注释

§1000.5-1001.19

非匀速运动中有限大小与有限时间的论证

辛普里丘解释了亚里士多德关于即便在非匀速运动中有限大小也不可能在无限时间内被通过的证明,通过将大小均分耗尽为有限个部分、其所对应的各个有限时间之和亦为有限这一事实,以第二格三段论进行了重构论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.45#2

δείκνυσι δὲ αὐτὸ προλαβὼν τὸ ἤδη δεδειγμένον, ὅτι πᾶν τὸ κινούμενον πρότερον ἄλλο μόριον τούτου κεκίνηται ἐν μορίῳ τοῦ παντὸς χρόνου· τῶν γὰρ τοῦ μεγέθους καὶ τῆς κινήσεως μορίων, ἃ κινεῖται, ἄλλο ἄλλου πρότερον κεκίνηται κατὰ τὰ μόρια τοῦ χρόνου τὰ πρῶτα καὶ τὰ ὕστερα τὴν τάξιν τῆς κινήσεως ποιούμενον τὸ κινούμενον·1 οὐ γὰρ ἅμα πᾶν τὸ διάστημα κεκίνηται. ἀλλὰ μὴν οὕτω γινομένης τῆς κινήσεως, ἄν τῷ τοσῷδε χρόνῳ τοσήνδε τινὰ ᾖ κεκινημένον εἴτε ἰσοταχῶς εἴτε ἀνισοταχῶς κινούμενον, προστεθέντος τινὸς χρόνου ἐν τῷ πλείονι πλείονα κινηθήσεται· οὐ γὰρ δὴ τὴν αὐτὴν καὶ ἐν τῷ πλείονι καὶ ἐν τῷ ἐλάττονι, εἴπερ ἀληθὲς ἐκεῖνο τὸ ἀξίωμα τὸ λέγον ἐν τῷ πλείονι χρόνῳ μεῖζον κινεῖσθαι διάστημα τὸ κινούμενον καὶ μὴ τὸ αὐτὸ ἔν τε τῷ πλείονι καὶ τῷ ἐλάττονι, πρὸς τὴν τοῦ χρόνου προσθήκην καὶ τῆς κινήσεως καὶ τοῦ μεγέθους προστιθεμένων. διὸ παρέλαβεν τὸ τὰ πρῶτα μόρια τοῦ μεγέθους ἢ τῆς κινήσεως κατὰ τὰ πρῶτα μόρια τοῦ χρόνου κινεῖσθαι τὸ κινούμενον. ἐὰν οὖν μόρια ἔχῃ τό τε διάστημα καὶ ἡ κίνησις οἷον τὸ ΑΒ, ὧν τὰ μὲν πρῶτα, τὰ δὲ ὕστερα κεκίνηται τὸ κινούμενον, ἐὰν ἀφέλωμέν τι μόριον τὸ ΑΕ, ὃ τὴν ὅλην τὴν ΑΒ πεπερασμένην καταμετρήσει, καὶ ἀπὸ τοῦ ΓΔ ἀπείρου χρόνου ἀφέλωμεν, ἐν ᾧ τὸ μόριον ἐκεῖνο ἀνισοταχῶς ἐκινήθη τὸ κινούμενον, ἔσται δηλονότι πεπερασμένον καὶ μόριον τοῦ παντός. κἂν πάλιν ἄλλο τοῦ διαστήματος καὶ τῆς κινήσεως ἀφέλωμεν καὶ λάβωμεν τὸν τούτου χρόνον πεπερασμένον, κἂν μὴ ἴσος ᾖ τῷ πρώτῳ ἀφαιρεθέντι χρόνῳ, πεπερασμένος ὅμως ἐστί, διότι τὸ ὅλον διάστημα τὸ πεπερασμένον ἐν τῷ ἀπείρῳ ἐκινεῖτο χρόνῳ τὸ κινούμενον. ἀδύνατον δὲ ἐν τῷ αὐτῷ τό τε ὅλον καὶ τὸ μέρος κινεῖσθαι, ἐὰν δὴ ἀφαιροῦντες ἀεὶ ἀπὸ τοῦ πεπερασμένου διαστήματος ἢ τοῦ μεγέθους ἢ τῆς κινήσεως ἴσα τῷ πρώτῳ ἀφαιρεθέντι δαπανήσωμεν αὐτό, καὶ καθ’ ἕκαστον ἀπὸ τοῦ ἀπείρου χρόνου τοῦ ΓΔ πεπερασμένον ἀφέλωμεν, ἐν ᾧ κινεῖται τὸ ἀνισοταχῶς κινούμενον, τοσαῦτα ἔσται τὰ τοῦ ἀριθμοῦ μόρια, ὅσα καὶ τὰ τοῦ μεγέθους,2 πεπερασμένα δὲ τὸν ἀριθμὸν τὰ τοῦ μεγέθους· πᾶν γὰρ πεπερασμένον εἰς ἴσα ἀλλήλοις πεπερασμένα τῷ ἀριθμῷ διαιρεῖται. καὶ οἱ χρόνοι ἄρα κατ’ ἀριθμὸν πεπερασμένοι ἔσονται, ἐν οἷς τὸ πᾶν διάστημα διελεύσεται τὸ κινούμενον. ὁ δὲ ἐκ πεπερασμένων τῷ ἀριθμῷ καὶ τῷ διαστήματι συγκείμενος χρόνος πεπερασμένος καὶ αὐτός ἐστιν. ἐν πεπερασμένῳ ἄρα χρόνῳ τὴν πεπερασμένην καὶ γραμμὴν καὶ κίνησιν κινήσεται τὸ κινούμενον καὶ οὐκ ἐν ἀπείρῳ. κἂν γὰρ μὴ ἴσα ᾖ τὰ τοῦ χρόνου διαστήματα διὰ τὸ ἀνισοταχὲς τῆς κινήσεως, ἀλλὰ πεπερασμένα γε ὄντα τῷ ἀριθμῷ καὶ ἕκαστον τῷ μεγέθει πεπερασμένον τὸ ὅλον πεπερασμένον ποιεῖ, κἄν τε ἴσα ᾖ κἄν τε ἄνισα. καὶ εἴη ἂν ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι τοιοῦτος· ὁ χρόνος ἐν ᾧ τὸ κινούμενον τὴν πεπερασμένην κινεῖται εἴτε γραμμὴν εἴτε κίνησιν ὑπὸ μορίων ἀπαρτίζεται καὶ καταμετρεῖται τῷ ἀριθμῷ καὶ τῷ μεγέθει πεπερασμένων· ὁ ἄπειρος χρόνος ὑπὸ τοιούτων μορίων οὐκ ἀπαρτίζεται· ὁ ἄρα χρόνος, ἐν ᾧ τὴν πεπερασμένην δίεισι τὸ κινούμενον, οὐκ ἔστιν ἄπειρος. ἐπειδὴ δὲ τοῦ ἀπείρου χρόνου οὐκ ἦν ληφθῆναί τι μόριον, ὃ καταμετρήσει αὐτόν, καθ’ ἕκαστον δὲ μόριον τοῦ μεγέθους, ὃ κινεῖται τὸ κινούμενον, ἢ τῆς κινήσεως, δύναταί τι ληφθῆναι τοῦ χρόνου μόριον πεπερασμένον, καὶ συναπαρτίζεται τὰ μόρια τοῦ χρόνου τοῖς μορίοις τοῦ μεγέθους ἢ τῆς κινήσεως, ἐάν τε ἴσα ᾖ ἀλλήλοις ἐάν τε ἄνισα, ὁ δὲ ἐκ πεπερασμένων καὶ τῷ μεγέθει καὶ τῷ ἀριθμῷ χρόνος πεπερασμένος ἐστὶ καὶ οὐκ ἄπειρος, διὰ τοῦτο οὕτω μετεχειρίσατο τὴν ἀπόδειξιν.

他通过预先设定已被证明的结论来证明这一点,即凡运动之物都曾在整个时间的某一部分中预先运动了此物之另一部分;因为在它所运动的大小和运动的各个部分中,运动之物依照时间的先后部分、一个先于另一个地运动了它们,构成了运动的秩序;因为并非一下就运动了整个间距。然而,在运动如此发生时,无论以匀速还是非匀速运动,如果在如此多的时间内已经运动了如此多的某物,那么在添加了某种时间后,在更多[时间]中它将运动更多;因为绝不会在更多和更少[时间]中运动同一事物,假若那条公理为真——该公理说在更多时间内运动之物运动更大的间距,而不是在更多和更少[时间]中运动同一事物,且运动与大小都随着时间的添加而相应被添加。为此他设定了前提:运动之物依照时间的最初部分运动大小或运动的最初部分。因此,如果间距和运动——比如AB——具有诸部分,运动之物先前运动了其中的前一部分,后继运动了后一部分,如果我们取走某个将度量出作为有限者的整个AB的部分AE,并且从无限的时间ΓΔ中取走运动之物非匀速运动那一部分所用的[时间],它显然将是有限的,且为整体的一个部分。并且如果我们再次取走间距和运动的另一[部分]并将其时间取为有限的,即便它不等于最先被取走的时间,它也依然是有限的,因为运动之物曾是在无限时间内运动作为有限者的整个间距。但整体和部分不可能在同一者中被运动;那么,如果我们通过不断从有限间距或大小或运动中取走与最先被取走者相等的部分而将它耗尽,并针对每一部分从无限时间ΓΔ中取走运动之物非匀速运动于其中的有限[时间],那么数的部分将与大小的部分一样多,而大小的部分在数目上是有限的;因为凡有限者皆被分割为彼此相等且在数量上有限的部分。因此,运动之物通过整个间距所用的时间在数量上也必将是有限的。而由在数量和间距上皆有限者组成的时间,其自身也是有限的。因此,运动之物将在有限时间内运动有限的线和运动,而不是在无限时间内。因为即使由于运动的不匀速性使得时间中间距不相等,但它们既然在数量上有限且每一部分在大小上有限,无论它们相等还是不相等,都会使整体成为有限的。第二格的三段论将是这样的:运动之物运动有限的线或运动所用的时间,是由在数量和大小上有限的部分所补足并度量的;无限时间不被这样的部分所补足;因此,运动之物通过有限者所用的时间不是无限的。既然无法从无限时间中取出某个度量它的部分,而针对运动之物所运动的大小或运动的每一个部分,都可以取出时间的某个有限部分,且时间的部分与大小或运动的部分相对应地补足,无论它们彼此相等还是不相等,并且由在大小和数量上皆有限者构成的时间是有限的而非无限的,因此他才以这种方式处理了这一论证。

语法注2 条
  1. 6.45καὶ ἀπὸ τοῦ ΓΔ ἀπείρου χρόνου ἀφέλωμεν, ἐν ᾧ τὸ μόριον ἐκεῖνο ἀνισοταχῶς ἐκινήθη τὸ κινούμενον

    在条件从句 ἐὰν ἀφέλωμεν... καὶ ἀφέλωμεν 的第二分句中,动词 ἀφέλωμεν 的直接宾语(时间的某部分)在关系从句 ἐν ᾧ... 之前被省略,依据上下文须补充为与前一分句的 τι μόριον 相对的“运动之物运动该部分所用的时间”。

  2. 6.45τοσαῦτα ἔσται τὰ τοῦ ἀριθμοῦ μόρια, ὅσα καὶ τὰ τοῦ μεγέθους

    短语 τὰ τοῦ ἀριθμοῦ μόρια 与后文的 πεπερασμένα δὲ τὸν ἀριθμὸν τὰ τοῦ μεγέθους 及时间部分的讨论相呼应,指数量上的各部分(或就时间而言的各数位单位)。句式骨架为相关结构 τοσαῦτα ἔσται... ὅσα καί...(“……与……一样多”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1000.5-1001.19