← 辛普里丘

亚里士多德《物理学》注释

§988.33-989.30

位置、数量与性质变化中最初者的缺失

针对《物理学》236b1,辛普里丘阐明在位置和数量(增减)的变化中由于无限可分性因而不存在“最初者”,并指出在性质(变质)偶然被分割的情况下也同样不存在最初者,同时引证了欧德谟更谨慎的看法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.37#2

καὶ εἰ μὲν ἀδιαίρετα τό τε Β καὶ τὸ Γ καὶ ἐχόμενα ἀλλήλων, ἔσται ὁ ΒΓ τόπος συνεχὴς ὢν καὶ μέγεθος ἔχων ἐξ ἀδιαιρέτων συγκείμενος, καὶ ἔσται τὰ ἀμερῆ καὶ ἀδιαίρετα ἀλλήλων ἐχόμενα, ὃ δέδεικται ἀδύνατον ὄν.1 εἰ δὲ διῄρηται ἀπ’ ἀλλήλων τὰ πέρατα τοῦ τόπου τὸ Β καὶ τὸ Γ, ἔσται τι πρὸ τοῦ Γ οἷον τὸ Δ, εἰς ὃ πρῶτον μεταβέβληκε τὸ ἀπὸ τοῦ Β ἐπὶ τὸ Γ κινούμενον κατὰ τόπον, καὶ τοῦ Δ πάλιν ἄλλο πρότερον οἷον τὸ Ε, κἀκείνου πάλιν ἄλλο πρῶτον, καὶ ἀεὶ οὕτως. ὥστε μηδὲν εἶναι πρῶτον λαβεῖν τοῦ τόπου, εἰς ὃ τὸ κινούμενον μεταβέβληκε, διὰ τὸ μηδέποτε ἐπιλείπειν τὴν διαίρεσιν. ὅμοιος δὲ ὁ λόγος ἐστὶ καὶ ἐπὶ τῆς τοῦ ποσοῦ μεταβολῆς τῆς κατὰ αὔξησιν καὶ μείωσιν. καὶ τὴν αἰτίαν τῆς ὁμοιότητος προσέθηκε, διότι γὰρ καὶ τὸ αὐξόμενον μέγεθος συνεχές ἐστι καὶ διαιρετὸν εἰς ἀεὶ διαιρετά· τὸ γὰρ τοσόνδε αὐξόμενον μέγεθος ἐν τοσῷδε χρόνῳ ἐν τῷ ἐλάττονι ἔλαττον αὐξηθήσεται, καὶ πάλιν ἐν τῷ τούτου ἐλάττονι ἔλαττον. ὅτι δὲ τὴν προτέραν δεῖξιν ἐπὶ τοῦ τόπου ἐποιήσατο, ἐδήλωσεν ἐκεῖ ἄλλο μὲν τὸ κινούμενον μέγεθος λαβὼν τὸ ΑΒ, ἄλλο δὲ τὸ ἐφ’ οὗ κινεῖται τὸ ΒΓ ἐκ τοῦ Β εἰς τὸ Γ κινούμενον. τὸ δὲ αὐξόμενον καὶ μειούμενον μέγεθος ἐν τῷ αὐτῷ ἐστι. δείξας δὲ ὅτι οὔτε τοῦ τόπου οὔτε τοῦ μεγέθους ἔστι τι πρῶτον λαβεῖν διὰ τὸ συνεχῆ εἶναι καὶ διαιρετὰ εἰς ἀεὶ διαιρετά, ἐπιφέρει, ὅτι μόνον τῶν καθ’ ἃ ἡ κίνησις τὸ ποιὸν καθ’ αὐτὸ ἀδιαίρετον ἐνδέχεται εἶναι. δῆλον δὲ ὅτι κατὰ συμβεβηκὸς καὶ τοῦτο διαιρετόν· κἂν ἀδιαίρετον δὲ ᾖ τῇ αὑτοῦ φύσει, οὐδὲ ἐν αὐτῷ ἔσται τι πρῶτον (τὸ γὰρ πρῶτον ἐν διαιρουμένῳ καὶ μέρη ἔχοντι), ἀλλὰ καὶ καθ’ ὃ τοῦ ὑποκειμένου ᾧ συνδιαιρεῖται οὐκ ἔστι τι πρῶτον,2 οὐδὲ αὐτοῦ τοῦ συνδιαιρουμένου εἴη ἄν τι πρῶτον. συνδιαιρεῖται δὲ ἡ ἀλλοίωσις, εἰ μὴ ἀθρόα γίνοιτο ἡ μεταβολή, ἣν αὐτὸς ἠξίου γίνεσθαι ἐν τῷ πρώτῳ βιβλίῳ πρὸς Μέλισσον διαλεγόμενος, ὅτε ἔλεγεν “ὥσπερ οὐκ ἀθρόας οὔσης μεταβολῆς.” ὁ μέντοι Εὔδημος εὐλαβέστερον περὶ τούτου διετάξατο ἐν τῷ τετάρτῳ τῶν Φυσικῶν γράφων οὕτως· “τὰ δὲ ἀλλοιούμενα πῶς χρὴ λαμβάνειν μεταβάλλοντα; εἰ μὲν γὰρ ᾗ ποσὸν τὸ σῶμα ἀλλοιοῦται καὶ μὴ πᾶν ἅμα θερμαίνεται καὶ ξηραίνεται, ἐν τούτοις ἔσται τὸ πρῶτον· εἰ δέ πως ἄλλως πάσχουσιν, ἄλλος λόγος.”

并且,如果Β与Γ是不可分的且彼此连续,那么ΒΓ这个位置作为连续的且具有量度的,就将由不可分者构成,且无部分的、不可分者就将彼此相连,而这已被证明是不可能的。另一方面,如果位置的界限Β与Γ彼此相分离,那么在Γ之前就会有某种东西,例如Δ,依位置从Β向Γ运动之物首先已变入这[Δ]中,而在Δ之前又会有另一个先在者,例如Ε,而在那之前又会有另一个最初者,并且总是如此。因此,由于分割决不会穷尽,因而在运动者变入的位置中,不可能取得任何最初者。 而在通过增减所发生的分量的变化上,论理也是类似的。并且他加上了相似性的原因,因为增大的量度也是连续的,并且可分为总是可分之物;因为在如此多的时间里增大的如此多的量度,在较少的时间里增大得较少,而在比这更少的时间里又增大得更少。至于他在位置上作出了前述证明,他在那里设定运动的量度为一物(ΑΒ),而它从Β向Γ运动时在其上运动之物为另一物(ΒΓ),从而表明了这一点。但是增减的量度是在同一物之中的。 在表明了由于连续且可分为总是可分之物,因而在位置或量度中都不可能取得任何最初者之后,他进而指出,在运动依之发生的东西中,唯独性质可以就自身而言是不可分的。然而显然,这[性质]偶然地也是可分的;即使它就自身本性而言是不可分的,在它之中也不会有任何最初者(因为最初者是在被分割且具有部分之物之中的),而且正如在它与之共同被分割的基底中不存在任何最初者一样,共同被分割者自身中也不会有任何最初者。而变质是与之共同被分割的,除非变化是一蹴而就地发生的——对于这种变化,他自己在第一卷同麦里梭辩论时曾认为是可以发生的,当时他说:“仿佛变化不是一蹴而就的似的。”然而欧德谟在《物理学》第四卷中对此作了更为谨慎的处理,这样写道:“但我们应当如何理解变质之物的变化呢?因为如果物体作为具有分量者而变质,且并非全部同时受热变干,那么在这些之中就会有最初者;但如果它们是以某种其他方式遭受变化,那就是另一回事了。”

语法注2 条
  1. 6.37ὃ δέδεικται ἀδύνατον ὄν

    关系代词 ὃ 以前述结论(无部分的不可分者彼此相连)为先行词,充当被动语态动词 δέδεικται 的主语。分词 ὄν 作主格补足语,构成“这一点已被证明是不可能的”这一结构。

  2. 6.37ἀλλὰ καὶ καθ’ ὃ τοῦ ὑποκειμένου ᾧ συνδιαιρεῖται οὐκ ἔστι τι πρῶτον, οὐδὲ αὐτοῦ τοῦ συνδιαιρουμένου εἴη ἄν τι πρῶτον

    这是一个具有相关结构的长句。καθ’ ὃ 引导从句(意为“就……而言”),与主句 οὐδὲ αὐτοῦ τοῦ συνδιαιρουμένου εἴη ἄν τι πρῶτον(“共同被分割者自身也不会有任何最初者”)相呼应。与格关系代词 ᾧ 由复合动词 συνδιαιρεῖται 所支配(“它与之共同被分割的基底”),整体表达基底既然没有最初者,则随之共同被分割的性质本身也不会有最初者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:988.33-989.30