- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:987.9-988.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐释了亚里士多德通过归谬法证明变化者自身并不存在最初已变化的部分,随后转入对变化依之发生之物(如位置和性质)是否存在最初者的探讨,解释了性质如何偶然地可分,并给出了关于位置之论证的前提。
" Οὐδὲ δὴ τοῦ μεταβεβληκότος ἔστι τι πρῶτον ἕως τοῦ φανερὸν ἐκ τῶν εἰρημένων." Δείξας ὅτι οὐδὲν ἔστι τοῦ χρόνου λαβεῖν, ἐν ᾧ πρώτῳ τὸ μεταβάλλον ἤρξατο τῆς μεταβολῆς, νῦν δείκνυσιν ὅτι οὐδὲ αὐτοῦ τοῦ μεταβάλλοντος ἔστι τι πρῶτον ὡς μέρος λαβεῖν. τὸ γὰρ τοιοῦτον πρῶτον καὶ νῦν λαμβάνει, ἀλλ’ οὐχὶ τὸ ἀμερὲς τὸ τῷ ἀμερεῖ πέρατι ἀντικείμενον, ὅπερ ἐπὶ τοῦ χρόνου ἔλεγε τὸ ἐν ᾧ μεταβέβληκε. καὶ δείκνυσι καὶ αὐτὸ δι’ ἐκθέσεως τῇ εἰς ἀδύνατον ἀπαγωγῇ χρώμενος. ἐπειδὴ γὰρ διαιρετόν ἐστι πᾶν τὸ μεταβάλλον, ἔστω τὸ ΖΕ τὸ μεταβάλλον ὅλον καὶ διῃρήσθω εἰς τὰ ΖΔ ΔΕ. καὶ πρῶτον ἔστω μεταβεβληκὸς τὸ ΖΔ τοῦ ΔΕ.1 ὁ δὲ χρόνος ἐν ᾧ τὸ ΖΔ μεταβέβληκεν ἔστω ὁ ΘΙ· ἐν χρόνῳ γὰρ πᾶσα μεταβολή. καὶ ὅρα ὅτι νῦν χρόνον ἔθετο τὸν ΘΙ, ἐν ᾧ μεταβέβληκε τὸ ΖΔ, οὐχ ὡς πέρας τὸ μεταβέβληκε λαβών, ἀλλ’ ἀντὶ τοῦ ‘μετέβαλλεν’ αὐτὸ θείς.2 εἰ οὖν ἐν τῷ παντὶ χρόνῳ τῷ ΘΙ τὸ ΔΖ μεταβέβληκεν, ἐν τῷ ἡμίσει τοῦ ΘΙ χρόνου, ἐπειδὴ καὶ πᾶς χρόνος διαιρετός ἐστιν, ἔλαττόν τι ἔσται τοῦ ΔΖ μεταβεβληκός, καὶ δηλονότι καὶ πρὸ ὅλου τοῦ ΔΖ, καὶ πάλιν τοῦ μορίου τούτου ἄλλο τι πρῶτον κατὰ τὴν τοῦ λαμβανομένου χρόνου διαίρεσιν. οὕτω δὲ ἀεὶ τοῦ πρώτου ἄλλο ἔσται πρῶτον, καὶ οὐδὲν ἔσται λαβεῖν τοῦ μεταβεβληκότος, ὃ πρῶτον μεταβέβληκεν. ἐπὶ δὴ τούτοις συμπεραίνεται, ὅτι οὔτε τοῦ μεταβάλλοντος οὔτε τοῦ χρόνου ἐν ᾧ μεταβάλλει τὸ μεταβάλλον ἔστι τι πρῶτον λαβεῖν.
“对于已变化者也决不存在任何最初者,直至,从所说的话来看是显而易见的。” 在表明了在其中变化者开始变化的最初时间是无法取得的之后,现在[亚里士多德]表明,对于变化者自身而言,作为部分的最初者也是无法取得的。因为他现在所取的正是这样的最初者,而不是与不可分的界限相对立的不可分者——就时间而言,他曾把后者称为在其中已变化者。而且他也通过设定,运用归谬法证明了这一点。因为既然凡变化者皆是可分的,那么设整个变化者为ΖΕ,并设它被分为ΖΔ与ΔΕ。并且设ΖΔ比ΔΕ先已变化。而ΖΔ在其中已变化的时间设为ΘΙ;因为一切变化都在时间中。并且请看,现在他把ΖΔ在其中已变化的时间设定为ΘΙ,并不是将“已变化”当作界限来取,而是用它来代替“正处于变化之中”。因此,如果ΔΖ在整个时间ΘΙ中已变化,那么在时间ΘΙ的一半中——既然一切时间也都是可分的——就会有比ΔΖ更小的某部分已变化,并且显而易见是在整个ΔΖ之前[已变化],而且根据所取时间的分割,在这部分之中又会有某种其他的最初者。这样一来,在最初者之前总是会有另一个最初者,并且在已变化者之中将不可能取得任何最初已变化之物。于是根据这些,得出的结论是:无论对于变化者,还是对于变化者在其中变化的时间,都不可能取得任何最初者。
"Αὐτὸ δὲ ὃ μεταβάλλει ἢ καθ’ ὃ μεταβάλλει ἕως τοῦ ἐνδέχεται ἀδιαίρετον καθ’ αὑτὸ εἶναι." Δείξας ὅτι οὔτε τοῦ χρόνου ἔστι τι πρῶτον, ἐν ᾧ τὸ μεταβεβληκὸς ἤρξατο τῆς μεταβολῆς, οὔτε αὐτοῦ τοῦ μεταβάλλοντος ἔστι τι πρῶτον ὃ μεταβέβληκεν, ἐπειδὴ πᾶσα μεταβολὴ τινός ἐστι, τοῦ μεταβάλλοντος, καὶ ἔν τινι (ἐν χρόνῳ γάρ) καὶ κατά τι (ἢ γὰρ κατὰ τόπον ἢ κατὰ ποσὸν ἢ κατὰ ποιὸν ἢ κατὰ ἀντίφασιν), ἐπὶ τὸ τρίτον τοῦτο μετελήλυθε τὸ καθ’ ὃ ἡ μεταβολὴ γίνεται, ζητῶν καὶ ἐπ’ αὐτοῦ εἰ ἔστι τι πρῶτον τοῦ καθ’ ὃ ἡ μεταβολή. περὶ τούτου δὲ εἰπὼν ἐξ ἀρχῆς αὐτὸ δὲ ὃ μεταβάλλει εἰς σαφέστερον αὐτὸ μετέλαβεν τὸ καθ’ ὃ μεταβάλλει· ὡς γὰρ ἐξηγητικὸν ἐκείνου τοῦτο προσέθηκε. καὶ λέγει, ὅτι οὐκέτι ὁμοίως ἔχει τὸ ζητούμενον ἐπὶ παντὸς τοῦ καθ’ ὃ ἡ μεταβολὴ ὡς ἐπὶ τοῦ μεταβάλλοντος αὐτοῦ καὶ τοῦ χρόνου· ταῦτα μὲν γὰρ τῇ αὑτῶν φύσει διαιρετά ἐστι. καὶ διὰ τοῦτο οὐδὲν ἔστιν αὐτῶν πρῶτον λαβεῖν, ἐν ᾧ ἡ ἀρχὴ τῆς μεταβολῆς. οὐκέτι δὲ πᾶν τὸ καθ’ ὃ ἡ μεταβολὴ διαιρετὸν καθ’ αὑτό· τὸ γὰρ ποιόν, καθ’ ὃ ἡ κατὰ ἀλλοίωσιν μεταβολὴ γίνεται, οὐκ ἔστι τῇ αὑτοῦ φύσει διαιρετόν, ὅτι μηδὲ ποσόν. κατὰ συμβεβηκὸς μέντοι καὶ αὐτὸ διαιρετόν ἐστι τῷ τὸ ὑποκείμενον αὐτῷ καὶ ἀλλοιούμενον διαιρετὸν εἶναι·3 τούτῳ γὰρ καὶ ἡ ποιότης συνδιαιρεῖται ποσουμένη καὶ αὐτὴ κατὰ συμβεβηκός· ποσοῦ γὰρ τὸ διαιρεῖσθαι. κατὰ συμβεβηκὸς δὲ πάντα εἶπε διαιρετά, οὐχ ὡς καὶ τοῦ τόπου καὶ τοῦ μεγέθους κατὰ συμβεβηκὸς διαιρουμένων (ταῦτα γὰρ καθ’ αὑτὰ διαιρετά ἐστιν), ἀλλ’ ἤτοι πάντα τὰ ποιά, καθ’ ἃ ἡ ἀλλοίωσις, κατὰ συμβεβηκὸς εἶπεν διαιρετά, ἢ ὅτι συναριθμουμένου τοῖς διαιρετοῖς καὶ τοῦ κατὰ συμβεβηκὸς διαιρουμένου πάντα γίνεται διαιρετὰ τὰ καθ’ ἃ ἡ μεταβολή. καὶ ἐπὶ πάντων ἀληθὲς τὸ μὴ εἶναι τὸ πρῶτον λαβεῖν διὰ τὴν ἐπ’ ἄπειρον διαίρεσιν. εἶτα τῶν καθ’ ἃ ἡ μεταβολὴ γίνεται τὰ καθ’ αὑτὰ διαιρετὰ λαβὼν καὶ πρῶτον τὸν τόπον, ἐπὶ τούτου δείκνυσιν, ὅτι οὐκ ἔστι τὸ πρῶτον λαβεῖν, ἐκθέμενος τὸ μὲν κινούμενον μέγεθος τὸ ΑΒ, τόπον δὲ ἐφ’ οὗ κινεῖται ἀρχὴν μὲν ἔχοντα καὶ αὐτὸν τὸ Β, τέλος δὲ τὸ Γ,4 διότι τὸ κινούμενον τῇ ἑαυτοῦ ἀρχῇ ἢ τῷ τέλει τῆς ἀρχῆς τοῦ τόπου ἁψάμενον, οὕτως ἄρχεται τῆς κινήσεως. διὸ κοινὸν ἔλαβε τὸ Β μόριόν τι τοῦ τόπου λαβὼν τὸ ΒΓ, ὅπερ ἀνάγκη ἢ ἀδιαίρετον εἶναι ἢ διαιρετόν.
“所变化的自身,或者它依之变化的东西,直至,可以就自身而言是不可分的。” 在表明了已变化者在其中开始变化的最初时间并不存在,变化者自身中也并不存在最初已变化者之后,既然一切变化都是某物的(即变化者的),并且在某物之中(因为是在时间中),并且依据某物(因为要么依位置,要么依数量,要么依性质,要么依矛盾对立),他就转向了这第三者,即变化依之发生的依据,探讨对于这变化的依据本身是否存在某种最初者。关于这一点,他在开端说了“所变化的自身”,随后将其替换为更明晰的“它依之变化的东西”;因为他加上这后一句是作为前者的解释。并且他说,所探究的事情对于一切变化之依据而言,不再像对于变化者自身和时间那样具有同样的情形;因为后两者就其自身本性而言是可分的。正因如此,在这两者之中不可能取得变化之开端所在的任何最初者。但是变化依之发生的东西并非全部就自身而言是可分的;因为性质——依之发生变质变化的东西——就其自身本性而言并不是可分的,因为它甚至不是数量。然而偶然地,它本身也是可分的,乃是因为承载它并发生变质的基底是可分的;因为随同基底,性质本身作为偶然地被赋予数量者也一同被分割;因为被分割是属于数量的属性。但他之所以说“一切都是偶然可分的”,并不是指位置和量度也是偶然被分割的(因为这些就自身而言是可分的),而是要么指变质依之发生的一切性质偶然地是可分的,要么是因为,当偶然被分割者与可分者一同被计算时,变化依之发生的一切东西都变成了可分的。并且在一切情况下,由于无限分割,无法取得最初者都是真的。随后,他在变化依之发生的东西中取出了那些就自身而言可分者,并首先取出位置,在此之上表明不可能取得最初者:他设定运动的量度为ΑΒ,而它在其上运动的位置本身也以Β为开端,以Γ为终点,这是因为运动者以自身的开端或终点触及位置的开端,从而开始其运动。因此,他取了位置的某一部分ΒΓ,把Β作为共同的,而这[ΒΓ]必然要么是不可分的,要么是可分的。
- 6.36πρῶτον ἔστω μεταβεβληκὸς τὸ ΖΔ τοῦ ΔΕ
τοῦ ΔΕ 是比较属格,由用作副词的中性单数形容词 πρῶτον(“先于”、“早于”)所支配。整句意为“设ΖΔ比ΔΕ先已变化”。
- 6.36οὐχ ὡς πέρας τὸ μεταβέβληκε λαβών, ἀλλ’ ἀντὶ τοῦ ‘μετέβαλλεν’ αὐτὸ θείς
分词 λαβών 和 θείς 是修饰主语(亚里士多德)的并列主格分词。名词化的完成时 τὸ μεταβέβληκε 作 λαβών 的直接宾语,后半句中代词 αὐτό 指代它,并带有介词短语 ἀντὶ τοῦ ‘μετέβαλλεν’(“代替‘正处于变化之中’”)。
- 6.37τῷ τὸ ὑποκείμενον αὐτῷ καὶ ἀλλοιούμενον διαιρετὸν εἶναι
由带冠词的与格 τῷ 引导的带宾格主语的不定式短语,表原因(“因……的事实”)。不定式 εἶναι 的逻辑主语是实体化的分词短语 τὸ ὑποκείμενον αὐτῷ καὶ ἀλλοιούμενον(“承载它并发生变质者”),表语为 διαιρετόν。
- 6.37τόπον δὲ ἐφ’ οὗ κινεῖται ἀρχὴν μὲν ἔχοντα καὶ αὐτὸν τὸ Β, τέλος δὲ τὸ Γ
名词 τόπον 作为分词 ἐκθέμενος 的第二个直接宾语,由分词短语 ἀρχὴν μὲν ἔχοντα... τέλος δὲ... 所修饰。在短语内部,ἔχοντα 构成双重宾格结构,其中 τὸ Β 和 τὸ Γ 为直接宾语,而 ἀρχήν 与 τέλος 充当宾语补足语(“具有Β作为开端,具有Γ作为终点的位置”)。
