- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:984.3-985.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解亚里士多德《物理学》卷六第五章(236a7),辨析了“最初完成变化于其中之物”的两种含义(变化的终点与起点),并阐明了为何在变化的开端处不可能存在不可分的最初时间。
" Λέγεται δὲ τὸ ἐν ᾧ πρώτῳ μεταβέβληκε διχῶς ἕως τοῦ ἄπειροι γὰρ αἱ διαιρέσεις." Δείξας καὶ ὅτι τὸ μεταβεβληκός, ὅτε πρῶτον μεταβέβληκεν, ἔστιν ἐν ἐκείνῳ εἰς ὃ μεταβέβληκε, καὶ ὅτι τὸ ἐν ᾧ πρώτῳ μεταβέβληκεν ἄτομόν ἐστιν (οὐ γὰρ ἐν χρόνῳ, ἀλλ’ ἐν τῷ νῦν), ἀκολούθως τούτοις ἐπάγει, ὅτι τὸ πρῶτον ἐν ᾧ μεταβέβληκέ τι διχῶς λέγεται· τό τε εἰς ὃ μετέβαλλε τὸ μεταβάλλον, ἐν ᾧ καὶ πέπαυται τοῦ μεταβάλλειν καὶ μεταβεβληκός ἐστιν ἐν αὐτῷ, λέγεται δὲ καὶ τὸ ἐν ᾧ πρώτῳ ἤρξατο τῆς μεταβολῆς καὶ τοῦ μεταβάλλειν· καὶ τοῦτο γὰρ λέγεται ἐν ᾧ πρώτῳ μεταβέβληκε, διότι οἶμαι ἀπὸ τοῦ μὴ μεταβάλλειν μετέβη. διχῶς οὖν οὕτω λεγομένου καὶ ἀκουομένου τοῦ ἐν ᾧ πρώτῳ μεταβέβληκε τὸ μὲν ἐπὶ τοῦ τέλους, φησί, τῆς μεταβολῆς πρῶτον λεγόμενον, καὶ ἔστι καὶ λέγεται κυρίως· ἐπιτετέλεσται γὰρ ἡ μεταβολή, καὶ ἔστι τι ἐν ᾧ πρώτῳ ἐπετελέσθη, ὡς δέδεικται, τὸ νῦν. οὐ γάρ ἐστι τὸ τέλος τῆς μεταβολῆς μεταβολή. τὸ δὲ κατὰ τῆς ἀρχῆς τῆς μεταβολῆς, ἥτις ἀρχὴ καὶ αὐτὴ μεταβολή ἐστι, πρῶτον λεγόμενον τοῦ χρόνου, ἐν ᾧ ἡ ἀρχὴ τῆς μεταβολῆς, τοῦτό φησιν οὐκ ἔστιν ὅλως ἐν ὑποστάσει,1 ἀλλὰ κενῶς λέγεται καὶ ἀκούεται, διότι οὐκ ἔστι λαβεῖν πρῶτόν τι τοῦ χρόνου, ἐν ᾧ ἤρξατο τῆς μεταβολῆς τὸ μεταβάλλον· οὔτε γὰρ τῆς μεταβολῆς οὔτε τοῦ χρόνου ἔστιν ἀρχὴν λαβεῖν, ἐν ᾧ πρῶτόν τι μετέβαλλεν, διότι ἡ ἀρχὴ τῆς μεταβολῆς μεταβολὴ καὶ αὐτή ἐστιν, ἀλλ’ οὐκ ἔξω τοῦ μεταβάλλειν ἐστὶ τὸ ἐν αὐτῇ ὥσπερ ἐν τῷ πέρατι, ὅτε μεταβεβληκὸς ἦν· καὶ εἴη ἂν τὸ λεγόμενον, ὅτι μὴ ἔστιν ἀρχὴ ἀρχῆς, ἐπειδὴ τοῦ χρόνου, ὃ ἂν ὡς ἀρχὴ ὑποτεθῇ, τοῦτο ἄλλην ἀρχὴν ἔχον εὑρεθήσεται. Δείκνυσι δὲ αὐτὸ καὶ δι’ ἐκθέσεως οὕτως· εἰλήφθω γάρ τι, φησί, πρῶτον τοῦ χρόνου, ἐν ᾧ τῆς μεταβολῆς τὸ μεταβάλλον ἤρξατο, καὶ ἔστω τοῦτο τὸ ΑΔ· τὸ δὴ ΑΔ ἀδιαίρετον οὐκ ἂν εἴη· ἔσται γὰρ ὁ χρόνος ἐξ ἀδιαιρέτων συγκείμενος· ἡ γὰρ ἀρχὴ τῆς μεταβολῆς μεταβολή, πᾶσα δὲ μεταβολὴ ἐν χρόνῳ· ὥστε εἰ ἀδιαίρετον τὸ ΑΔ κατὰ τὴν ὑπόθεσιν χρόνος ἔσται, καὶ ὁ χρόνος ἐξ ἀδιαιρέτων ἔσται συγκείμενος, ὅπερ ἐσήμηνε διὰ τοῦ συμβήσεται γὰρ ἐχόμενα εἶναι τὰ νῦν. ἢ τοῦτο εἴρηκε τῷ τὸ ΑΔ, ἐν ᾧ ἤρξατο τῆς κινήσεως, ἀδιαίρετον ὑποτιθεμένῳ συμβαίνειν, διότι συμβήσεται ἐν τῷ νῦν κίνησιν γίνεσθαι, εἴπερ τὸ ΑΔ ἀδιαίρετον ὂν τὸ νῦν ἐστιν, ἐν δὲ τούτῳ ἤρξατο κινεῖσθαι, ἡ δὲ ἀρχὴ τῆς κινήσεως κίνησίς ἐστιν. εἰ δὲ ἐν τῷ νῦν εἴη κινούμενόν τι, ἐπειδὴ πᾶν τὸ κινούμενον ἐν χρόνῳ κινεῖται, χρόνου ἂν εἴη μέρη τὰ νῦν καὶ ὁ χρόνος εἴη ἂν εἰς τὰ νῦν διαιρούμενος καὶ ἐκ τῶν νῦν συγκείμενος· ἐν ᾧ γὰρ δύναται κίνησις γίνεσθαι, τοῦτο μόριόν ἐστι τοῦ χρόνου. ὅτι δὲ μὴ ἔστιν ἀμερὲς τὸ ΑΔ, καὶ δι’ ἄλλου δείκνυσιν ἐπιχειρήματος τοιούτου· τὸ ἀρχόμενον ἐν τῷ ΑΔ κινεῖσθαι, ἐξ ἠρεμίας πάντως μεταβάλλον ἄρχεται κινεῖσθαι. ἔστω οὖν ἐν τῷ ΓΑ ἠρεμοῦν καὶ ἐν τῷ ΑΔ ἀρχόμενον κινεῖσθαι. εἰ οὖν ἐν παντὶ τῷ ΓΑ ἠρεμεῖ, δῆλον ὅτι καὶ ἐν τῷ Α τοῦ ΓΑ ὄντι τι ἠρεμεῖ.2 εἰ οὖν ἔστι τὸ ΑΔ ἀμερές, ταὐτὸν ἔσται τῷ Α τὸ ΑΔ· καὶ ἐν τῷ ΑΔ ἄρα ἠρεμοίη ἂν τὸ ἐν αὐτῷ τῆς μεταβολῆς ἀρχόμενον· τὸ δὲ ἀρχόμενον ἐν αὐτῷ τῆς μεταβολῆς κινεῖται ἐν αὐτῷ· ἐν τῷ αὐτῷ ἄρα ἠρεμήσει τε καὶ κινηθήσεται, ὅπερ ἀδύνατον. ἔλαβεν δὲ ἐν τῷ Α ἠρεμεῖν ὡς ἴσον τῷ μὴ κινεῖσθαι· ἔκειτο γὰρ ὅτι ἐν τῷ ἀμερεῖ οὔτε κινεῖσθαι οἷόν τέ τι οὔτε ἠρεμεῖν. ἀκολουθεῖ οὖν κατὰ ἀλήθειαν οὐ τὸ ἅμα ἐν τῷ αὐτῷ νῦν ἠρεμεῖν τε καὶ κινεῖσθαι, ἀλλὰ τὸ ἅμα μὴ κινεῖσθαί τε καὶ κινεῖσθαι, ὅπερ ἀδυνατώτερόν ἐστι διὰ τὸ ἀξίωμα τῆς ἀντιφάσεως. δείξας δὲ ὅτι οὐκ ἀδιαίρετος, ἀλλὰ διαιρετός ἐστιν ὁ κατὰ τὴν ἀρχὴν τῆς μεταβολῆς χρόνος, δείκνυσιν ἐφεξῆς τὸ προκείμενον, ὅτι οὐδὲν ἔστι λαβεῖν ἐν τούτῳ ἐν ᾧ πρώτῳ μεταβάλλει τὸ μεταβάλλον· εἰ γὰρ μὴ ἀμερὲς τὸ ΑΔ, ἀνάγκη αὐτὸ διαιρετὸν εἶναι καὶ μὴ ἐν πρώτῳ αὐτῷ μεταβάλλειν.
“它最初在其中完成变化之物有两种说法”至“因为划分是无限的”。 既然已经证明,已完成变化之物当其最初完成变化时,就处于它所变化进的事物之中,并且它最初在其中完成变化之物是不可分的(因为并非在时间中,而是在‘现在’之中),遵循这些结论,他补充道,某物最初在其中完成变化之物有两种说法:既指变化着之物所变化进的事物——在其中它既已停止变化并且在其中处于已完成变化的状态,又指它最初开始变化和正在变化于其中的事物;因为我想,正由于它从不变化转变而来,所以这也被称为‘它最初在其中完成变化之物’。因此,既然‘它最初在其中完成变化之物’有这样两种说法和理解,他说,在变化的终点上被称为最初的,确实存在并且在严格意义上被如此称呼;因为变化已经完遂,并且正如已经证明的那样,存在着它最初在其中得以完遂的某物,即‘现在’。因为变化的终点并不是变化。但是,关于变化的开端(这一开端本身也是一种变化),被称为包含变化开端的时间之最初者的,他说,这在实在中根本不存在,而只是空洞地被说出和被听闻,因为无法在变化着之物开始变化的时间中取出任何最初之物;因为对于变化或时间而言,都无法取出某物最初在其中正在变化的开端,因为变化的开端自身也是变化,而在其中的事物并非像在终界中那样处于变化之外(当它已经完成变化时);而这所指的也就是不存在开端的开端,因为无论时间的哪一部分被假定为开端,这部分都会被发现拥有另一个开端。他也通过如下设项表明了这一点:他说,假定取出了变化着之物开始变化的时间的某种最初之物,设此为ΑΔ;那么ΑΔ不可能是不可分的;因为时间将由不可分之物构成。因为变化的开端是变化,而一切变化都在时间中;从而,如果根据假设不可分的ΑΔ将是时间,那么时间也将由不可分之物构成,这正是他通过“因为结果将是‘现在’彼此相连”所表明的。或者,他说对于假定开始运动于其中的ΑΔ是不可分的人来说会产生这一结果,是因为如果不可分的ΑΔ就是‘现在’,而在其中它开始运动,且运动的开端是运动,那么结果就将是在‘现在’之中发生运动。而如果在‘现在’中某物在运动,那么既然一切运动之物都是在时间中运动,‘现在’就将是时间的诸部分,时间就将被分割为诸‘现在’并由诸‘现在’构成;因为凡是运动能够在其中发生的,这都是时间的一个部分。至于ΑΔ不是无部分的,他也通过如下另一个论证来说明:在ΑΔ中开始运动之物,无论如何都是从静止转变而开始运动的。那么,设它在ΓΑ中静止,而在ΑΔ中开始运动。因此,如果它在整个ΓΑ中静止,显然在属于ΓΑ的某物的Α之中也是静止的。因此,如果ΑΔ是无部分的,ΑΔ就将与Α同一;从而在ΑΔ中,在其中开始变化之物就会是静止的;可是在其中开始变化之物在其中是运动的;因此在同一事物中它既将静止又将被运动,这是不可能的。而他将‘在Α中静止’取为等同于‘不在运动’;因为原本设定,在无部分之物中某物既不可能运动也不可能静止。因此真正随之而来的,不是在同一个‘现在’中同时静止且运动,而是同时不运动且运动,由于矛盾公理,这是更加不可能的。在证明了依照变化开端的时间不是不可分的而是可分的之后,他接着证明了摆在面前的论题,即在其中无法取出变化着之物最初在其中变化之物;因为如果ΑΔ不是无部分的,它就必然是可分的,并且不是最初在它自身中变化。
- 6.35τὸ δὲ κατὰ τῆς ἀρχῆς τῆς μεταβολῆς, ἥτις ἀρχὴ καὶ αὐτὴ μεταβολή ἐστι, πρῶτον λεγόμενον τοῦ χρόνου, ἐν ᾧ ἡ ἀρχὴ τῆς μεταβολῆς, τοῦτό φησιν οὐκ ἔστιν ὅλως ἐν ὑποστάσει
句首的‘τὸ ... πρῶτον λεγόμενον τοῦ χρόνου’(被视为主格或宾格悬空结构)作为一个前置的主题短语,通过后文‘τοῦτό φησιν οὐκ ἔστιν’中的指示代词‘τοῦτο’加以复指承接(resumptio)。这种倒装结构旨在突出与前文‘τὸ μὲν ἐπὶ τοῦ τέλους ... πρῶτον λεγόμενον’的鲜明对比。
- 6.35ἐν τῷ Α τοῦ ΓΑ ὄντι τι ἠρεμεῖ
伴随分词‘ὄντι’的‘τι’作表语(或状语性限定修饰),意为‘由于Α是ΓΑ的某种东西(即端点或组成部分)’。该短语在句法上解释了为何能够从ΓΑ整体的静止推导出在其极限点Α处的静止。
