← 辛普里丘

亚里士多德《物理学》注释

§100.28-102.15

柏拉图与亚里士多德对一与多难题的解决

辛普里丘引用《巴门尼德篇》中苏格拉底的论述,指出感觉事物既是一又是多并不足为奇,而相的结合与分离才值得深入探究,并总结了柏拉图在理智界与感觉界中的解决方案。随后他探讨了波菲利所阐发的亚里士多德方案(基于实体与偶性非同义、核心相关的存在差异),并进一步考察了个体实体与其构成性的属、种及偶性之间的关系难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15#7

οὐ χεῖρον δὲ αὐτῶν ἀκοῦσαι τῶν τοῦ Πλάτωνος λόγων· “εἰ δὲ ἐμὲ ἕν τις ἀποδείξει ὄντα καὶ πολλά, τί θαυμαστόν, λέγων, ὅταν μὲν βούληται πολλὰ ἀποφῆναι, ὡς ἕτερα μὲν τὰ ἐπὶ δεξιά μού ἐστιν, ἕτερα δὲ τὰ ἐπ’ ἀριστερά, καὶ ἕτερα μὲν τὰ πρόσθεν, ἕτερα δὲ τὰ ὄπισθεν, καὶ ἄνω καὶ κάτω ὡσαύτως· πλήθους γὰρ οἶμαι μετέχω· ὅταν δὲ ἕν, ἐρεῖ ὡς ἑπτὰ μὲν ὄντων εἷς εἰμὶ ἄνθρωπος, μετέχων καὶ τοῦ ἑνός. ὥστε ἀληθῆ ἀποφαίνει ἀμφότερα. ἐὰν οὖν τις τοιαῦτα ἐπιχειρῇ πολλὰ καὶ ἓν ταὐτὸ ἀποφαίνειν, λίθους καὶ ξύλα καὶ τὰ τοιαῦτα, τί φήσομεν αὐτὸν πολλὰ καὶ ἓν ἀποδεικνύναι, οὐ τὸ ἓν πολλὰ οὐδὲ τὰ πολλὰ ἕν, οὐδέ τι θαυμαστὸν λέγει,1 ἀλλ’ ἅπερ ἂν πάντες ὁμολογοῖμεν· ἐὰν δέ τις, ὃ νῦν δὴ ἐγὼ ἔλεγον, πρῶτον μὲν διαιρῆται χωρὶς αὐτὰ καθ’ αὑτὰ τὰ εἴδη, οἷον ὁμοιότητά τε καὶ ἀνομοιότητα καὶ πλῆθος καὶ ἓν καὶ στάσιν καὶ κίνησιν καὶ πάντα τὰ τοιαῦτα, εἶτα ἐν ἑαυτοῖς ταῦτα δυνάμενα συγκεράννυσθαι καὶ διακρίνεσθαι ἀποφαίνῃ, ἀγαίμην ἂν ἔγω γε, ἔφη, θαυμαστῶς, ὦ Ζήνων.” ὁρᾷς οὖν ὅτι τὸ μὲν ἐν τοῖς αἰσθητοῖς τὸ αὐτὸ ἓν καὶ πολλὰ εἶναι οὐδὲν θαυμαστόν φησιν, ὥσπερ οὐδὲ τὸ ὅμοια καὶ ἀνόμοια· τὸ δὲ ἐν τοῖς νοεροῖς παραδείγμασι τούτων ἐπιδεῖξαι τὴν τοιαύτην μῖξιν καὶ σύγκρασιν, ὅπερ αὐτὸς ἐν Σοφιστῇ πεποίηκε φιλοσόφου ἴδιον λέγων, τοῦτο ἂν εἴη πολλοῦ λόγου ἄξιον. ἀνάγκη γὰρ τήν τε ἕνωσιν τὴν ἀσύγχυτον καὶ τὴν ἀδιάσπαστον διάκρισιν τῶν εἰδῶν θεάσασθαι τὸν ταῦτα ἀποδεικνύντα. τῆς οὖν ἀπορίας ταύτης, πῶς τὸ αὐτὸ ἓν καὶ πολλά ἐστιν, ἔχομεν καὶ παρὰ Πλάτωνι τὰς λύσεις, τὴν μὲν ἐπὶ τῶν νοερῶν εἰδῶν ἐν Σοφιστῇ λεγομένην καὶ τὸ μὲν ἓν κατὰ τὴν ἀντιμέθεξιν (μᾶλλον δὲ τὴν ταὐτότητα καὶ ἕνωσιν καθ’ ἓν ἕκαστον οὐ μόνον μετέχει τῶν ἄλλων οὐδὲ μόνον ταὐτόν ἐστιν ἐκείνοις ἀλλ’ ἡνωμένον πρὸς αὐτά ἐστιν ἓν ἕκαστον πάντα, ὅπερ ὁ ἐν Παρμενίδῃ Σωκράτης ἐπιδειχθῆναι βούλεται), πολλὰ δὲ κατὰ τὴν ἑαυτοῦ ἰδιότητα ἑκάστου θεωρουμένου· ἄλλην δὲ ἔχομεν ἐπὶ τῶν αἰσθητῶν ἐν Παρμενίδῃ λύσιν κατὰ τὴν τῶν παραδειγμάτων τοῦ τε ἑνὸς καὶ τῶν πολλῶν ἐν τῷ αὐτῷ μέθεξιν. Ἡ δὲ τοῦ Ἀριστοτέλους λύσις, ἣν ὁ Πορφύριος ἐξέφηνεν, ἔστι μὲν ἐπὶ τῶν αἰσθητῶν καὶ αὐτή, γίνεται δὲ καὶ ἀπὸ τῆς τῶν ὄντων διαφορᾶς οὐ συνωνύμων ὄντων ἀλλ’ ὡς ἀφ’ ἑνός.2 καὶ διὰ τοῦτο ἡ μὲν οὐσία καθ’ ἑαυτὴν ὑφεστάναι πεφυκυῖα καὶ διὰ τοῦτο ὑποκειμένη μένει ὅπερ ἐστί, καὶ δι’ αὐτὴν ἓν τὸ ὅλον· τὰ δὲ συμβεβηκότα ἢ τὰ μέρη περὶ τὴν οὐσίαν καὶ τὸ ὅλον ὑφεστηκότα κατὰ τὸ πλῆθος παρέχεται, οὐ τοῦ ἑνὸς πληθυνομένου, (οὐ γὰρ προστίθησί τι ἐκείνῳ τῷ μὴ δύνασθαι ταῦτα καθ’ ἑαυτὰ ὑποστῆναι),3 ἀλλ’ οἷον ὑφειμένη τις τοῦ ὄντος ὑπόστασίς ἐστιν ἡ πεπληθυσμένη· οὐ γὰρ πεπλήθυνται ἐκ τοιούτων ἑνάδων ἡ οὐσία. καὶ ἐπιστῆσαι ἄξιον, ὅτι ἡ λύσις αὕτη καὶ τὴν αἰτίαν παρίστησι καλῶς, δι’ ἣν οὐ περὶ τὸ ποιὸν ἡ οὐσία, ἀλλὰ τὸ ποιὸν περὶ τὴν οὐσίαν, καὶ τοδὶ μὲν οὐσία, ταδὶ δὲ συμβεβηκότα. ἀλλ’ εἰ καὶ τὰ γένη καὶ τὰ εἴδη καὶ τὰ συμβεβηκότα δεύτερα τῆς ἀτόμου οὐσίας ἐστὶν ὡς ἐν ἐκείνῃ ὑφεστῶτα, τί ἂν εἴη καθ’ αὑτὴν ἡ ἄτομος οὐσία χωρὶς τούτων θεωρουμένη; Σωκράτης γὰρ ἄνευ ἀνθρώπου καὶ ζῴου καὶ τῶν ὡς Σωκράτην συμπληρούντων συμβεβηκότων πῶς ἂν εἴη, εἰ οὕτως δεύτερα ταῦτα ὡς τὰ μέρη δεύτερα τοῦ ὅλου καίτοι συμπληρωτικὰ τοῦ ὅλου ὄντα;4 ἔστι γὰρ καὶ ταῦτα μέρη τῆς ἀτόμου οὐσίας, συμφορητῆς οὔσης καὶ κατὰ τοῦτο οὐσιωμένης. διὸ οὐδὲ παράδειγμα πρωτουργὸν τῆς τῶν ἀτόμων ἐστὶν ὁλότητος, ὅτι κατὰ συμφόρησιν ὑφέστηκε ταῦτα, καὶ ἡ ψυχὴ γινώσκει αὐτὰ κατὰ τὴν ἀπὸ τῆς αἰσθήσεως πληγὴν τὴν συνδρομὴν αὐτῶν εἰς ἑνὸς νοήματος σύστασιν προβαλλομένη.

听听柏拉图自己的原话未尝不可:“但如果有人证明我是既一又多的存在,当他想证明我是多时,说我右边的部分是一回事,左边的部分是另一回事,前面的部分是一回事,后面的部分是另一回事,上下亦然——因为我想我分有了多;而当他想证明我是一时,他又会说在我们七个人中我是一个人,同样分有了这一——这又有什么可奇怪的呢?从而他证明了两者都是真的。因此,如果有人试图表明同样的事物是多和一,如石头、木头以及诸如此类的事物,我们会怎么说?我们会说他证明了某物是多和一,而不是说一本身是多,多本身是一,他也没有说什么惊人的话,而不过是说了我们大家都会同意的事;但是,正如我方才所说,如果有人首先将这些相本身彼此独立地划分开来,例如相似与不相似、多与一、静止与运动以及所有诸如此类者,然后证明这些相在它们自身之中能够相互混合并相互分离,那么,芝诺啊,”他说,“我将对他赞叹不已。” 因此你看到,他说在感觉事物中同一事物既是一又是多毫不奇怪,正如既相似又不相似一样;然而在这些事物的理智范型中展示出这种混合与交融——这正是他自己在《智者篇》中所做的,并称之为哲学家的特有之举——这才是大有价值的。因为证明这些事情的人,必然要观照到诸相既不混淆的统一,又不可分割的区别。因此,对于这同一事物如何既是一又是多的难题,我们在柏拉图那里也找到了解决方案:一种是《智者篇》中关于理智诸相所说的,即依相互分有(或者毋宁说是依同一与统合,依此每一相不仅分有他者,不仅与它们同一,而且与它们统合为一,使得每一相就是一切,这正是《巴门尼德篇》中的苏格拉底所希望被证明的)而言是一,而依每一相自身被观照的固有效能而言,则是多;另一种则是我们在《巴门尼德篇》中关于感觉事物所拥有的依在同一事物中对一与多的范型的分有而来的解答。 而亚里士多德的解答——即波菲利所阐发的解答——本身也是关于感觉事物的,但也产生于存在者的差异性,即它们不是同义[一义]的,而是如源自单一者那样。正因如此,实体天生适于依自身而持存,并因此作为底层主体而保持为其所是,且由于它,全体是一;但围绕着实体与全体而持存的偶性或部分则依多数性而提供自身,这并非一本身被多元化(因为由于它们不能依自身而持存,它们并没有给那一者增添任何东西),而是那被多元化者宛如存在者某种较低阶的存立;因为实体并非由这样的诸单一[单位]多元化而成。同样值得注意的是,这一解答也很好地说明了为何不是实体围绕性质,而是性质围绕实体,并且为何这是实体而这些是偶性。 但是,如果属、种和偶性作为在个体实体中存立者是相对于它而言第二位的,那么脱离了这些而被观照的个体实体本身又会是什么呢?因为苏格拉底若没有了人、动物以及使他作为苏格拉底而完满的诸偶性,他如何能够存在呢?如果这些事物如部分相对于全体而言是第二位的那样是第二位的,尽管它们作为全体的补充成分而存在?因为这些也是个体实体的部分,个体实体是汇聚而成的,并且依此而得以实体化。因此,个体之全体性甚至没有首要生发的范型,因为它们是依汇聚而存立的,而灵魂根据来自感觉的冲击,将它们的汇聚投射为单一思想的构成,从而认识它们。

语法注4 条
  1. 1.15τί φήσομεν αὐτὸν πολλὰ καὶ ἓν ἀποδεικνύναι, οὐ τὸ ἓν πολλὰ οὐδὲ τὰ πολλὰ ἕν, οὐδέ τι θαυμαστὸν λέγει

    引自柏拉图《巴门尼德篇》129d。疑问句 τί φήσομεν(“我们会怎么说?”)之后直接跟随带不定式的宾语从句 αὐτὸν πολλὰ καὶ ἓν ἀποδεικνύναι(“[我们会说]他证明了……”),其后在 οὐδέ τι θαυμαστὸν λέγει 处转为直陈式现在时动词,语义上与前面的不定式并列,共同表达对该做法的评判。

  2. 1.15οὐ συνωνύμων ὄντων ἀλλ’ ὡς ἀφ’ ἑνός

    独立属格结构,其隐含主语为 τῶν ὄντων。这体现了亚里士多德的核心术语用法:诸存在者(诸范畴)并非“同义的(一义的)”,而是“源自单一者(核心相关的,ἀφ’ ἑνός)”。

  3. 1.15τῷ μὴ δύνασθαι ταῦτα καθ’ ἑαυτὰ ὑποστῆναι

    带冠词不定式的与格(τῷ + 不定式),作表原因的状语成分:“由于它们不能依自身而持存”,为前文的 οὐ γὰρ προστίθησί τι ἐκείνῳ(“因为它们并没有给那一者增添任何东西”)提供依据。

  4. 1.15εἰ οὕτως δεύτερα ταῦτα ὡς τὰ μέρη δεύτερα τοῦ ὅλου καίτοι συμπληρωτικὰ τοῦ ὅλου ὄντα;

    从属于主句反问 πῶς ἂν εἴη(“[苏格拉底]如何能够存在?”)的条件从句(εἰ)。其中省略了系动词 ἐστί,意为“如果这些[属、种、偶性]如部分相对于全体是第二位的那样是第二位的,尽管它们作为全体的补充成分”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:100.28-102.15