← 辛普里丘

亚里士多德《物理学》注释

§99.5-100.28

芝诺论证辨析与柏拉图对一与多的解决

辛普里丘考察了所引述的欧德谟见证,论证了芝诺在此处的论证有别于《巴门尼德篇》中提到的论证,并且与亚历山大的观点相反,芝诺否定的是“一”而非“多”。他进而指出,柏拉图并不属于被该难题困扰的人,而是在《智者篇》等著作中通过相的相互分有和引入非存在清晰地解决了“一与多”的问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15#6

εἰ δὲ συνεπείθομεν αὐτὸν ταῦτα λέγοντες, ἠξιοῦμεν ἂν τὴν ὑπόσχεσιν ἀποδιδόναι.” Ἐν ᾗ1 ὁ μὲν τοῦ Ζήνωνος λόγος ἄλλος τις ἔοικεν οὗτος εἶναι παρ’ ἐκεῖνον τὸν ἐν βιβλίῳ φερόμενον, οὗ καὶ ὁ Πλάτων ἐν τῷ Παρμενίδῃ μέμνηται. ἐκεῖ μὲν γὰρ ὅτι πολλὰ οὐκ ἔστι δείκνυσι βοηθῶν ἐκ τοῦ ἀντικειμένου τῷ Παρμενίδῃ ἓν εἶναι λέγοντι· ἐνταῦθα δέ, ὡς ὁ Εὔδημός φησι, καὶ ἀνῄρει τὸ ἕν (τὴν γὰρ στιγμὴν ὡς τὸ ἓν λέγει), τὰ δὲ πολλὰ εἶναι συγχωρεῖ. ὁ μέντοι Ἀλέξανδρος καὶ ἐνταῦθα τοῦ Ζήνωνος ὡς τὰ πολλὰ ἀναιροῦντος μεμνῆσθαι τὸν Εὔδημον οἴεται. “ὡς γὰρ ἱστορεῖ, φησίν, Εὔδημος, Ζήνων ὁ Παρμενίδου γνώριμος ἐπειρᾶτο δεικνύναι, ὅτι μὴ οἷόν τε τὰ ὄντα πολλὰ εἶναι τῷ μηδὲν εἶναι ἐν τοῖς οὖσιν ἕν, τὰ δὲ πολλὰ πλῆθος εἶναι ἑνάδων.”2 καὶ ὅτι μὲν οὐχ ὡς τὰ πολλὰ ἀναιροῦντος τοῦ Ζήνωνος Εὔδημος μέμνηται νῦν, δῆλον ἐκ τῆς αὐτοῦ λέξεως· οἶμαι δὲ μηδὲ ἐν τῷ Ζήνωνος βιβλίῳ τοιοῦτον ἐπιχείρημα φέρεσθαι, οἷον ὁ Ἀλέξανδρός φησι. καὶ τοῦτο δὲ ἐκ τῶν εἰρημένων οἶμαι δῆλον, ὅτι καὶ ὁ Εὔδημος τὴν ἀπορίαν ἀπὸ τῆς τοῦ δυνάμει καὶ ἐνεργείᾳ διαφορᾶς ἔλυσεν. ἐνδείκνυται δὲ ἴσως καὶ τὴν ἀπὸ τῆς τοῦ ὄντος διαφορᾶς λύσιν ὁ Εὔδημος ἐν οἷς φησι “πρὸς δὲ τὴν τοῦ ἑνὸς ἀπορίαν ἄκος ἐφάνη ἡ τοῦ ὄντος διαίρεσις. ἦν δὲ αὕτη τοῖς φιλοσοφοῦσιν ἐμπόδιος καὶ ἐπὶ μικρὸν ἐχρῶντο αὐτῇ”, “ἐμπόδιος” ἴσως διὰ τὸ μὴ καλῶς διελέσθαι, ἀλλ’ ἐπὶ μικρὸν χρῆσθαι. καὶ ταῦτα μὲν εἴτε οὕτως εἴτε ἄλλως ἔχει, ζητεῖν ἄξιον. τοῦ δὲ Εὐδήμου λέγοντος ὅτι Πλάτων ἐν τῇ τῶν συμβεβηκότων κατηγορίᾳ τὸ ἔστιν οὐκ ᾤετο σημαίνειν οὐσίας μέθεξιν, ἀλλὰ μόνον τὴν κατὰ τὸ συμβεβηκὸς διάθεσιν, ὥσπερ τὸ φρόνιμός ἐστιν οὐδὲν ἄλλο σημαίνει ἢ τὸ φρονεῖν καὶ τὸ καθήμενος ἐστι τὸ καθῆσθαι, ταῦτα οὖν τοῦ Εὐδήμου λέγοντος ὁ Ἀλέξανδρος Πλάτωνά φησιν εἶναι τὸν τὴν λέξιν μεταρρυθμίζοντα τῶν συμβεβηκότων, καὶ ἴσως διότι ὁ Εὔδημος μετὰ τοὺς ἀφαιροῦντας τὸ ἔστι ταύτης ἐμνήσθη τῆς δόξης. Ὅτι δὲ οὐκ ἦν τῶν ἐπὶ τῇ ἀπορίᾳ θορυβηθέντων ὁ Πλάτων οὐδὲ τοῦτον ὁ Ἀριστοτέλης αἰνίττεται, δῆλον ἐξ ὧν ἐν Φιλήβῳ μὲν παίδων ἐρεσχελούντων ἀδολεσχίαν εἶναι τὴν τοιαύτην ἀμφισβήτησίν φησιν, ἐν Σοφιστῇ δὲ καὶ τὴν ὅλην ἀπορίαν σαφῶς ἐκτίθεται καὶ διαπαίζει πάνυ τοὺς ἐσπουδακότας περὶ αὐτὴν γράφων οὕτως “λέγομεν ἄνθρωπον δήπου πολλὰ ἄττα ἐπονομάζοντες, τά τε χρώματα ἐπιφέροντες αὐτῷ καὶ τὰ σχήματα καὶ μεγέθη καὶ κακίας καὶ ἀρετάς, ἐν οἷς πᾶσι καὶ ἑτέροις μυρίοις οὐ μόνον ἄνθρωπον αὐτὸν εἶναί φαμεν ἀλλὰ καὶ ἀγαθὸν καὶ ἕτερα ἄπειρα καὶ τἆλλα δὴ κατὰ τὸν αὐτὸν λόγον οὕτως ἓν ἕκαστον ὑποθέμενοι πάλιν αὐτὸ καὶ πολλοῖς ὀνόμασι λέγομεν. Ἀληθῆ λέγεις. Ὅθεν γε οἶμαι τοῖς τε νέοις καὶ τῶν γερόντων τοῖς ὀψιμαθέσι θοίνην παρεσκευάκαμεν. εὐθὺς γὰρ † εἰ λαβέσθαι παντὶ πρόχειρον, ὡς ἀδύνατον τά τε πολλὰ ἓν καὶ τὸ ἓν πολλὰ εἶναι, καὶ δήπου χαίρουσιν οὐκ ἐῶντες ἀγαθὸν λέγειν ἄνθρωπον, ἀλλὰ τὸν μὲν ἀγαθὸν ἀγαθόν, τὸν δὲ ἄνθρωπον ἄνθρωπον. ἐντυγχάνεις γάρ, ὦ Θεαίτητε, ὡς ἐγᾦμαι, πολλάκις τὰ τοιαῦτα ἐσπουδακόσι πρεσβυτέροις ἀνθρώποις, καὶ ὑπὸ πενίας τῆς περὶ φρόνησιν κτήσεως τὰ τοιαῦτα τεθαυμακόσι, καὶ δή τι καὶ πάνσοφον οἰομένοις τοῦτο ἀνευρηκέναι”. ταύτην δὲ τὴν ἀπορίαν αὐτὸς λύει καὶ μετέχειν ἀλλήλων τὰ εἴδη δεικνὺς καὶ αὐτὰ καθ’ αὑτὰ οἰκείους ἔχειν χαρακτῆρας καὶ περιγραφὰς οἰκείας, καὶ κατὰ μὲν τὴν μέθεξιν καὶ τὴν μῖξίν τε καὶ σύγκρασιν τὴν ἐν ἀλλήλοις ἓν γίνεσθαί τι ὅλον, ὡς ἀπὸ πολλῶν γραμμάτων μιγνυμένων ἀλλήλοις ὄνομα ἢ ῥῆμα ἢ καὶ λόγον ὅλον, κατὰ δὲ τὸ ἐφ’ ἑαυτὸ ἕκαστον διακεκριμένον τῶν ἄλλων καὶ μὴ ὂν ὅπερ τὰ ἄλλα, πλῆθος ποιεῖ·3 τῷ γὰρ ὄντι, ὅπου πλῆθος, ἐκεῖ καὶ τὸ μὴ ὄν. διὸ καὶ ὁ Παρμενίδης ἓν βουλόμενος δεῖξαι τὸ ὄντως ὄν, τάχα δὲ καὶ τὸ ὑπὲρ τὸ ὄν, πρῶτον ἀνεῖλε τὸ μὴ ὄν· καὶ ὁ Πλάτων δὲ δεῖξαι βουλόμενος τὸ μὴ ὂν ἐν τοῖς οὖσι καὶ οὐκ ἐν τῷ αἰσθητῷ μόνον ὄντι ἀλλὰ καὶ ἐν τῷ νοερῷ, τὴν διάκρισιν πρῶτον καὶ τὸ πλῆθος τῶν εἰδῶν παραδίδωσι· καὶ ἐν Παρμενίδῃ δὲ μηδὲν σπουδαῖον ἔχειν λέγων τὴν ἀπορίαν τὴν ἀποροῦσαν, πῶς τὸ αὐτὸ ἐν τοῖς αἰσθητοῖς ἓν καὶ πολλά ἐστι, λύει λέγων ἓν μὲν εἶναι διὰ τὴν τοῦ ἑνὸς μέθεξιν, πολλὰ δὲ διὰ τὴν τῶν πολλῶν.

如果我们通过说这些话而说服了他,我们就会要求他兑现其承诺。”在这段[欧德谟的]文字中,芝诺的这一论证似乎与那本流传的著作中的论证有所不同,柏拉图在《巴门尼德篇》中也提到了后者。因为在后者中,他站在相反的立场上援助主张存在为一的巴门尼德,表明不存在多数;但在这里,正如欧德谟所说,他甚至取消了“一”(因为他把点说成是一),却承认存在多数。然而亚历山大认为欧德谟在这里也提到芝诺是取消多数的。“因为正如欧德谟所记载的,”他说,“巴门尼德的相识芝诺曾试图表明,存在者不可能是多数,这是因为在存在者中没有任何东西是一,而多数则是诸单一[单位]的集合。”欧德谟现在并非作为取消多数者来提及芝诺,这从他自己的文句中是很清楚的;而且我认为,甚至在芝诺的著作中也没有流传亚历山大所说的那种推论。从前述内容来看,我认为这一点也是清楚的:欧德谟也是从潜能与现实的区别来解决这一难题的。欧德谟或许还暗示了从存在的区别而来的解答,这是在他所说的话中:“而对于关于‘一’的难题,‘存在’的划分显现为解药。但这种划分对哲学研究者们来说曾是一种阻碍,他们只是极少地使用它”——“一种阻碍”,或许是因为他们没有恰当地划分,而只是极少地使用。这些事情无论究竟如何,都值得探讨。但是,当欧德谟说柏拉图在偶性的述谓中并不认为‘是’意味着对实体的分有,而仅仅意味着依偶性而来的状态,正如‘是有智慧的’不意味着别的而只是思考,‘是坐着的’就是坐着那样——当欧德谟这样说时,亚历山大说柏拉图就是那位改变偶性措辞的人,这或许是因为欧德谟在那些取消‘是’的人之后提到了这一观点。 然而,柏拉图并不属于那些对这一难题感到惊慌失措的人,亚里士多德所暗指的也不是他,这从以下事实显而易见:他在《斐利布篇》中说这种争论是开玩笑的孩童们的胡话,而在《智者篇》中他既清晰地陈述了整个难题,又极尽嘲弄那些对此认真对待的人,写道:“我们给一个人冠以许多名称来谈论他,把颜色、形状、大小、恶德与美德加于他身上,在所有这些以及无数其他事物中,我们不仅说他是人,而且说他是善的以及无数其他东西;关于其他事物,按照同样的道理,我们也是这样把每一事物设定为一,又用许多名称来称呼它。——你说得对。——由此,我想我们为年轻人们以及老年人中的迟学者们准备了一场宴席。因为任何人都会立刻信手拈来反驳说,多不可能是一,一也不可能是多,他们自然乐于不许人们说人是善的,而只许说善是善,人是人。因为我想,苔阿忒托,你常常遇到对这类事情认真对待的上了年纪的人,他们由于在获得智慧上的贫乏而对这类事情感到惊叹,并自以为发现了一件无上智慧的事物。”而他[柏拉图]自己解决了这一难题,既表明诸相相互分有,又表明它们就其自身而言具有各自固有的特征和固有的界限。依它们相互之间的分有、混合与交融,某种单一的整体得以形成,正如由许多相互混合的字母形成一个名词、一个动词或整个语句那样;而依每一事物自身与他者相区别、不是他者所是的那样,它便产生多数;因为事实上,凡有多数之处,也有非存在。因此巴门尼德也是由于希望表明真正存在者——或许还有超越存在者——为一,首先取消了非存在;而柏拉图由于希望表明非存在存在于存在者之中,不仅存在于感觉的存在中而且也存在于理智的[存在]中,首先阐明了诸相的区别与多数性;而且在《巴门尼德篇》中,他说关于同一事物在感觉事物中如何既是一又是多的困惑并不包含任何严肃的内容,并通过说明它通过分有一而成其为一、通过分有多而成其为多,从而解决了这一难题。

语法注3 条
  1. 1.15Ἐν ᾗ

    关系代名词 ᾗ 的先行词是前一文本块末尾引用的欧德谟文句(或者其“文句/文本”ἡ λέξις),表示在欧德谟所记述的文本语境之中。

  2. 1.15τῷ μηδὲν εἶναι ἐν τοῖς οὖσιν ἕν, τὰ δὲ πολλὰ πλῆθος εἶναι ἑνάδων

    表原因的带冠词与格不定式 τῷ ... εἶναι 同时统辖并列的宾格不定式从句 τὰ δὲ πολλὰ πλῆθος εἶναι。整体构成表明原因的结构:“因为在存在者中没有任何东西是一,而多数则是诸单位的集合”。

  3. 1.15κατὰ δὲ τὸ ἐφ’ ἑαυτὸ ἕκαστον διακεκριμένον τῶν ἄλλων καὶ μὴ ὂν ὅπερ τὰ ἄλλα, πλῆθος ποιεῖ

    此句与前文的 κατὰ μὲν τὴν μέθεξιν ... ἓν γίνεσθαί τι ὅλον(依分有而言……形成单一整体)形成对照(μέν...δέ)。冠词 τό 将其后整个分词结构(每一相就其自身与他者相区别且不是他者所是的事实)名词化,引出在何种方面产生多数的规定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:99.5-100.28