← 辛普里丘

亚里士多德《物理学》注释

§992.11-994.5

运动之物在运动之前已完成运动的证明

辛普里修阐释亚里士多德《自然学》第六卷第六章(236b32–237a2),解释了基于时间的无限可分性推导出的命题:一切运动之物在运动之前必然已经运动了。他首先阐明亚里士多德在第一个证明中引入另一等速物体的意图,继而分析通过界定时间的“现在”之无限序列推论出运动之在先完成在潜能中发生无数次的第二个证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.39

" Δεδειγμένου δὲ τούτου φανερὸν ἕως τοῦ ὥστε κεκινημένον ἔσται τὸ κινούμενον." Δεδειγμένου τοῦ πάντα χρόνον καὶ τὸν πρῶτον λεγόμενον ἐπ’ ἄπειρον διαιρετὸν εἶναι, ἕπεσθαι τούτῳ φησὶ τὸ πᾶν τὸ κινούμενον ἐξ ἀνάγκης πρότερον κεκινῆσθαι, οὐχ ὡς πεπαῦσθαι δὲ τῆς κινήσεως λέγεται κεκινῆσθαι τὸ κινούμενον, ἀλλ’ ὡς ἤδη τι διεληλυθέναι τὸ διϊόν.1 ἐπεὶ γὰρ τὸ κινούμενον, ὅταν κινῆται, μετήλλαχεν ἔκ τινος εἴς τι (εἰ γὰρ ἐν ταὐτῷ εἴη, οὐκ ἂν κινοῖτο), τὸ δὲ μετηλλαχὸς κεκίνηται, δῆλον ὡς τὸ κινούμενον ἀναγκαῖόν ἐστι κεκινῆσθαι. αὐτὸς δὲ δείκνυσιν αὐτὸ οὕτως· λαμβάνει τὸ ΚΛ κινούμενον ἐν τῷ ΧΡ πρώτῳ χρόνῳ. ἐν παντὶ οὖν αὐτοῦ κινεῖται μορίῳ· τὸ γὰρ κεκίνηται, ὡς εἶπον, οὐχ ὡς πεπαυμένου τῆς κινήσεως ἤδη τοῦ κεκινῆσθαι λεγομένου λαμβάνει, ἀλλ’ ὡς ἐν τῷ κινεῖσθαι ἤδη τι διεληλυθός. ἐπεὶ οὖν ἔστι τις χρόνος ὁ ΧΡ, ἐν ᾧ πρώτῳ μεταβάλλει τὸ κινούμενον τὸ ΚΛ τῷ ἐν παντὶ αὐτῷ μεταβάλλειν, ἐὰν ἄλλο τι ὁμοταχῶς τῷ ΚΛ κινούμενον ληφθῇ, ἅμα τοῦ κινεῖσθαι ἀρχόμενον τῷ ΚΛ, ἐν τῷ ἡμίσει χρόνῳ τοῦ ΧΡ, τουτέστι τῷ ΧΚ, τὸ ἥμισυ διελεύσεται. ἐν τῷ αὐτῷ δὲ χρόνῳ καὶ τὸ ΚΛ τὸ ἰσοταχὲς αὐτῷ καὶ ἅμα ἀρξάμενον αὐτῷ τὸ αὐτὸ διελεύσεται. ἐν γὰρ ὁτῳοῦν μορίῳ τοῦ χρόνου κεκίνηται τὸ ἐν παντὶ αὐτῷ κινούμενον· τὸ ἄρα κινούμενον τὴν ὅλην τὴν ἡμίσειαν πρότερον κεκίνηται. ἐπειδὴ δὲ τὸ ΚΛ ἐν πρώτῳ τῷ ΧΡ χρόνῳ ὑπέθετο κεκινημένον, διὰ τοῦτο ἄλλο τι ἔλαβεν ὁμοταχὲς τῷ ΚΛ ἐν τῷ ἡμίσει χρόνῳ τοῦ ΧΡ τὸ ἥμισυ κινούμενον, οὗ ἐκινήθη τὸ ΚΛ ἐν ὅλῳ τῷ ΧΡ χρόνῳ, ἵνα δι’ ἐκείνου καὶ τὸ ΚΛ δείξῃ καὶ αὐτὸ πρὸ τοῦ τὸ ὅλον κεκινῆσθαι τὸ ἥμισυ κεκινημένον· εἰ γὰρ αὐτὸ τὸ ΚΛ καθ’ αὑτὸ ἔλαβεν ἐν τῷ ἡμίσει τοῦ ΧΡ χρόνου τῷ ΧΚ κεκινημένον, ἔνστασιν 〈ἂν〉 ἔχειν ἐδόκει τινά,2 διότι ἐν πρώτῳ τῷ ΧΡ χρόνῳ ὑπετέθη κεκινημένον τὸ ΚΛ.

“在证明了这一点之后,显而易见,直至:因此运动着的事物将已经运动了。” 由于已经证明了一切时间,乃至被称为最初的时间,都是可以无限分割的,他说由此推论出:一切运动着的事物必然在较先时就已经运动了;然而,说运动着的事物已经运动了,并不是按照它已经停止了运动的意义,而是按照穿行之物已经穿行了某一段距离的意义。因为当运动着的事物运动时,它已经从某物转变为某物(因为如果它处于同一状态中,它就不会运动),而已经转变之物就已经运动了,所以显然,运动着的事物必然已经运动了。而他自己是这样证明这一点的:他设定事物ΚΛ在最初的时间ΧΡ中运动。因此,它在该时间的每一个部分中都在运动;因为正如我所说,他并不是按照被称为已经运动之物已经停止了运动的意义来理解“已经运动”,而是理解为在运动之中已经穿行了某物。既然存在某个时间ΧΡ,运动着的事物ΚΛ由于在其全体中变化而首先在其中变化,那么如果设定与ΚΛ等速运动的另一物,且与ΚΛ同时开始运动,它在ΧΡ的一半时间即ΧΚ中,就将穿行其一半。而在同一时间内,与它等速且与它同时开始的ΚΛ也将穿行同样的一半。因为在时间的全体中运动之物,在时间的无论哪个部分中都已经运动了;因此,运动了全程的事物,在较先时就已经运动了半程。但是,既然他曾假定ΚΛ是在最初的时间ΧΡ中已经运动了,为此缘故,他设定了另一件与ΚΛ等速之物,它在时间ΧΡ的一半中运动了ΚΛ在整个时间ΧΡ中所运动的距离的一半,以便通过那另一物来证明ΚΛ自身在运动完全程之前也已经运动了半程;因为如果他直接把ΚΛ本身设定为在时间ΧΡ的一半即ΧΚ中已经运动了,似乎就会招致某种反驳,因为ΚΛ先前曾被假定为在最初的时间ΧΡ中已经运动了。

§6.40

"Ἔτι δὲ εἰ ἐν τῷ παντὶ χρόνῳ τῷ ΧΡ ἕως τοῦ ἅπαν τὸ μεταβάλλον ἄπειρα ἔσται μεταβεβληκός." Δεύτερον ἐπιχείρημα τοῦτο δεικνύον, ὅτι ἀνάγκη πᾶν τὸ κινούμενον κεκινῆσθαι πρότερον. εἰ γὰρ πᾶν τὸ κεκινημένον κεκινῆσθαι λέγομεν ἐν ὁτῳοῦν χρόνῳ τῷ λαβεῖν τὸ ἔσχατον νῦν τὸ ὁρίζον τὸν παρεληλυθότα χρόνον ἐν ᾧ ἐκινεῖτο (πρὸ παντὸς γὰρ τοῦ νῦν χρόνος ἐστὶ διὰ τὸ μὴ ἔχεσθαι ἀλλήλων τὰ νῦν, πᾶς δὲ χρόνος καὶ ὁ ἐλάχιστος διαιρεῖται τῷ νῦν), δῆλον ὅτι καὶ ἐν ἐκείνῳ τῷ νῦν τῷ διαιροῦντι εἰς ἥμισυ τὸν παρεληλυθότα χρόνον κεκινημένον ἔσται. ὥστε τὸ κινούμενον ἐπὶ τὸ ἔσχατον τοῦ χρόνου νῦν, πρὸ τοῦ κινεῖσθαι ταύτην τὴν κίνησιν κεκινημένον ἦν,3 ὅτε τὸ ἥμισυ διῆλθεν. ἦν γὰρ καὶ τοῦ ἡμίσεος ἔσχατόν τι νῦν, καὶ οὐ τοῦ ἡμίσεος μόνον, ἀλλὰ καὶ ὁτουοῦν μέρους μείζονός τε καὶ ἐλάττονος, διότι πᾶς χρόνος καὶ ὁ ἐλάχιστος διαιρετός ἐστι. καὶ διαιρεῖται κατὰ τὸ νῦν, καὶ καθ’ ἕκαστον νῦν κεκινημένον ἐστὶν ὥσπερ καθ’ ἕκαστον χρόνον κινούμενον. εἰ δὲ τοῦτο οὕτως ἔχει, καὶ πᾶς χρόνος ἐπ’ ἄπειρον ὑπὸ τῶν νῦν διαιρεῖται, καὶ πάντων τῶν νῦν μεταξὺ χρόνος ἐστίν, ἵνα μὴ ἔχηται ἀλλήλων τὰ νῦν, τὸ κινούμενον οὐ μόνον κεκίνηται πρὸ τοῦ κινεῖσθαι, ἀλλὰ καὶ ἀπειράκις κεκίνηται· ὁσάκις γάρ ἐστι λαβεῖν τὸ νῦν ἐπὶ τοῦ χρόνου, ἐν ᾧ κινεῖται τὸ κινούμενον, τοσαυτάκις ἔστιν αὐτοῦ κατηγορεῖν τὸ κεκινῆσθαι. τὸ δὲ νῦν ἔστι λαβεῖν τοσαυτάκις, ὁσάκις ἔστι διελεῖν τὸν χρόνον. ὁ δὲ χρόνος ἐπ’ ἄπειρόν ἐστι διαιρετός, ὡς δείξει. ἄπειρα ἄρα ἔσται κεκινημένον τὸ κινούμενον. εἰ γὰρ πᾶς χρόνος διαιρετός ἐστιν, ἔστι δὲ καὶ τὸ μεταξὺ τῶν διαιρέσεων χρόνος διὰ τὸ μὴ ἔχεσθαι ἀλλήλων τὰ νῦν, καὶ οὗτος διαιρετός ἐστιν. ὥστε εἰ πᾶς μὲν χρόνος διαιρετός, μετὰ πᾶσαν δὲ τὴν ληφθεῖσαν διαίρεσιν καταλείπεται χρόνος, οὐδέποτε ἐπιλείψει ἡ διαίρεσις τῷ μηδέποτε ἐπιλείπειν ἐν ταῖς τομαῖς τὸ διαιρεῖσθαι δυνάμενον· τοῦτο δὲ ἦν ὁ χρόνος. ἐπ’ ἄπειρον ἄρα ἡ διαίρεσις. ἐφ’ ὅσον δὲ ἡ διαίρεσις, ἐπὶ τοσοῦτον καὶ τὰ νῦν· κατὰ ταῦτα γὰρ ἡ διαίρεσις. ἐφ’ ὅσον δὲ τὰ νῦν, ἐπὶ τοσοῦτον καὶ τὸ κεκινῆσθαι κατηγορεῖται τοῦ κινουμένου. ἄπειρα ἄρα ἔσται μεταβεβληκὸς τὸ κινούμενον. δῆλον δὲ ὅτι δυνάμει τὰ ἄπειρα καὶ οὐκ ἐνεργείᾳ, ὥσπερ καὶ ἡ διαίρεσις δυνάμει τὸ ἄπειρον ἔχει τῷ ἐπ’ ἄπειρον διαιρεῖσθαι τὸ διαιρούμενον, ἀλλ’ οὐχὶ τῷ εἰς ἄπειρά ποτε διῃρῆσθαι κατ’ ἐνέργειαν.

“此外,如果在全部时间ΧΡ中,直至:一切变化着的事物将已经经历了无数次变化。” 这是证明一切运动着的事物必然在较先时就已经运动了的第二个论证。因为,如果我们说一切已经运动之物在无论什么时间中都已经运动了,是通过设定那界定事物曾于其中运动的过去时间的最后的“现在”(因为在每一个“现在”之前都有时间,因为各个“现在”彼此并不连续相接,且一切时间乃至最小的时间都是被“现在”所分割的),那么显然,在把过去时间分成一半的那个“现在”中,它也将已经运动了。因此,运动至时间的最后“现在”之物,在进行这一运动之前,在它穿行了一半的时候就已经运动过了。因为对于那一半的时间也曾有某种最后的“现在”,并且不仅对一半的时间,而且对无论哪个部分,不论更大还是更小,都存在着,因为一切时间乃至最小的时间都是可分的。并且时间是按照“现在”来分割的,在每一个“现在”中它都已经运动了,正如在每一个时间中它都在运动着一样。如果这是如此,且一切时间都被诸“现在”无限分割,并且在所有的“现在”之间都有时间,以使各个“现在”彼此不相接,那么运动着的事物不仅在运动之前就已经运动了,而且已经运动了无数次;因为在运动着的事物于其中运动的时间里能够设定多少次“现在”,就可以对它述谓多少次“已经运动”。而能够设定多少次“现在”,就可以分割多少次时间。然而时间正如他将要证明的那样是可以无限分割的。因此,运动着的事物将已经运动了无数次。因为如果一切时间都是可分的,并且诸分割之间的东西也是时间(由于各个“现在”彼此并不相接),那么这中间的部分也是可分的。因此,如果一切时间都是可分的,并且在每一次做出的分割之后都留下时间,那么由于在诸切分中能够被分割之物决不会匮乏,分割也就决不会停息;而这能够被分割之物就是时间。因此分割是无限的。而分割延续到多大程度,诸“现在”也就有那么多;因为分割是按照这些来进行的。诸“现在”有多少,对运动之物述谓“已经运动”也就有多少。因此,运动着的事物将已经经历了无数次变化。然而显然,这无数次是在潜能中而非在现实中的,正如分割之所以在潜能中具有无限性,是因为被分割之物可以被无限分割,而不是因为它曾在某个时刻在现实中被分割成了无数个部分一样。

语法注3 条
  1. 6.39οὐχ ὡς πεπαῦσθαι δὲ τῆς κινήσεως λέγεται κεκινῆσθαι τὸ κινούμενον, ἀλλ’ ὡς ἤδη τι διεληλυθέναι τὸ διϊόν

    连词 ὡς 后接完成时不定式 πεπαῦσθαι 与 διεληλυθέναι,后者带有宾格主语(τὸ διϊόν),构成表示解释或理解意图的结构。这在句法上明确了完成体 κεκινῆσθαι 并非指运动的终止(πεπαῦσθαι),而是指已经穿行了某一段距离(ἤδη τι διεληλυθέναι)。

  2. 6.39ἔνστασιν 〈ἂν〉 ἔχειν ἐδόκει τινά

    未完成过去时直陈式 ἐδόκει 加上辑订者补充的 ἄν,与条件从句 εἰ γὰρ αὐτὸ τὸ ΚΛ... ἔλαβεν 构成过去相反事实的虚拟条件句结论部分(apodosis)。其意思是:如果亚里士多德直接设定ΚΛ本身在一半时间内运动,就会显得容易招致反驳(但由于引入了另一等速物体,实际上避免了这一点)。

  3. 6.40τὸ κινούμενον ἐπὶ τὸ ἔσχατον τοῦ χρόνου νῦν, πρὸ τοῦ κινεῖσθαι ταύτην τὴν κίνησιν κεκινημένον ἦν

    介词短语 ἐπὶ τὸ ἔσχατον τοῦ χρόνου νῦν 修饰分词 τὸ κινούμενον,意为“运动至时间最后‘现在’之物”。主要谓语是由迂回形式构成的过去完成意义表达 κεκινημένον ἦν,而 πρὸ τοῦ κινεῖσθαι 则规定了时间上的先后关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:992.11-994.5