- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:994.6-995.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德《物理学》第6卷第6章(237a11–17),首先阐明了由于在“现在”中不能进行变化,连续变化之物必已经历了无数次变化的第三个论证;随后依据变化发生于时间中的归谬法论证以及时间的无限可分性,解释了其逆命题(凡已变化者必然在此前正变化着)的成立。
" Ἔτι δὲ εἰ τὸ συνεχῶς μεταβάλλον ἕως τοῦ πᾶν τὸ μεταβάλλον ἄπειρα ἔσται μεταβεβληκός." Τρίτον τοῦτο ἐπιχείρημα δεικνύον, ὅτι πᾶν τὸ μεταβάλλον ἐπ’ ἄπειρον πρότερον μεταβέβληκε, τὸ γὰρ συνεχῶς κινούμενον, καὶ μήτε ἐφθαρμένον μήτε πεπαυμένον τῆς κινήσεως ἐφ’ ὁσονοῦν, ἀνάγκη ἐν ᾧ κινεῖσθαι λέγεται χρόνῳ ἢ μεταβάλλειν ἢ μεταβεβληκέναι· ἀλλὰ μὴν ἐν τῷ νῦν δέδεικται ὅτι οὐκ ἔστι μεταβάλλειν· μεταβεβληκέναι ἄρα· ὥστε καθ’ ἕκαστον τῶν νῦν τῶν ἐν τῷ χρόνῳ λαμβανομένων, ἐν ᾧ συνεχῶς κινεῖται τὸ κινούμενον, κεκινημένον καὶ μεταβεβληκὸς ἔσται· ἄπειρα δὲ τὰ νῦν ὡς ἐπ’ ἄπειρον·1 ἄπειρα ἄρα ἔσται μεταβεβληκὸς τὸ μεταβάλλον.
“此外,如果连续变化之物,直至:一切变化着的事物将已经经历了无数次变化。” 这是证明一切变化着的事物在较先时已经经历了无限次变化的第三个论证。因为连续运动着、且在无论何种程度上都未曾消灭也未曾停止运动的事物,在它被称为运动的时间里,必然或者是在变化,或者已经是变化完了的;然而,在“现在”中不可能在变化,这一点已经得到了证明;因此,它已经是变化完了的。由此,在运动之物连续运动的时间中所设定的每一个“现在”中,它都将已经是运动完了且变化完了的;而“现在”按照走向无限的意义而言是无数的;因此,变化着的事物将已经经历了无数次变化。
"Οὐ μόνον δὲ τὸ μεταβάλλον ἕως τοῦ ὥστε μεταβάλλοι ἂν πρότερον." Δείξας, ὅτι πᾶν τὸ μεταβάλλον ἀνάγκη πρότερον μεταβεβληκέναι, δείκνυσι καὶ τὸ ἀντίστροφον αὐτῷ ἀληθὲς ὄν, ὅτι πᾶν τὸ μεταβεβληκὸς ἀνάγκη πρότερον μεταβάλλειν. δείκνυσι δὲ αὐτὸ προαποδείξας, ὅτι πᾶν τὸ μεταβεβληκὸς ἔκ τινος εἴς τι ἐν χρόνῳ μεταβέβληκε. τοῦτο δὲ δείκνυσι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. εἰ γὰρ μὴ ἐν χρόνῳ, ἀλλ’ ἐν τῷ νῦν τῷ αὐτῷ ἀπὸ τοῦ Α εἰς τὸ Β μεταβέβληκεν, ἅμα ἔσται ἐν τῷ Α καὶ ἐν τῷ Β, ὅπερ ἀδύνατον· οὐδὲ γὰρ δυνατὸν τὸ μεταβεβληκός, ὅτε μεταβέβληκεν, εἶναι ἐν τούτῳ, ἐξ οὗ μεταβέβληκεν, ὡς ἔδειξε πρότερον, ὅτε ἔλεγεν, ὅτι τὸ μεταβάλλειν καὶ ἀπολείπειν ἤτοι ταὐτόν ἐστιν ἢ ἀκολουθεῖ τῷ μεταβάλλειν τὸ ἀπολείπειν. σαφεστέρα δὲ ἂν ἦν ἡ λέξις, εἰ τῷ ἅμα γὰρ ἂν εἴη καὶ ἐν τῷ Α καὶ ἐν τῷ Β ἐπαγαγὼν τὸ ‘ὅπερ ἀδύνατον,’ τότε ὑπέμνησε τῆς τοῦ ἀδυνάτου2 λέγων τὸ γὰρ μεταβεβληκός, ὅτε μεταβέβληκεν, ὅτι οὐκ ἔστιν ἐν ταὐτῷ, δέδεικται πρότερον. εἰ οὖν μὴ ἐν τῷ αὐτῷ νῦν ἀπὸ τοῦ Α εἰς τὸ Β μεταβέβληκεν, ἀλλ’ ἐν ἑτέρῳ καὶ ἑτέρῳ, πάντων δὲ δυεῖν νῦν μεταξὺ χρόνος ἐστίν, εἴπερ μὴ ἔστιν ἐχόμενα τὰ νῦν, δῆλον ὅτι ἐν χρόνῳ τὴν μεταβολὴν ὑπέμεινε· τοῦτο γὰρ σημαίνει νῦν τὸ ἐν χρόνῳ μεταβεβληκέναι, ἀλλ’ οὐχὶ ἐκεῖνο ὃ πέρας ἐστὶ τοῦ μεταβάλλειν.3 εἰ οὖν ἐν χρόνῳ μεταβέβληκε, πᾶς δὲ χρόνος διαιρετός, δῆλον ὅτι καὶ ἐν τῷ ἡμίσει τοῦ χρόνου τὸ ἥμισυ μεταβέβληκε, καὶ πρότερόν γε τὸ ἥμισυ πρὶν τὸ ὅλον, καὶ ἐν τῷ ἡμίσει τοῦ ἡμίσεος χρόνου τὸ ἥμισυ πάλιν τοῦ ἡμίσεος μεγέθους μετέβαλλε, καὶ ἀεὶ οὕτως διὰ τὴν ἐπ’ ἄπειρον τοῦ χρόνου διαίρεσιν. τὸ δὲ κατὰ μόρια μεταβεβληκὸς οὐχ οἷόν τε ἀθρόως ὅλον μεταβεβληκέναι, ἀλλὰ διὰ τοῦ μεταβάλλειν εἰς τὸ μεταβεβληκέναι πρόεισι. μόνως γὰρ ἂν ἦν τὸ μεταβεβληκὸς οὐ διὰ τοῦ μεταβάλλειν μεταβεβληκός, εἰ ἀχρόνως ἐγίνετο ἡ μεταβολὴ καὶ ἦν τὸ μέγεθος ἐξ ἀτόμων συγκείμενον. πάσης δὲ μεταβολῆς ἐν χρόνῳ γινομένης ἀνάγκη πᾶν τὸ μεταβεβληκὸς ἔκ τινος εἴς τι διὰ τοῦ μεταβάλλειν πρότερον μεταβεβληκέναι.
“不仅变化着的事物,直至:因此它将在较先时变化着。” 在证明了一切变化着的事物必然在较先时已经变化了之后,他也证明了它的逆命题同样为真,即一切已经变化了的事物必然在较先时变化着。他在预先证明了一切从某物转变为某物而已变化了的事物都是在时间中变化了的之后,证明了这一点。他是通过归谬法来证明这一点的。因为如果它从Α转变为Β不是在时间中,而是在同一个“现在”中变化了的,它就将同时处于Α中且处于Β中,而这是不可能的;因为正如他先前在说变化与离弃要么是同一回事、要么离弃伴随着变化时所指出的那样,已经变化了的事物在它已经变化了的时候,绝不可能处于它由此变化而出的那个状态之中。而如果他在“因为这样它就会同时既在Α中又在Β中”之后紧接着加上“这是不可能的”,然后通过说“因为已经变化了的事物在其已经变化了的时候不处于同一状态中,这一点先前已被证明”,来提示不可能的[缘由],行文就会更加清楚。因此,如果它从Α转变为Β不是在同一个“现在”中,而是在不同的“现在”中变化了的,并且既然诸“现在”并不相接,任何两个“现在”之间都有时间,那么显然,它是在时间中经历了这种变化的;因为这里的“在时间中已经变化了”指的是这一点,而不是指作为变化的终点的那一刻。那么,如果它是在时间中变化了的,而一切时间都是可分的,显然在时间的一半中它也已经变化了一半,并且在全体之前就已经变化了一半,而在半程时间的半程中它又在变化着半程大小的半程,并且由于时间可以无限分割而始终如此。然而,逐部分地变化了的事物不可能全体一下子就变完了,而是经由变化的过程走向已经变化的状态。因为只有当变化是无时间地发生,且大小是由不可分者构成时,已经变化了的事物才可能不是经由变化的过程而已经变化了的。但既然一切变化都是在时间中发生的,一切从某物转变为某物而已变化了的事物就必然经由较先时的变化过程而已经变化了。
- 6.41ἄπειρα δὲ τὰ νῦν ὡς ἐπ’ ἄπειρον
短语 ὡς ἐπ’ ἄπειρον 作副词性限定,用以界定 ἄπειρα,表明诸“现在”之所以是无限的,是就其走向无限的潜在可分性(而非现实存在的无限个点)而言的。
- 6.42τότε ὑπέμνησε τῆς τοῦ ἀδυνάτου
此处属格短语 τῆς τοῦ ἀδυνάτου 后省略了中心名词。动词 ὑπέμνησε 的宾语所省去的是如 αἰτίας(原因)或 ἀποδείξεως(证明)一类的名词,意即“提示了这一不可能性的[缘由/论据]”。
- 6.42ἀλλ’ οὐχὶ ἐκεῖνο ὃ πέρας ἐστὶ τοῦ μεταβάλλειν
该分句与前面说明“在时间中已经变化”(τὸ ἐν χρόνῳ μεταβεβληκέναι)之表述的 τοῦτο 相对比。辛普里丘在此指出,亚里士多德此处所说的“在时间中已经变化”是指在时间跨度内经历变化的过程,而非指作为变化完成之瞬时界限(πέρας)的那一点。
