← 辛普里丘

亚里士多德《物理学》注释

§97.4-99.5

一与多的难题及古人的回应

辛普里丘探讨了波菲利与欧德谟对源于偶性和分割的“一与多”难题的处理,并引述欧德谟《自然学》的文段,展示古人(如吕科弗隆、柏拉图)对述谓与分割的回应以及借助潜能与现实所作的解决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15#5

ὥστε εἰ μέλλοι καὶ ἡ ἀπὸ τῶν συμβεβηκότων ἀπορία λύεσθαι, καλῶς ὁ Πορφύριος τὸ ὑπὸ τοῦ Ἀριστοτέλους ᾐνιγμένον διὰ τοῦ ὡς μοναχῶς λεγομένου τοῦ ἑνὸς ἢ τοῦ ὄντος· πολλὰ δὲ τὰ ὄντα ἐνόησέ τε καὶ ἐξέφηνεν, ἐνδειξαμένου μέν πως καὶ τοῦ Εὐδήμου τὸ τοιοῦτον, καὶ αὐτοῦ δὲ τὴν λύσιν εἰς τὸ δυνάμει καὶ ἐνεργείᾳ κατακλείσαντος. Οὐδὲν δὲ ἴσως χεῖρον καὶ τὰ τοῦ Εὐδήμου παραθέσθαι πλείονος τῶν λεγομένων ἐπιστάσεως ἕνεκεν. ἔχει δὲ ὧδε ἡ μετὰ τὰς ἀπαντήσεις λέξις τὰς πρὸς τὰ τοῦ ἑνὸς σημαινόμενα· “ἆρα οὖν τοῦτο μὲν οὐκ ἔστιν [ἕν], ἔστι δέ τι ἕν; τοῦτο γὰρ ἠπορεῖτο· καὶ Ζήνωνά φασι λέγειν, εἴ τις αὐτῷ τὸ ἓν ἀποδοίη τί ποτέ ἐστιν, ἕξειν τὰ ὄντα λέγειν.1 ἠπόρει δὲ ὡς ἔοικε διὰ τὸ τῶν μὲν αἰσθητῶν ἕκαστον κατηγορικῶς τε πολλὰ λέγεσθαι καὶ μερισμῷ, τὴν δὲ στιγμὴν μηδὲ ἓν τιθέναι· ὃ γὰρ μήτε προστιθέμενον αὔξει, μήτε ἀφαιρούμενον μειοῖ, οὐκ ᾤετο τῶν ὄντων εἶναι. εἰ δέ τις καὶ τὰς λοιπὰς κατηγορίας προσεπιθείη, πιστότερον ἂν κατασκευάσειεν ἔτι τὸν λόγον· οὐ φαίνεται γὰρ οὔτε οὐσίαν οὔτε ποιὸν ἡ στιγμὴ ποιοῦσα οὔτε ἄλλο τῶν κατὰ τὰς διαιρέσεις οὐδέν. εἰ δὲ ἡ μὲν στιγμὴ τοιοῦτον, ἡμῶν δὲ ἕκαστος πολλὰ λέγεται εἶναι (οἷον λευκὸς μουσικὸς καὶ πολλὰ ἕτερα, ὁμοίως δὲ καὶ ὁ λίθος, ἄπειρος γὰρ ἡ θραῦσις ἑκάστου), πῶς ἂν εἴη τὸ ἕν; πρὸς μὲν οὖν τὰς κατηγορίας ἔνιοι μὲν οὐκ ᾤοντο δεῖν τὸ ἔστιν ἐπιλέγειν, ὧν καὶ Λυκόφρων ἦν, ἀλλ’ ἄνθρωπον μὲν ἔλεγον εἶναι, ἄνθρωπον δὲ εἶναι λευκὸν οὐκ ἔφασαν· ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον. οὐδαμοῦ γὰρ τὸ εἶναι προσῆπτον, ἀλλ’ ἑνὶ καθέκαστον. Πλάτων δὲ τὸ ἔστιν οὐκ ᾤετο σημαίνειν ὅπερ ἐπὶ τοῦ ἀνθρώπου, ἀλλ’ ὥσπερ τὸ φρόνιμός ἐστι τὸ φρονεῖν καὶ τὸ καθήμενός ἐστι τὸ καθῆσθαι, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἔχειν, καὶ εἰ μὴ κεῖται ὀνόματα. πρὸς μὲν οὖν τὰ κατηγορικῶς πολλὰ ποιοῦντα τὸ ἓν τοῦτον ἀπήντων τὸν τρόπον, πρὸς δὲ τὰ κατὰ μερισμὸν οὐκ εὐπόρουν. ἔστι δὲ ὡς ἔοικε τὸ διορίζειν ἕκαστον, ποσαχῶς λέγεται,2 πρῶτον πρὸς ἀλήθειαν. Πλάτων τε γὰρ εἰσάγων τὸ δισσὸν πολλὰς ἀπορίας ἔλυσε πραγμάτων † ὧν νῦν οἱ σοφισταὶ καταφεύγοντες ὥσπερ ἐπὶ τὰ εἴδη, καὶ πρὸς τούτοις τοὔνομα τῶν λόγων ἀφώρισε. πρὸς δὲ τὴν τοῦ ἑνὸς ἀπορίαν ἄκος ἐφάνη ἡ τοῦ ὄντος διαίρεσις. ἦν δὲ αὕτη τοῖς φιλοσοφοῦσιν ἐμπόδιος, καὶ ἐπὶ μικρὸν ἐχρῶντο αὐτῇ· ἔστι δὲ σοφὸν τὸ καλῶς ἑκάστῳ χρῆσθαι. οἵ τε γὰρ ταῖς ἀρχαῖς χρώμενοι οὐδὲν προάγουσιν (ἡ γὰρ ἀρχὴ πολύχουν), οἵ τε τὰς μὴ ἀρχὰς ποιούμενοι ἀδυνατοῦσι προϊέναι διὰ τὸ μὴ ἔχειν ἀφ’ οὗ. ἐνεργείᾳ δὲ καὶ δυνάμει ἐπιστήμονας μὲν ἔλεγον καὶ ἀνδρείους καὶ ὅσα τοιαῦτα, ἓν δὲ οὐκ ἔλεγον οὐδὲ πολλά. φαίνεται δὲ περὶ πάντα ὡς εἰπεῖν ἡ διαίρεσις αὕτη. εἰ γὰρ δέοι ἡμᾶς τὰ καθεύδοντα ἀριθμεῖν, ἄνθρωπον μὲν καὶ ἵππον εὐθέως καταριθμήσομεν καίπερ πολλῶν οὐ καθευδόντων, εἰς τὴν δύναμιν αὐτῶν ἀποβλέποντες. περὶ δὲ ἰχθύων ἀπορήσομεν καὶ βαδιούμεθα πρὸς τοὺς ἁλιεῖς· ἐν δὲ τῇ οἰκίᾳ τοὺς καθεύδοντας ἀριθμοῦντες πολλοὺς παραλείψομεν ἀνθρώπους καὶ ἵππους, ἂν παρῶσι καὶ μὴ καθεύδωσι. δῆλον οὖν ὡς πρότερον εἰς τὴν δύναμιν, ὕστερον δὲ εἰς τὴν ἐνέργειαν ἀποβλέπομεν. οὕτω δὴ καὶ ἕν τε καὶ πολλὰ καὶ δυνάμει καὶ ἐνεργείᾳ ἐστίν. ἐνεργείᾳ μὲν οὖν ἄμφω οὐδέποτε τῷ αὐτῷ ὑπάρχει. τὸ δὲ ἐνεργείᾳ ἓν δυνάμει πολλά ἐστιν, εἴπερ τῶν μεριστῶν ἐστιν. φαίνεται δὲ τοῦτο ἄτοπον. οὐδὲν δὲ ἄτοπον· οὐ γὰρ ἐναντία ταῦτά ἐστιν. οὕτω δὲ καὶ ἐν τῷ αὐτῷ λίθῳ πολλὰ ἔσται, οἷον Ἑρμῆς Ἡρακλῆς μυρία ἕτερα· δυνάμει γάρ ἐστι ταῦτα πάντα ἐν τούτῳ, ἐνεργείᾳ δὲ ἓν μόνον. τὰ δὲ ἐνεργείᾳ πολλὰ οὐκ ἔστιν ὁμοίως δυνάμει ἕν· ἀλλ’ ὅσα σύγκειται τάδε, λέγω δὲ οἷον ἑστάναι καθῆσθαι, δυνάμει μὲν ἅμα περὶ τὸ ἓν εἴη ἄν, ἐνεργείᾳ δὲ οὔ. εἰ δὲ παρῆν ἡμῖν Ζήνων, ἐλέγομεν ἂν πρὸς αὐτὸν περὶ τοῦ ἑνὸς ἐνεργείᾳ ὅτι οὐκ ἔστι πολλά· τὸ μὲν γὰρ κυρίως αὐτῷ ὑπάρχει, τὰ δὲ κατὰ δύναμιν. οὕτως οὖν ἓν καὶ πολλὰ τὸ αὐτὸ γίνεται, ἐνεργείᾳ δὲ θάτερον μόνον, ἅμα δὲ ἄμφω οὐδέποτε.

因此,如果源于偶性的难题也应当得到解决,那么波菲利恰当地理解并揭示了亚里士多德通过‘仿佛一或存在是以单一方式被述说的;但存在者是多数的’这句话所暗示的内容,尽管欧德谟也以某种方式指出了类似的事情,但他自己却将这一解答局限于潜能与现实之中。为了对所言之事给予更多关注,把欧德谟的话引述在此或许也并无不妥。在对‘一’的各种含义作出回应之后,他的文句如下:“那么,这个东西并不是[一],而存在着某种是一的东西吗?因为这曾是一个难题;据说芝诺曾说,如果有人向他说明‘一’究竟是什么,他就能够说明存在者。他之所以陷入难题,似乎是因为每一感觉事物无论在述谓上还是在分割上都被称为多,而他却把点连一都不算;因为凡既不在相加时增加、也不在相减时减少的,他都认为不属于存在者。如果有人把其余的范畴也附加其上,他还会使这一论证更加可信;因为点显而易见既不产生实体,也不产生性质,也不产生依诸划分而来的任何其他事物。但如果点是这样的,而我们每个人都被称为多(例如白的、有音乐修养的以及许多其他东西,同样石头也是如此,因为每一事物的碎裂是无限的),那么‘一’又如何可能存在呢?因此对于述谓,有些人认为不应当附加上‘是’——吕科弗隆也是其中之一——,而是说人是存在的,却不说人是白的;对于其他每一事物也是同样。因为他们绝不把‘存在/是’连接上去,而是将每一属性连接于一个[主体]。然而柏拉图并不认为‘是’具有如同在人身上的那种意义,而是正如‘是有智慧的’就是思考,‘是坐着的’就是坐着那样,在其他事物上也同样如此,即使并未确立相应的名称[动词]。因此,对于那些在述谓上使一成为多的事物,他们是以这种方式应对的,但对于依分割而言的事物,他们却无计可施。由此看来,规定每一事物以多少种方式被述说,对于真理而言是最首要的。因为柏拉图也是通过引入双重[含义]而解决了关于事物的许多难题……如今智者们逃避于此,仿佛逃避于诸相;此外他还将名称从诸定义中区分出来。而对于关于‘一’的难题,‘存在’的划分显现为解药。但这种划分对哲学研究者们来说曾是一种阻碍,他们只是极少地使用它;而善于使用每一事物才是智慧。因为那些使用第一原理的人并不推进任何事情(因为原理是丰富的),而那些把非原理之物当作原理的人,则由于没有出发点而无法前行。在现实与潜能中,他们谈论有知识者、勇敢者以及所有此类事物,但他们既不说一,也不说多。而且这种划分似乎关涉几乎所有事物。因为如果我们必须计算睡眠之物,我们将由于着眼于它们的能力而立刻把人和马计算在内,尽管有许多并没有在睡眠。但关于鱼,我们就会产生疑虑并跑去问渔夫;而在房屋中计算正在睡眠者时,如果人和马在场而并未睡眠,我们就会遗漏[排除]许多人与马。由此显然,我们较早是着眼于能力,较晚是着眼于现实。因此,事物在潜能与现实中既是一又是多。在现实中,两者绝不会〔同时〕属于同一事物。而在现实中为一者,如果它属于可分割之物,则在潜能中是多。这看起来是荒谬的。但绝非荒谬;因为这些并不是对立的。依此方式,在同一块石头中也将存在许多东西,例如赫尔墨斯、赫拉克勒斯以及无数其他东西;因为所有这些在潜能中都在其中存在,但在现实中仅仅是一个。然而在现实中为多者,却并不以同样方式在潜能中为一;但所有这些复合的事物——我的意思是例如站立与坐着——在潜能中可以同时围绕着那一个事物存在,但在现实中则不然。如果芝诺与我们在一起,我们将就现实中的一对他说明它并不是多;因为一严格地属于它,而多则是依潜能而属于它。因此同一事物以这种方式既成为一又成为多,但在现实中仅仅是两者之一,而绝不会同时是两者。”

语法注2 条
  1. 1.15ἕξειν τὰ ὄντα λέγειν

    间接引语中的“宾格与不定式”结构,作为前行条件从句 εἴ τις αὐτῷ τὸ ἓν ἀποδοίη τί ποτέ ἐστιν 的归结从句(代表直接引语中的 ἕξω τὰ ὄντα λέγειν,“我就能够述说存在者”)。不定式 ἕξειν 的逻辑主语是芝诺。

  2. 1.15τὸ διορίζειν ἕκαστον, ποσαχῶς λέγεται

    前置预取(prolepsis)句式:本应作为间接疑问从句 ποσαχῶς λέγεται 之主语的 ἕκαστον,被前置作为不定式 διορίζειν 的宾格宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:97.4-99.5