← 辛普里丘

亚里士多德《物理学》注释

§983.3-984.2

生成消灭的不可分极限与狄翁之死的难题

辛普里丘通过驳斥第三种情形(在一部中变化而在另一部中已变化),完成了关于最初完成变化之处不可分的归谬论证,并将其推论至生成与消灭。随后他引用亚历山大,指出此论证化解了智者派关于“狄翁何时死去”的难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.34#2

εἰ δὲ ἐν μὲν τῷ ἑτέρῳ μέρει τοῦ ΑΓ μεταβάλλει ἔτι, ἐν δὲ τῷ ἑτέρῳ μεταβέβληκεν, ἄτοπόν τι συμβαίνει τὸ εἶναι τοῦ πρώτου πρότερον·1 ὑπέκειτο γὰρ ἐν τῷ ΑΓ πρώτῳ μεταβεβληκέναι. εἰ οὖν ἐν μέρει αὐτοῦ ὁποτερῳοῦν μεταβέβληκεν, ἐν πρώτῳ τούτῳ ἂν εἴη μεταβεβληκός, καὶ τότε, εἰ ἄρα, ἐν τῷ ὅλῳ, ὥστε τοῦ πρώτου πρότερον ληφθήσεται. ἄτοπον δὲ καὶ καθ’ αὑτὸ μὲν τοῦτο τὸ εἶναί τι τοῦ πρώτου πρότερον (οὐκέτι γὰρ πρῶτόν ἐστιν ἐκεῖνο, οὗ ἐστί τι πρότερον) καὶ μέντοι, ὅτι2 ἐν πρώτῳ ἐλέγετο ἐκεῖνο τὸ μὴ ἐν μέρει αὐτοῦ ἀλλ’ ἐν ὅλῳ. εἰ οὖν ἐν μέρει τοῦ ΑΓ ἦν τὸ μεταβεβληκέναι, οὐκέτι τὸ ΑΓ πρῶτον ἦν ἐν ᾧ μεταβέβληκε. δείξας οὖν, ὅτι τῷ ὑποτιθεμένῳ διαιρετὸν εἶναι τὸ ἐν ᾧ πρώτῳ τι μεταβέβληκεν ἀδύνατον ἀκολουθεῖ τι καθ’ ἕκαστον τμῆμα τῆς διαιρέσεως, εἰκότως συνεπεράνατο τὸν λόγον εἰπὼν ὥστε οὐκ ἂν εἴη διαιρετὸν ἐν ᾧ μεταβέβληκε, πρώτῳ δηλονότι, κἂν παρῆκεν ὡς σαφὲς αὐτό. Ἐπειδὴ δὲ ἐν τῷ πρὸ τούτου ἐπιχειρήματι ἔδειξεν, ὅτι τὸ μεταβεβληκός, ὅτε πρῶτον μεταβέβληκεν, ἐν ἐκείνῳ ἐστὶν ἐν ᾧ μεταβέβληκε, καὶ ὅτι τοῦτο ἐναργῶς φαίνεται μάλιστα ἐν τῇ κατὰ γένεσιν καὶ φθορὰν μεταβολῇ, εἰκότως καὶ νῦν ἐπήγαγεν φανερὸν εἶναι, ὅτι καὶ τὸ ἐφθαρμένον καὶ τὸ γεγονὸς ἐν ἀτόμῳ τὸ μὲν ἔφθαρται, τὸ δὲ γέγονεν. εἰ γὰρ τὸ ἐφθαρμένον καὶ τὸ γεγονὸς ἐν ᾧ πρώτῳ μεταβέβληκε τὸ μὲν ἐφθαρμένον ἐστὶ τὸ δὲ γεγονός, τὸ δὲ ἐν ᾧ πρώτῳ τὸ μὲν ἐφθαρμένον ἐστὶ τὸ δὲ γεγονὸς ἐν ἀτόμῳ τὸ μὲν ἔφθαρται τὸ δὲ γέγονε, τὸ ἐφθαρμένον καὶ τὸ γεγονὸς ἐν ἀτόμῳ τὸ μὲν ἔφθαρται τὸ δὲ γέγονε. “διὰ τούτου δέ, φησὶν ὁ Ἀλέξανδρος, καὶ τὴν λύσιν ἡμῖν ἐνεδείξατο τοῦ ὑπὸ τῶν σοφιστῶν ἐρωτωμένου λόγου, ἐν ποίῳ χρόνῳ Δίων ἀπέθανεν· ἢ γὰρ ὅτε ἔζη ἢ ὅτε τέθνηκεν· ἀλλ’ οὔτε ἐν ᾧ ἔζη (ἐν ἐκείνῳ γὰρ ἔζη) οὔτε ἐν ᾧ τέθνηκεν (ἐν παντὶ γὰρ τούτῳ τεθνήκει)· εἰ οὖν μήτε ἐν ᾧ χρόνῳ ἔζη μήτε ἐν ᾧ τέθνηκεν, ἀπέθανεν ὁ Δίων, οὐκ ἀπέθανεν ὁ Δίων. σημαίνει δὲ τὸ μὲν ‘ἀπέθανε’ τὴν πρώτην ἀπὸ τοῦ ζῆν μεταβολήν, τὸ δὲ ‘ὅτε τέθνηκε’ τὸν χρόνον ἐν ᾧ τεθνηκώς ἐστιν· εἰ δὲ μὴ ἐν χρόνῳ τὸ μεταβεβληκὸς μεταβέβληκεν, οὐ φοβητέον τὸ ‘οὐδέποτε ἀπέθανεν ὁ Δίων’· οὐδέποτε γὰρ ὡς ἐν χρόνῳ,3 εἴπερ ἐν ἀτόμῳ μεταβέβληκεν ἀπὸ τοῦ ζῆν”.

另一方面,如果它在ΑΓ的一个部分中仍在变化,而在另一部分中已经完成变化,就会产生一个荒谬的结果,即存在先于最初之物的事物;因为原本假定它在ΑΓ中最初完成变化。因此,如果它在其无论哪一个部分之中完成了变化,它就将是最初在这一部分中完成变化,而那时(如果有的话)才在整体之中完成变化,从而将会取出一个先于最初之物的事物。而存在某种先于最初之物的事物,不仅就其自身而言是荒谬的(因为凡在其先尚有某物的,便不再是最初的了),而且也是因为,那被称为‘最初’的,是并非在其某个部分中而是在其整体中是如此的事物。因此,如果完成变化是在ΑΓ的一个部分中,那么ΑΓ便不再是它在其中完成变化的最初之物了。既然他已经证明,对于假定某物最初完成变化于其中的事物是可分的人来说,按照划分的每一个分支都会随之产生不可能的结论,那么他合情合理地总结论证说‘从而它在其中完成变化的事物不可能是可分的’,显然是指‘最初在其中完成变化的事物’,哪怕他将其视为明了而省略了。 并且,由于在先前的论证中他已经证明,已经完成变化之物当其最初完成变化时,就处于它所变化进的事物之中,而且这一点尤其在依照生成与消灭的变化中表现得最分明,因此他现在合情合理地进一步指出,显然无论是已消灭之物还是已生成之物,都是在不可分之物中,一者消灭,另一者生成。因为,如果已消灭之物与已生成之物,在它最初完成变化于其中的事物中,一者是已消灭的而另一者是已生成的,而一者是已消灭的另一者是已生成的最初于其中的事物,是在不可分之物中一者消灭另一者生成,那么已消灭之物与已生成之物便是在不可分之物中一者消灭而另一者生成。“通过这一点,”亚历山大说,“他也向我们指出了智者们所提问题的解决方案:狄翁是在什么时间死去的?因为要么是在他活着的时候,要么是在他死了的时候;但既不是在他活着的时间中(因为在那个时间中他是活着的),也不是在他死了的时间中(因为在整个这一时间中他都是已经死了的);因此,如果狄翁既不是在他活着的时间中也不是在他死了的时间中死去的,狄翁就没有死去。然而‘死’指的是脱离生命的最初变化,而‘当他死了的时候’指的是他处于死亡状态的时间;如果已经完成变化之物不是在一个时间中完成变化的,就不必害怕‘狄翁从未死去’这一结论;因为在如同时间中的那种意义上他从未[死去],如果他确实是在不可分之物中脱离生命而发生变化的话。”

语法注3 条
  1. 6.34τὸ εἶναι τοῦ πρώτου πρότερον

    带冠词不定式短语 τὸ εἶναι... 用作主句动词 συμβαίνει 的主语。τοῦ πρώτου 是受 πρότερον 支配的比较属格,意为“存在先于最初之物的事物”。

  2. 6.34ἄτοπον δὲ καὶ καθ’ αὑτὸ μὲν τοῦτο τὸ εἶναί τι τοῦ πρώτου πρότερον [...] καὶ μέντοι, ὅτι

    在句法上,省略了 ἐστί 的 ἄτοπον 用作谓语,主语是 τὸ εἶναί τι τοῦ πρώτου πρότερον,其后由 καὶ μέντοι, ὅτι... 引出另一个荒谬的理由,与前半句的 καθ’ αὑτὸ μέν 构成递进与呼应(“不仅就其自身而言是荒谬的……而且也因为……”)。

  3. 6.34οὐδέποτε γὰρ ὡς ἐν χρόνῳ

    上下文中省略了谓语动词 ἀπέθανεν:“因为在如同时间中的那种意义上他从未[死去]”。ὡς 表述谓语成立的前提或方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:983.3-984.2