← 辛普里丘

亚里士多德《物理学》注释

§995.16-996.23

大小的可分性与变化状态的相互先行

辛普里丘注解了亚里士多德除时间的可分性之外进一步根据大小的无限可分性证明“已变化者较先时正在变化”,并通过在连续线段上进行分割与增加的模型,阐明了两种状态相互先行这一普遍结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.43

" Ἔτι δὲ ἐπὶ τοῦ μεγέθους φανερώτερον ἕως τοῦ καθάπερ ἐπὶ τῶν αὐξανομένων καὶ καθαιρουμένων γραμμῶν." Ἀπὸ τοῦ χρόνου ἐν ᾧ ἡ μεταβολὴ δείξας, ὅτι πρὸ τοῦ μεταβεβληκέναι ἐστὶ τὸ μεταβάλλειν, τὸ αὐτὸ ἐναργέστερον εἶναί φησιν ἀπὸ τοῦ μεγέθους καθ’ ὃ ἡ μεταβολή, ἐπὶ τῶν κατὰ μέγεθος δηλονότι μεταβαλλόντων· ταῦτα δέ ἐστι τά τε κατὰ τόπον μεταβάλλοντα καὶ τὰ κατὰ αὔξησιν καὶ φθίσιν. τὰ γὰρ κατὰ ποιὸν μεταβάλλοντα οὐχ ὑποπίπτει ταύτῃ τῇ ἀπὸ τοῦ μεγέθους ἀποδείξει, ὥσπερ οὐδὲ τὰ γινόμενα καὶ φθειρόμενα. οὐδὲ γὰρ κατὰ ποσὸν ἡ τούτων μεταβολή, ὥστε οὐδὲ κατὰ συνεχὲς καὶ ἀεὶ διαιρετόν, ἐξ ὧν ἡ ἀπόδειξις γέγονεν. ὅτι δὲ φανερώτερον ἐπὶ τοῦ μεγέθους ἢ ἐπὶ τοῦ χρόνου τὸ προκείμενόν ἐστι, δῆλον, εἴπερ ἐν μὲν τῇ ἀπὸ τοῦ χρόνου ἀποδείξει καὶ τῷ μεγέθει προσεχρήσατο, ὅτε ἔλεγεν “ἐν τῷ ἡμίσει ἄλλο ἔσται μεταβεβληκὸς καὶ πάλιν ἐν τῷ ἐκείνου ἡμίσει ἄλλο.” ἐν δὲ τῇ ἀπὸ τοῦ μεγέθους οὐ δεῖται τοῦ χρόνου. δείκνυσι δὲ αὐτὸ λαβὼν δύο μεγέθη ἢ τοῦ τόπου ἐπὶ τῆς κατὰ τόπον μεταβολῆς ἢ καθ’ ὃ ἡ αὔξησις καὶ φθίσις, καὶ τὸ μὲν ἐξ οὗ μεταβάλλει, τὸ δὲ εἰς ὃ μεταβάλλει πρώτως, τὸ μὲν Γ τὸ δὲ Δ θέμενος. ἐφ’ ὧν ἀνάγκη ἢ ἀδιαίρετον εἶναι ὅλον τὸ ΓΔ ἢ διαιρετόν.1 ἀλλὰ ἀδιαίρετον ἀδύνατον· ἀμερὲς γὰρ ἀμεροῦς ἔσται ἐχόμενον τό τε ἐξ οὗ καὶ τὸ εἰς ὅ.2 εἰ δὲ διαιρετόν, μέγεθός ἐστι μεταξύ, οὗ τὸ μὲν ἐξ οὗ ἀρχή ἐστι, τὸ δὲ εἰς ὃ τελευτή. τὸ δὲ μέγεθος διαιρετὸν εἰς ἀεὶ διαιρετά. ὥστε εἰς τὰ μέρη μεταβάλλει πρότερον καὶ εἰς τὰ τῶν μερῶν μέρη. ταῦτα δὲ εἰπὼν κοινὸν ἐπάγει συμπέρασμα, ὅτι ἀνάγκη τὸ μεταβεβληκὸς μεταβάλλειν πρότερον. καὶ ἐπειδὴ ἡ προσεχὴς ἀπόδειξις ἡ ἀπὸ τοῦ μεγέθους ἤτοι τοῦ συνεχοῦς οὐκ ἐπέβαλλεν τοῖς κατὰ ποιότητα, ἅπερ εἶπεν ἐναντία, οὐδὲ τοῖς κατὰ γένεσιν καὶ φθορὰν μεταβάλλουσιν, ἅπερ ἐν ἀντιφάσει καλεῖ, καὶ ἐν τούτοις φησὶ τὴν αὐτὴν εἶναι ἀπόδειξιν3 ἀπὸ τοῦ χρόνου λαμβανομένην, ἐν ᾧ μεταβέβληκε. τοιαύτη δὲ ἦν ἡ πρὸ ταύτης ἀπόδειξις τῷ συνεχεῖ καὶ ἀεὶ διαιρετῷ τοῦ χρόνου ἐπὶ πάσης μεταβολῆς συγχρησαμένη. εἰκότως οὖν ἄμφω ὁμοῦ λοιπὸν καθόλου συνεπεράνατο, ὅτι καὶ τὸ μεταβεβληκὸς ἀνάγκη μεταβάλλειν πρότερον καὶ τὸ μεταβάλλον μεταβεβληκέναι, καὶ ἑκάτερον ἀεὶ πρὸ τοῦ ἑτέρου. οὐ γὰρ ἔστι τὸ πρῶτον καὶ τὴν ἀρχὴν τῆς μεταβολῆς λαβεῖν διὰ τὸ συνεχῆ ἐπ’ ἄπειρον διαιρετὰ εἶναι καὶ μὴ συγκεῖσθαι αὐτὰ ἐξ ἀμερῶν· ἄπειρος γὰρ ἡ διαίρεσις ἐπὶ τῶν συνεχῶν καὶ καθάπερ, φησί, δῆλον ἐστὶ τοῦτο ἐπὶ τῶν αὐξομένων καὶ καθαιρουμένων γραμμῶν. ἂν γὰρ λάβωμέν τινα γραμμὴν καὶ διέλωμεν αὐτὴν δίχα, καὶ τὸ μὲν ἥμισυ ἀδιαίρετον φυλάξωμεν, τὸ δὲ ἥμισυ αὐτῆς διελόντες πάλιν διχῇ, τὸ ἕτερον αὐτοῦ προσθῶμεν τῷ ἀδιαιρέτῳ ἐξ ἀρχῆς ἡμίσει, καὶ ἀεὶ τὸ ἐξ ἀρχῆς αὐξήσωμεν τῇ τῶν ἡμίσεων τοῦ διαιρουμένου προσθήκῃ, ἐπ’ ἄπειρον καθαίρεσις καὶ αὔξησις φανήσεται.

“此外,在大小上更为明显,直至:正如在被增加和被减少的线上那样。” 在根据变化所发生于其中的时间证明了正在变化先于已经变化之后,他说,同样的事理根据变化所依循的大小来看更加明晰,这显然是在依大小而变化的事物上而言;而这些事物既包括依处所而变化者,也包括依增加与减少而[变化者]。因为依质而变化者并不归于这一根据大小的论证之下,正如生成和消灭者也不归于其下一样。因为这些事物的变化并不依据数量,因而也不依循作为论证依据的连续且始终可分之物。而眼前的论题在大小上比在时间上更为明显这一点是清楚的,既然在根据时间的论证中,当他说“在一半中它将已经变化了另一部分,而在那一半的一半中又变化了另一部分”时,他还附带利用了大小;而在根据大小的论证中,他则不需要时间。他是通过设定两个大小来证明这一点的,即在依处所的变化中设定处所的两个大小,或者在增加与减少中设定依之发生的大小,并将一个设定为它由此变化而出的起点,另一个设定为它首先变化进入的终点,分别命名为Γ和Δ。在这些情形中,整个ΓΔ必然要么是不可分的,要么是可分的。但不可分是不可能的;因为这样无部分者就会与无部分者相接,即由此变化而出的起点与变化进入的终点相接。但如果是可分的,中间便有一个大小,其始点是由此变化而出的起点,其终点是变化进入的终点。而大小是可分割为始终可分之部分的。因此,它在较先时变化到各部分中,并变化到部分的部分中。在说了这些之后,他得出了普遍的结论:已经变化了的事物必然在较先时正在变化。并且,既然基于大小即基于连续之物的当前论证并不适用于依质而变者(他称之为对立者),也不适用于依生成和消灭而变化者(他称之为在矛盾中的),所以他说,在这些事物中也存在取自它在其中已经变化了的时间的相同论证。而在此之前的论证正是如此,它在一切变化中共同利用了时间的连续且始终可分的性质。因此,他最后顺理成章地将两者一并普遍地得出结论:既必然是一切已经变化了的事物在较先时正在变化,又必然是正在变化的事物已经变化了,且二者中每一方都始终在另一方之先。因为由于连续之物可无限分割且并不由无部分者构成,所以不可能把握变化的最初之点和始端;因为在连续之物中分割是无限的,正如他说,这在被增加和被减少的线上是显而易见的。因为如果我们取某条线并将其二等分,将其中一半保持不分,而将其另一半再次二等分,并将它的一半加到最初未分割的那一半上,并且通过不断加上被分割部分的一半来增加最初的那部分,那么减少与增加就会无限地展现出来。

语法注3 条
  1. 6.43ἐφ’ ὧν ἀνάγκη ἢ ἀδιαίρετον εἶναι ὅλον τὸ ΓΔ ἢ διαιρετόν

    介词短语 ἐφ’ ὧν(“在这些大小的情形中”)承接前文设定的两个大小(起点Γ与终点Δ);不定式短语 ὅλον τὸ ΓΔ εἶναι 作非人称表达式 ἀνάγκη 的主语,并列的述语形容词为 ἢ ἀδιαίρετον ... ἢ διαιρετόν。

  2. 6.43ἀμερὲς γὰρ ἀμεροῦς ἔσται ἐχόμενον τό τε ἐξ οὗ καὶ τὸ εἰς ὅ

    句子的主语是后置的名词化短语 τό τε ἐξ οὗ καὶ τὸ εἰς ὅ(“起点与终点”);谓语核心部分 ἀμερὲς ἀμεροῦς ἔσται ἐχόμενον 中,分词 ἐχόμενον(来自表示“相接”的 ἔχομαι)支配表示接触对象的属格 ἀμεροῦς,表示“无部分者与无部分者相接”。

  3. 6.43καὶ ἐπειδὴ ἡ προσεχὴς ἀπόδειξις ... καὶ ἐν τούτοις φησὶ τὴν αὐτὴν εἶναι ἀπόδειξιν

    在以 ἐπειδή 引导的原因从句(“既然直前的论证……未曾涉及”)之后,主句开头的 καί(καὶ ἐν τούτοις φησί)属于后件连接词(apodotic καί),用于凸显条件与结论之间的顺承对应关系(“那么在这些事物中,他也说……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:995.16-996.23