← 辛普里丘

亚里士多德《物理学》注释

§990.1-991.7

最初时间的可分性与固有起点的缺位

辛普里修阐释亚里士多德《物理学》卷六第6章(236b19起),说明“在最初的时间中”这一说法所指的时间自身也是可分的,因而严格意义上的“最初时间”并不存在,并解析了通过将时间ΧΡ在Κ点二分的归谬法证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.38#1

" Ἐπεὶ δὲ τὸ μεταβάλλον ἅπαν ἐν χρόνῳ μεταβάλλει ἕως τοῦ ἀνάγκη ἄρα ἐν ὁτῳοῦν τοῦ ΧΡ κεκινῆσθαι." Δείξας ὅτι οὐκ ἔστιν ἐν τῷ χρόνῳ, ἐν ᾧ τι μεταβάλλει, τὸ πρῶτον λαβεῖν, ἐπειδὴ λέγεταί τι ἐν πρώτῳ χρόνῳ μεταβάλλειν τὸ μὴ ἔν τινι μέρει τοῦ λεγομένου χρόνου ἀλλ’ ἐν αὐτῷ προσεχῶς, προτίθεται δεῖξαι,1 ὅτι καὶ τοῦτο τὸ πρῶτον διαιρετὸν ὂν οὐ συγχωρεῖ τὸ κυρίως πρῶτον λαβεῖν. διχῶς γὰρ λεγομένου τοῦ ἐν χρόνῳ μεταβάλλειν, ἢ ὡς ἐν πρώτῳ ἢ ὡς καθ’ ἕτερον, καθ’ ἕτερον μέν ἐστι τὸ ἔν τινι τῶν τούτου μερῶν μεταβάλλον· ἐν γὰρ τῷ ἐνιαυτῷ τούτῳ ὁ ἀγών, ὅτι ἐν τῇδε αὐτοῦ τῇ ἡμέρᾳ, πρώτῳ δὲ τὸ ἐν τῇδε τῇ ἡμέρᾳ ἢ τῇδε τῇ ὥρᾳ. πῶς οὖν λέγεται πρῶτος οὗτος ὁ χρόνος, εἴπερ μὴ ἔστι πρῶτον χρόνον λαβεῖν; καὶ δείκνυσιν, ὅτι οὔτε οὗτος πρῶτος κυρίως ἐστίν, εἴπερ καὶ οὗτος μεριστός ἐστι χρόνος ὢν καὶ ἀνάγκη ἐν ὁτῳοῦν αὐτοῦ μέρει μεταβάλλειν τὸ μεταβάλλον, ὥστε μὴ ἔχειν εἰπεῖν ἐν ᾧ πρώτῳ τὸ κινούμενον ἤρξατο τῆς κινήσεως. τοῦ γὰρ ληφθέντος πρώτου ἄλλο τι πρῶτον ληφθῆναι δυνατὸν καὶ ἐκείνου ἄλλο καὶ ἀεὶ οὕτως. δείκνυσι δὲ καὶ ἐκ τοῦ ὁρισμοῦ τοῦ τοιούτου πρώτου, ὅτι μέρος τι ὂν τοῦ ὅλου διαιρετόν ἐστι καὶ αὐτό. ἐν πρώτῳ γὰρ ἐλέγετο εἶναί τι ἢ κινεῖσθαι χρόνῳ τὸ μὴ ἔν τινι τῶν τοῦ εἰρημένου χρόνου ὂν ἢ κινούμενον.2 τῷ γὰρ κατά τι μέρος καὶ τῷ κατ’ ἄλλο τὸ πρῶτον ἀντίκειται. ὡς μεριστὸς οὖν εἴληπται καὶ οὗτος ὁ χρόνος, εἴπερ διὰ τοῦτο πρῶτος, ὅτι οὐκ ἔν τινι τῶν αὐτοῦ μερῶν. Τρίτην δὲ ἀπόδειξιν δι’ ἐκθέσεως πάλιν ποιεῖται καὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὅτι οὐδὲ ἐπὶ τούτου ἀληθὲς τὸ πρῶτον εἶναι χρόνον κυρίως ἐν ᾧ κινεῖταί τι. λαμβάνει δὴ χρόνον ἐν ᾧ πρώτῳ τὸ κινούμενον κινεῖται τὸν ΧΡ. καὶ ἐπεὶ πᾶς χρόνος διαιρετός, διαιρεῖ αὐτὸν κατὰ τὸ Κ. τὸ δὴ ἐν πρώτῳ τῷ ΧΡ κινούμενον ἐν τῷ μέρει αὐτοῦ τῷ ΧΚ ἤτοι κινεῖται ἢ οὐ κινεῖται. καὶ ὁμοίως ἐν τῷ ΚΡ. καὶ εἰ μὲν ἐν μηδετέρῳ κινεῖται, οὐδὲ ἐν παντὶ τῷ ΧΡ κινήσεται ἀλλ’ ἠρεμήσει. ὃ γὰρ ἐν μηδενὶ τῶν μορίων τινὸς κινεῖται, τοῦτο ἀδύνατον ἐν ὅλῳ αὐτῷ κινεῖσθαι. εἰ δὲ ἐν τῷ ἑτέρῳ τῶν μορίων αὐτοῦ τῷ ΧΚ ἢ τῷ ΚΡ κινεῖται, ἐν δὲ τῷ ἑτέρῳ μὴ κινεῖται, οὐκ ἂν ἐν πρώτῳ κινοῖτο τῷ ΧΡ· ἐν γὰρ τῶν τούτου τινὶ γίνεται κινούμενον, ὅπερ οὐκ ἦν τὸ ἐν πρώτῳ τῷ ΧΡ χρόνῳ κινεῖσθαι· τὸ γὰρ ἐν πρώτῳ ἦν τὸ μὴ ἔν τινι τῶν τούτου, ἀλλ’ ἐν ἅπαντι. οὐκ ἄρα πρῶτος ὁ ΧΡ χρόνος, εἴπερ πᾶς χρόνος διαιρετός ἐστιν. ἀλλ’ εἰ τὸ ἐν πρώτῳ χρόνῳ τοῦτο ἦν τὸ μὴ ἔν τινι τῶν τούτου, ἀλλ’ ἐν ἅπαντι, δυνατὸν τὸ ἐν παντὶ τῷ ΧΡ χρόνῳ κινούμενον ἐν πρώτῳ αὐτῷ κινεῖσθαι.

“既然凡变化者都在时间中变化……直到:因此必然已在ΧΡ的无论哪个部分中运动过。” 在表明了在某物于其中变化的时间中不可能取得最初者之后,由于说某物“在最初的时间中”变化,是指它不是在该时间的某个部分中,而是在它自身中直接变化,因而他打算证明,这个“最初者”也是可分的,不允许取得严格意义上的最初者。因为既然在时间中变化有两种说法,或者作为在最初者中,或者作为依他者,那么依他者[变化]就是在这一[时间]的某个部分中变化之物;例如比赛在这一年,是因为它在这一年的这一天,而在最初者中则是在这一天或这一个小时。那么,如果根本不可能取得最初的时间,这时间又怎能被称为“最初的”呢?于是他证明,连这时间在严格意义上也不是最初的,如果这时间作为时间也是可分的,且变化者必然在其无论哪个部分中变化,以至于人们无法说出运动者在哪个最初[的时间]中开始了运动。因为在所取得的最初者之前总可能取得另一个最初者,而在那之前又可取得另一个,并且总是如此。并且他还从这种最初者的定义出发证明,它作为整体的某个部分,自身也是可分的。因为某物被说成“在最初的时间中”存在或运动,是指它并非在所述时间的某个部分中存在或运动。因为“最初的”与“依某个部分”以及“依他者”是相对立的。因此,如果说这时间由于不在其自身的某个部分中而是最初的,那么这时间也是被当作可分者来设定的。 接着他又通过设定项与归谬法进行了第三个证明,表明即使就这而言,存在某物于其中运动的严格意义上的最初时间也是不真实的。于是他取ΧΡ为运动者首先于其中运动的时间。并且既然一切时间都是可分的,他便在Κ点将其分割。那么,在最初的ΧΡ中运动之物,在其部分ΧΚ中要么运动,要么不运动。在ΚΡ中同样如此。如果它在两部分中都不运动,那么它在整个ΧΡ中也不会运动,而是处于静止;因为在某物的任何部分中都不运动之物,是不可能在其整体中运动的。但如果它在其部分之一(ΧΚ或ΚΡ)中运动,而在另一部分中不运动,它就不是在最初的ΧΡ中运动;因为这样它就变成了在这[ΧΡ]的某个部分中运动,而这本不是在最初的时间ΧΡ中运动;因为“在最初者中”本是指不在其某个部分中,而是在其全体中。因此,如果一切时间都是可分的,那么ΧΡ时间就不是最初的。但是,如果说在最初的时间中就是不在其某个部分中而是在其全体中,那么在整个时间ΧΡ中运动之物就有可能在它这最初者中运动。

语法注2 条
  1. 6.38ἐπειδὴ λέγεταί τι ἐν πρώτῳ χρόνῳ μεταβάλλειν τὸ μὴ ἔν τινι μέρει τοῦ λεγομένου χρόνου ἀλλ’ ἐν αὐτῷ προσεχῶς, προτίθεται δεῖξαι

    在以省略的主语(亚里士多德)和主要动词 προτίθεται 构成的句干前,前置的 ἐπειδή 从句内部包含了由 λέγεται 支配的宾语不定式结构,其主语为带有冠词的名词化短语 τὸ μὴ ἔν τινι μέρει...,不定式为 μεταβάλλειν。须明确从属原因从句与主句的界限。

  2. 6.38τὸ μὴ ἔν τινι τῶν τοῦ εἰρημένου χρόνου ὂν ἢ κινούμενον

    在 τῶν τοῦ εἰρημένου χρόνου 之后省略了中性复数名词 μερῶν,意为“所述时间的诸部分中的任何一个”。整个分词短语 τὸ... ὂν ἢ κινούμενον 作为主语/补足语与被动动词 ἐλέγετο 形成呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:990.1-991.7