- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:991.8-992.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐明虽然作为开端的不可分最初时间并不存在,但作为与变化全体共同延伸的整体的最初时间是存在的,并引用欧德谟的论述加以佐证。
κἂν γὰρ μεριστὸς ᾖ ὁ ΧΡ χρόνος, τὸ μὴ ἔν τινι τῶν αὐτοῦ ἀλλ’ ἐν ἅπαντι κινούμενον ἐν πρώτῳ αὐτῷ λέγοιτο 〈ἂν〉 κινεῖσθαι· ἀλλ’ ἀρχὴν μὲν χρόνου καὶ οὕτως πρῶτον οὐκ ἔστι λαβεῖν. ὃ γὰρ ἂν λάβῃς μέρος χρόνου ὡς πρῶτον, ἔχει τι ἑαυτοῦ πρότερον διὰ τὴν ἐπ’ ἄπειρον τοῦ χρόνου διαίρεσιν. χρόνον δέ τινα πρῶτον οἷόν τέ ἐστι λαβεῖν ὅλον ὁμοῦ λαμβανόμενον· ἐν ὅλῳ γάρ τι πᾶν μεταβάλλει καὶ οὐκ ἐν μορίῳ αὐτοῦ, ὡς τῇ κινήσει αὐτοῦ συμπαρατείνεσθαι τὴν μεταβολήν.1 ὁ γὰρ ἀγὼν ἐπιτελεῖται ἐν τῷδε τῷ μηνί, ἀλλ’ οὐ πρώτῳ, ἀλλὰ πρώτῳ τῇδε τῇ ἡμέρᾳ καὶ τῆσδε τῆς ἡμέρας ἐν ὥραις, ἐν αἷς ἐπιτελεῖται πάσαις ὁμοίως. καὶ ἔστι πρῶτος οὗτος χρόνος, οὐχ ὅτι οὐκ ἔστιν ἄλλος πρὸ αὐτοῦ χρόνος, ἀλλ’ ὅτι οὐκ ἔστιν ἄλλος πρὸ αὐτοῦ, ἐν ᾧ ὁ ἀγὼν ἐπιτελεῖται, καὶ ὅτι οὐκ ἐν ὁτῳοῦν αὐτοῦ μέρει, ὥστε τὴν ἐπ’ ἄπειρον διαίρεσιν εἰσαχθῆναι· ἀλλ’ ἐν ὅλῳ αὐτῷ ἐπιτελεῖται ὁ ὅλος ἀγών, καὶ ἡ μεταβολὴ αὐτοῦ συμπαρατείνεται τῇ τοῦ χρόνου κινήσει. ὁ μέντοι Ἀριστοτέλης ἐν ταῖς ἐκτεθείσαις ἀποδείξεσιν ἔδειξεν, ὅτι πρῶτον οὕτως χρόνου ὡς ἀρχὴν χρόνου οὐκ ἔστιν λαβεῖν· διὸ καὶ τῇ ἐπ’ ἄπειρον διαιρέσει τοῦ χρόνου ἐχρήσατο οὐδαμοῦ κατὰ τὸ ὅλον αὐτὸν λαβών. ἐφεξῆς δὲ καὶ ὡς ὅλον αὐτὸν λαμβάνων πρῶτον αὐτὸν χρόνον καλεῖ, ὅταν λέγῃ· “εἰ γὰρ ἐν τῷ ΧΡ πρώτῳ χρόνῳ τὸ ΚΛ κεκίνηται.” Ἐπειδὴ δὲ ἀναγκαῖόν ἐστι τὸ πρόβλημα, οὐδὲν ἄτοπον οἶμαι καὶ τὰ τῷ Εὐδήμῳ περὶ τούτου γεγραμμένα παραθέσθαι πάντων μᾶλλον τῶν ἐξηγητῶν τὴν τοῦ Ἀριστοτέλους γνώμην ἐπισταμένῳ. γράφει δὲ ὁ Εὔδημος ἐν τῷ τετάρτῳ τῶν Φυσικῶν ταῦτα· “πῶς οὖν ἔσται τὸ πρῶτον ἐν ᾧ μετέβαλλεν; ἐν ᾧ μὲν γὰρ ἐπετελέσθη, ἔστι· πέρας γὰρ ἐν τούτῳ. τὸ δὲ τέλος ἢ τὸ πρῶτον πλεοναχῶς λέγεται· ἕνα μὲν τρόπον, ἐν ᾧ ἀτόμῳ. τοῦτο δὲ ἐπὶ μὲν τοῦ μεταβεβληκέναι ἔστιν, ἐπειδὴ ἔστι μεταβεβληκέναι ἐν ἀτόμῳ, ἐπὶ δὲ τοῦ ἠρεμεῖν καὶ μεταβάλλειν οὐκ ἔστιν, ἐπειδὴ οὔτε κινεῖται οὔτε ἠρεμεῖ ἐν ἀτόμῳ. ἐν ᾧ δὲ πρώτῳ κινεῖται ἔστιν, ὥσπερ εἴρηται, οὐ μὴν ἔν τινι, ἀλλ’ ὁμοίως ἐν παντί. λέγομεν γὰρ ὅτι ἐν τῷ μηνὶ τῷ Ὀλυμπικῷ ἐξέλιπεν ὁ ἥλιος, ὅτι τῇ νουμηνίᾳ· καὶ τῇ νουμηνίᾳ δέ, ὅτι ἔν τινι μορίῳ ταύτης. ἐν τῷδε δὲ τῷ μορίῳ οὐκέτι, ὅτι ἐν ἄλλῳ, ἀλλ’ ὅτι ἐν ὁτῳοῦν τούτου. ἀλλὰ τοῦτο μεριστόν, ὥστε πρότερον ἐν τῷ προτέρῳ· πρότερον γὰρ τὸ μέρος ἐν τῷ μέρει.2 ἀλλ’ ἡ ὅλη ἐν τῷ ὅλῳ χρόνῳ. ὥστε ἐν τούτῳ πρώτῳ ἐξέλιπεν ὡς ἐν χρόνῳ. χρόνος μὲν οὖν οὐκ ἔστι πρῶτος, ἐπειδὴ πᾶς μεριστός, ἐν ᾧ δὲ πρώτῳ ἐκινεῖτο ἢ ἄλλο τι ἔπασχεν, ἔστιν, ἐπειδὴ ἐν χρόνῳ τὰ τοιαῦτά ἐστι καὶ ἔν τινι οὕτω, ὥστε ἐν ὁτῳοῦν γίνεσθαι αὐτοῦ. τοῦτο δὲ λέγεται τὸ ἐν πρώτῳ.”
因为即使时间ΧΡ是可分的,那并非在其某个部分中而是在其全体中运动之物,也可以被说成是在它这最初者中运动;但是把时间的开端以及依此方式的最初者设定下来是不可能的。因为无论你把时间的哪个部分当作最初者,由于时间的无限分割,它自身之前都还有某种东西。然而,当把某个最初时间作为一个整体共同设定时,这是可能的;因为某个整体的事物是在全体中变化,而不是在其部分中变化,以至于其变化与时间的推移共同延伸。因为比赛是在这一个月举行的,但并非在最初者中;而是在最初者中即在这一天举行的,而在这一天的诸小时中,在它举行的所有小时中都同样如此。而这一时间之所以是最初的,并非因为在它之前没有别的时间,而是因为在它之前没有别的举行比赛的时间,并且并非在它的无论哪个部分中以至于引入无限分割;而是在它的全体中举行整个比赛,且比赛的变化与时间的推移共同延伸。然而,亚里士多德在所列举的证明中表明,不可能依作为时间开端的方式设定时间的最初者;因此他也利用了时间的无限分割,从未将时间作为一个整体来设定。但在接下来的地方,他也把它作为一个整体来设定,并在说“因为如果在最初的时间ΧΡ中,事物ΚΛ已经运动了”时,将它称为最初的时间。 既然这一问题是必不可少的,我认为引用欧德谟对此所写的文字也并非不当,因为他比所有的诠释者都更通晓亚里士多德的意图。欧德谟在《自然学》第四卷中这样写道: “那么,某物曾于其中变化的最初者将如何存在呢?因为那于其中完结者确实存在;因为极限就在其中。但终点或最初者有多种说法:一种方式是指那不可分的瞬间。这对于‘已经变化’是适用的,因为在不可分的瞬间中已经变化是可能的;但对于‘静止’和‘变化’则不适用,因为在不可分的瞬间中既不运动也不静止。但是它首先于其中运动者确实存在,正如已经说过的,并非在某个部分中,而是在全体中同等地存在。因为我们说太阳在奥林匹亚月发生了日食,是因为在朔日;而在朔日,是因为在它的某个部分中。然而在这个部分中,不再是因为在另一个部分中,而是因为在它的无论哪个部分中。但这是可分的,因而在较先的部分中较先;因为部分在部分中是较先的。但全体则在全部时间中。因此在这最初者中,[太阳]像在时间中一样发生了日食。因此,时间并不是最初的,因为一切时间都是可分的;但是事物首先于其中运动或遭受其他某种作用者则是存在的,因为这类事物是在时间中的,且以在其无论哪个部分中发生的方式在某个时间中。而这就是所谓在最初者中。”
- 6.38ὡς τῇ κινήσει αὐτοῦ συμπαρατείνεσθαι τὴν μεταβολήν
ὡς 作结果连词(相当于 ὥστε),引出不定式 συμπαρατείνεσθαι。代词 αὐτοῦ 在上下文中指代前文的 χρόνου,与后文出现的 τῇ τοῦ χρόνου κινήσει 形成直接平行。
- 6.38πρότερον γὰρ τὸ μέρος ἐν τῷ μέρει
省略系词 ἐστί 的判断句。主语 τὸ μέρος 指上文提及的日食之“部分”(即某一阶段),介词短语 ἐν τῷ μέρει 指时间的“部分”,这与后句的 ἡ ὅλη [ἔκλειψις] ἐν τῷ ὅλῳ χρόνῳ 构成前后呼应的对比结构。
