← 辛普里丘

亚里士多德《物理学》注释

§985.24-987.8

运动无开端的疑难与始末界限的双重含义

在完成关于运动由于可分而没有最初开端的论证之后,辛普里丘提出了运动有终界却没有开端这一疑难(泰奥弗拉斯托斯亦提及),并通过区分作为部分的开端/终界与作为不可分界限的开端/终界这两重含义来予以解决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.35#2

εἰ γὰρ ἐν πρώτῳ τῷ ΑΔ μεταβάλλει, ἢ ἐν ὁτῳοῦν αὐτοῦ μορίῳ ἔσται μεταβάλλον ἢ ἐν οὐδετέρῳ ἢ ἐν τῷ ἑτέρῳ·1 ἀλλ’ εἰ μὲν ἐν ἀμφοτέροις ἢ ἐν τῷ ἑτέρῳ, οὐκ ἐν τῷ ὅλῳ πρώτως μεταβάλλει· εἰ δὲ ἐν μηδετέρῳ μεταβάλλει, οὐδὲ ἐν τῷ ὅλῳ μεταβάλλοι ἂν οὐδαμῶς. εἰ οὖν μεταβάλλει ἐν τῷ ὅλῳ, ἐν ὁτῳοῦν αὐτοῦ μορίῳ μεταβάλλει. πολλὰ δὲ ἔσται μόρια, εἴπερ συνεχὲς τὸ ὅλον, πᾶν δὲ συνεχὲς ἐπ’ ἄπειρον διαιρετόν. ὥστε οὐκ ἔστι λαβεῖν ἐν ᾧ πρώτῳ μεταβάλλει· ἐν παντὶ γὰρ τῷ λαμβανομένῳ ὁμοίως· καὶ οὐκ ἔστιν ἐν τῇ ἐπ’ ἄπειρον διαιρέσει τὸ πρῶτον. καὶ ἔστι μὲν ὁ λόγος περὶ τοῦ πρώτως μεταβάλλειν (ἡ γὰρ ἀρχὴ τῆς κινήσεως κίνησις ἦν), αὐτὸς δὲ ἀντὶ τοῦ μεταβάλλειν τῷ μεταβεβληκέναι χρῆται, ἐπειδὴ τὸ μεταβάλλον εἰς τέλος τοῦ μεταβάλλειν ἐρχόμενον μεταβέβληκεν. Ἐν δὴ τούτοις ἄπορον δοκεῖ, πῶς πέρας μὲν εἶναι λέγεται καὶ τῆς κινήσεως καὶ τοῦ χρόνου, καθ’ ὃ τὸ μεταβάλλον μεταβεβληκέναι λέγεται, ἀρχὴ δὲ μὴ εἶναι. καὶ γὰρ ὁ Θεόφραστος ἐν τῷ πρώτῳ τῶν Περὶ κινήσεως· “θαυμαστά, φησί, φαίνεται κατ’ αὐτὴν ὄντα τὴν φύσιν 〈τὰ〉 τῆς κινήσεως, οἷον εἰ μὴ ἔστιν αὐτῆς ἀρχή, πέρας δέ ἐστι.” πῶς δὲ τὸ μὲν πέρας ἀδιαίρετον ἐλάμβανεν, τὴν δὲ ἀρχὴν ἐπ’ ἄπειρον διαιρετήν; δυνατὸν γὰρ τοῖς αὐτοῖς χρώμενον λόγοις καὶ τὸ πέρας τοῦ συνεχοῦς ἐπ’ ἄπειρον διαιρετὸν λαβεῖν καὶ τὴν ἀρχὴν ἀδιαίρετον. ἔοικεν οὖν καὶ τὸ πέρας διττὸν εἶναι καὶ ἡ ἀρχὴ διττὴ τῆς τε κινήσεως καὶ τοῦ χρόνου καὶ παντὸς συνεχοῦς, τὸ μὲν ὡς τὸ πρῶτον ἢ τὸ ἔσχατον μέρος τοῦ συνεχοῦς, τὸ δὲ ἀρχὴ καὶ πέρας, τὰ μηκέτι μέρη μηδὲ ὅμοια τῷ ὅλῳ. ἐπὶ γὰρ τῶν τοιούτων καὶ ἠξίωται τὸ μὴ εἶναι ταὐτὸν ἀρχὴν καὶ τὸ οὗ ἐστιν ἀρχὴ μηδὲ πέρας καὶ τὸ οὗ ἐστι πέρας. ὥσπερ τὸ σημεῖον καὶ ἀρχὴ καὶ πέρας ἐστὶ τῆς γραμμῆς οὐκ ὂν αὐτὸ γραμμή· ὁμοίως δὲ καὶ τὸ νῦν τοῦ χρόνου καὶ τὸ κίνημα τῆς κινήσεως· καλοῦσι γὰρ οὕτω τὸ τῆς κινήσεως πέρας. καὶ πρῶτον μὲν τὸ μεταβεβληκὸς ἐν τῷ τοιούτῳ πέρατι ἔλεγεν εἶναι τῷ μετὰ τὴν ὅλην μεταβολήν.2 νῦν δὲ ἀρχὴν λαμβάνει καὶ χρόνου καὶ κινήσεως τὴν ὡς μέρος· δῆλον δὲ ἐκ τοῦ εἰπεῖν τοῦτο ἀρχὴν ἐν ᾧ πρώτῳ ἤρξατο μεταβάλλειν, τουτέστιν κινεῖσθαι. τὸ δὲ κινούμενον πᾶν ἐν χρόνῳ κινεῖται, καὶ οὐκ ἐν πέρατι χρόνου· ἡ δὲ τοιαύτη ἀρχὴ μέρος οὖσα συνεχοῦς καὶ συνεχὴς διαιρετή ἐστιν εἰς ἀεὶ διαιρετά· τὸ δὲ τοιοῦτον οὐκ ἔχει ἀρχήν, ὅτι ὅπερ ἂν λάβῃς καὶ ἐκεῖνο διαιρετόν ἐστιν, ἐπεὶ ἥ γε ἀδιαίρετος ἀρχὴ ἡ ἀντικειμένη τῷ πέρατι, ἐν ᾧ μεταβεβληκέναι λέγεται, τοιαύτη ἐστίν, ὡς μὴ μεταβάλλειν τι ἐν αὐτῇ ὡς οὐδὲ ἐν τῷ πέρατι, ἀλλὰ πρὸ μεταβολῆς ὑπάρχειν καὶ μὴ ἔχειν ἄλλην ἀρχὴν πρὸ αὐτῆς. αὐτὸς δὲ ἀρχὴν μὲν κινήσεως καὶ πρώτην κίνησιν λαβὼν τὴν κατὰ τὸ μεταβάλλειν ὡς μέρος κινήσεως καὶ ἐν χρόνῳ οὖσαν, πέρας δὲ τὸ ἐν ᾧ πρώτῳ μεταβέβληκε τὸ μεταβάλλον, τοῦτο μὲν ὑπάρχειν φησὶ καὶ ληπτὸν εἶναι (ἐνδέχεται γὰρ ἐπιτελεσθῆναι μεταβολήν), ἐκεῖνο δὲ μὴ ὑπάρχειν μηδὲ εἶναι λαβεῖν,3 ὅτι πάσης τῆς ἐν ἐκείνῳ ἀρχῆς ἐστιν ἄλλη ἀρχή, ὥσπερ καὶ ἐπὶ τοῦ πέρατος τοῦ ὡς μέρους παντὸς πέρατος ἔστιν ἄλλο πέρας λαβεῖν. καὶ δῆλον ὅτι ὡς μὲν συνεχοῦς τοῦ ὅλου ληφθέντος πεπερασμένου καὶ τὰ ἀμερῆ πέρατα καὶ τὰ ὡς μέρη τελευταῖα ἔστι λαβεῖν, ὅταν δὲ ὡς ἐπ’ ἄπειρον διαιρετὸν ληφθῇ, οὔτε τὰ ἀμερῆ οὔτε τὰ μεριστὰ πέρατα καταλαβεῖν δυνατόν· πρὸ παντὸς γὰρ τοῦ ληφθέντος μεριστοῦ ἔστιν ἄλλο καὶ μετὰ πᾶν ἄλλο. κἂν ληφθῇ δέ τι πρῶτον μέρος ἢ ἔσχατον, ἐπειδὴ μεριστόν ἐστι τοῦτο, ἀνάγκη ἐν ὁτῳοῦν αὐτοῦ μεταβεβληκέναι· ὥστε πάλιν ἔσται τι αὐτοῦ πρότερον καὶ μεριζομένου ἀεὶ τοῦ ληφθέντος μόνως πρῶτον ἔσται τὸ ὡς ἄτομον ἀρχὴ ἢ πέρας ὄν.

因为如果[变化之物]最初在ΑΔ中变化,那么它或者在其任一部分中变化着,或者在两部分中都不[变化着],或者在其中之一中[变化着]。但是如果是在两部分中或在其中之一中,它就不是最初在全体中变化;而如果在两者中都不变化,它也就根本不可能在全体中变化。因此,如果它在全体中变化,它就在其任一部分中变化。而如果全体是连续的,就会有许多部分,并且一切连续之物都是无限可分的。从而无法取出它最初在其中变化之[时间];因为在所取出的任何事物中情况都是一样的;而在无限划分中不存在最初者。并且,虽然这一论证是关于‘最初在变化’的(因为运动的开端曾是运动),他自己却用‘已完成变化’来代替‘在变化’,因为变化着之物到达变化的终点时就已经完成变化了。 在这些论点中,确实显得成疑的是:为什么运动和时间的终界被说成是存在的(依照这终界,变化之物被说成是已经完成变化),而开端却被说成是不存在的?事实上,泰奥弗拉斯托斯在《论运动》第一卷中也说:“运动的诸般情况就其本性而言似乎令人惊异,例如假使它没有开端,却有终界。”又为什么他把终界取为不可分的,而把开端取为无限可分的呢?因为运用同样的论证,人们也能够把连续之物的终界取为无限可分的,而把开端取为不可分的。因此,对于运动、时间以及一切连续之物而言,终界似乎都是双重的,开端也是双重的:其一作为连续之物的最初部分或最后部分,其二作为开端与终界,它们不再是部分,也不与全体相似。因为对于此类事物,人们也认定开端与作为其开端的事物并不相同,终界与作为其终界的事物也不相同。正如点是线的开端也是终界,而点本身并不是线;同样,“现在”之于时间,动相之于运动也是如此;因为他们把运动的终界称作动相。此前他说已完成变化之物处于在整个变化之后的这样一种终界之中。但现在他把时间和运动的开端取作部分性的;而这从他把这称为它最初开始变化(即开始运动)于其中的开端这一点就显而易见。但是一切运动之物都是在时间中运动,而不是在时间的终界中;而这样的开端既然是连续之物的一部分且自身也是连续的,就可被分割为始终可分之物;而这样的事物并没有开端,因为无论你取出什么,那也是可分的。因为与在其中被说成已完成变化的终界相对立的不可分开端是这样的:正如在终界中一样没有任何事物在其中变化,而是在变化之前存立,且在其自身之前不再有另一个开端。但他自己既然把运动的开端和最初运动取为就‘在变化’而言之物、作为运动的一部分且处于时间之中,而把终界取为变化之物最初在其中完成变化之物,他就说后者存在且是可以取出的(因为变化得以完遂是可能的),而前者既不存在也不可能取出,因为在那之中的每一个开端都还有另一个开端,正如在作为部分的终界的情况下,对每一个终界也都可以取出另一个终界一样。显然,当全体被取为有限的连续之物时,既可以取出无部分的终界,也可以取出作为部分的终末部分;但当它被取为无限可分之物时,无部分的终界和可分的终界就都无法把握;因为在取出的任何可分之物之前都有另一个,在一切之后也有另一个。即使取出了某个最初部分或最后部分,由于这是可分的,它也必然在其任一部分中完成变化;从而又会存在某种先于它的事物,并且随着所取之物始终被分割,只有作为不可分之物的开端或终界才是在唯一意义上最初的。

语法注3 条
  1. 6.35ἢ ἐν ὁτῳοῦν αὐτοῦ μορίῳ ἔσται μεταβάλλον ἢ ἐν οὐδετέρῳ ἢ ἐν τῷ ἑτέρῳ· ἀλλ’ εἰ μὲν ἐν ἀμφοτέροις ἢ ἐν τῷ ἑτέρῳ

    在最初提出的选言肢(在任一部分中、或在两者中皆非、或在其中之一中)之后,接续的条件从句引入了 ἐν ἀμφοτέροις。这是将前述的 ἐν ὁτῳοῦν αὐτοῦ μορίῳ(在任一部分中)具体化为二分法下的两部分(或全体)来承接,从而通过‘在两者中或在其中之一中’的对照来展开反驳。

  2. 6.35τῷ μετὰ τὴν ὅλην μεταβολήν

    该与格短语对前述的 ἐν τῷ τοιούτῳ πέρατι(在这样一种终界之中)起同位或限定修饰作用。冠词 τῷ 使介词短语 μετὰ τὴν ὅλην μεταβολήν 实词化,意为‘处于整个变化之后的[终界]’。

  3. 6.35αὐτὸς δὲ ἀρχὴν μὲν κινήσεως καὶ πρώτην κίνησιν λαβὼν... πέρας δὲ τὸ ἐν ᾧ πρώτῳ μεταβέβληκε τὸ μεταβάλλον, τοῦτο μὲν ὑπάρχειν φησὶ καὶ ληπτὸν εἶναι... ἐκεῖνο δὲ μὴ ὑπάρχειν μηδὲ εἶναι λαβεῖν

    该长句的骨架是由分词短语设立前提(ἀρχὴν μὲν... λαβών, πέρας δὲ [λαβών]),主句则由与之呼应的 τοῦτο μὲν ὑπάρχειν φησὶ... ἐκεῖνο δὲ μὴ ὑπάρχειν...(他说后者存在,而前者不存在)构成。指示代词 τοῦτο 指代较近的‘终界(πέρας)’,而 ἐκεῖνο 则指代较远的‘开端(ἀρχή)’。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:985.24-987.8