- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:982.1-983.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《物理学》第6卷第5章(235b32)中通过归谬法证明变化最初完成的时间是一个不可分界限(‘现在’)的论述,辛普利丘解释了‘最初(第一)’的含义划分(与依部分或依属相对比),并进而考察了假定该时间可分时所产生的荒谬推论。
" Ἐν ᾧ δὲ πρῶτον μεταβέβληκεν ἕως τοῦ ἐν ἀτόμῳ τὸ μὲν ἔφθαρται, τὸ δὲ γέγονεν." Δείξας ὅτι τὸ μεταβεβληκός, ὅτε πρῶτον μεταβέβληκεν, ἀναγκαῖον ἐν ἐκείνῳ εἶναι, εἰς ὃ μετέβαλλεν, νῦν δείκνυσιν ὅτι τοῦτο τὸ ἐν ᾧ πρώτῳ μεταβέβληκε τὸ μεταβεβληκός, οὐ χρόνος ἐστίν, ἀλλὰ ἄτομόν τι πέρας χρόνου, ὅπερ ‘νῦν’ καλοῦμεν, ὅπερ Πλάτων ‘ἐξαίφνης’ ἐκάλεσεν. ἐξηγησάμενος δέ, τί σημαίνει τὸ πρῶτον, οὕτως ἐπὶ τὴν ἀπόδειξιν τοῦ προκειμένου χωρεῖ. πρῶτον γὰρ καθόλου λέγεσθαί φησιν τόδε τι ἢ τοιόνδε εἶναι ἢ τοσόνδε καὶ ἐπὶ πάντων ὁμοίως, ὃ μὴ τῷ ἕτερόν τι πρὸ αὐτοῦ εἶναι τοιοῦτον καὶ αὐτὸ τοιοῦτον λέγεται.1 ἀντίκειται δὲ τῷ πρώτῳ τὸ κατ’ ἄλλο· κατ’ ἄλλο δὲ λέγεται ἢ τὸ τῷ μόριόν τι αὐτοῦ τοιοῦτον εἶναι ὅλον τοιοῦτον λεγόμενον, ὥσπερ τὸ ὁρᾶν ὑπάρχειν λέγομεν τῷ ἀνθρώπῳ οὐ πρώτῳ, διότι τοῖς ὄμμασι πρώτοις· καὶ ἐν Ἀθήναις εἶναι λεγόμεθα τῷ μόριον τῶν Ἀθηνῶν εἶναι τὸν ἐν ᾧ ἐσμεν τόπῳ. ἤτοι 〈ὃ〉 τῷ τὸ γένος αὐτοῦ καὶ ᾧ ὑποτέτακται τοιοῦτον εἶναι καὶ αὐτὸ τοιοῦτον λέγεται, ὡς τὸ ἰσόπλευρον τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχειν λέγεται τὰς τρεῖς γωνίας οὐ πρῶτον, ἀλλὰ διότι πᾶν τρίγωνον. ἐπεὶ οὖν δύναταί τι λέγεσθαι μεταβεβληκέναι ἐν χρόνῳ τινί, ὅτι ἔν τινι τῶν τούτου μεταβέβληκεν (ἐν γὰρ τῷ πέρατι αὐτοῦ), διὰ τοῦτο προσέθηκε τὸ πρώτῳ. δείκνυσι δὲ ὅτι ἄτομον τὸ ἐν ᾧ πρώτῳ μεταβέβληκε τὸ μεταβεβληκὸς διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· εἰ γὰρ δυνατόν, ἔστω τὸ ἐν ᾧ πρώτῳ μεταβέβληκε διαιρετόν, καὶ ἔστω τὸ ΑΓ, καὶ διῃρήσθω κατὰ τὸ Β. ἀνάγκη οὖν ἢ ἐν ἑκατέρῳ τῶν ΑΒ ΒΓ μεταβεβληκέναι τὸ ἐν τῷ ΑΓ πρώτῳ ὑποκείμενον μεταβεβληκέναι2 ἢ ἐν ἑκατέρῳ μεταβάλλειν ἢ ἐν μὲν τῷ ἑτέρῳ μεταβάλλειν, ἐν δὲ τῷ ἑτέρῳ μεταβεβληκέναι. ἀλλ’ εἰ μὲν ἐν ἑκατέρῳ τῶν ΑΒ ΒΓ μεταβέβληκεν, οὐκέτι ἐν τῷ ΑΓ πρώτῳ μεταβέβληκεν, εἴ γε καὶ ἐν τῷ μορίῳ αὐτοῦ πρώτῳ τῷ ΑΒ μεταβέβληκε. πῶς δὲ καὶ ἐν ἀμφοτέροις πρώτοις μεταβεβληκέναι λέγοιτο ἄν, εἴπερ ὅτε μὲν ἐν τῷ πρώτῳ μέρει μεταβέβληκεν, οὔπω ἐν τῷ δευτέρῳ, ὅτε δὲ ἐν τῷ δευτέρῳ, οὐκέτι ἐν τῷ πρώτῳ; εἰ δὲ ἐν ἀμφοτέροις τοῖς μορίοις τοῦ ΑΓ τῷ τε ΑΒ καὶ τῷ ΒΓ μεταβάλλον ἐστί, καὶ ἐν ὅλῳ τῷ ΑΓ ἔσται μεταβάλλον, οὐ μεταβεβληκός· ὑπέκειτο δὲ μεταβεβληκέναι ἐν τῷ ΑΓ πρώτῳ· τὸ γὰρ ἐν πᾶσί τινος τοῖς μέρεσι μεταβάλλον καὶ ἐν ὅλῳ ἂν αὐτῷ μεταβάλλον εἴη.
“而它最初完成变化于其中的”直至“在不可分之物中,一者消灭,另一者生成”。 在证明了已经完成变化之物当最初完成变化时,必然处于它此前正向其变化的那个事物中之后,他现在证明,已经完成变化之物最初完成变化于其中的这个事物并不是时间,而是时间的一个不可分界限,即我们所称的‘现在’,也就是柏拉图所称的‘忽焉’。在解释了‘最初(第一)’意味着什么之后,他便如此走向对所提出之论题的证明。因为他说,普遍而言,无论就作为这一个体、具有如此性质还是具有如此分量而言,并且在一切情形中同样地,凡不是由于在它之前的某个其他事物是如此而它自身也被说成如此的,就被说成是‘最初(第一)地’。与‘最初地’相对立的是‘依他’;而‘依他’被说成,要么是由于其某个部分是如此而整体被说成是如此——正如我们说视觉属于人不是最初的,因为最初是属于眼睛;以及我们被说成在雅典,是由于我们所在的地方是雅典的一部分——;要么是由于其属(即它所从属者)是如此而它自身也被说成是如此——正如等边三角形被说成具有等于两个直角的三内角不是最初的,而是因为一切三角形都是如此——。因此,既然某物能够由于在时间的某个部分之中完成了变化(即在其界限之中完成了变化)而被说成在某个时间中完成了变化,由于这个缘故,他补充了‘最初地’。他通过归谬法证明,已经完成变化之物最初完成变化于其中的事物是不可分的。因为如果可能的话,设它最初完成变化于其中的事物是可分的,并设其为ΑΓ,且已被分于Β。那么必然地,被假定在ΑΓ中最初完成变化之物,要么在ΑΒ和ΒΓ的各部分之中均已完成变化,要么在各部分之中均正在变化,要么在其中一部分中正在变化而在另一部分中已经完成变化。但是,如果它在ΑΒ和ΒΓ的各部分之中均已完成变化,那么既然它在其最初的部分ΑΒ之中也已完成变化,它就不再是在ΑΓ之中最初完成变化的了。而且,如果当它在第一部分中完成变化时尚未在第二部分中完成变化,而当在第二部分中时已不再在第一部分中,那么又怎么能说在两者中都是最初完成变化的呢?另一方面,如果它在ΑΓ的两个部分即ΑΒ与ΒΓ之中都是正在变化的,那么在整个ΑΓ之中它也将是正在变化的,而不是已经完成变化的;然而原本假定它在ΑΓ中最初完成变化;因为在某物的全部部分中正在变化之物,在其整体之中也必是正在变化的。
- 6.34πρῶτον γὰρ καθόλου λέγεσθαί φησιν τόδε τι ἢ τοιόνδε εἶναι ἢ τοσόνδε καὶ ἐπὶ πάντων ὁμοίως, ὃ μὴ τῷ ἕτερόν τι πρὸ αὐτοῦ εἶναι τοιοῦτον καὶ αὐτὸ τοιοῦτον λέγεται.
在间接引语中隶属于动词 φησίν 的不定词 λέγεσθαι,其主语是由关系从句 ὃ μὴ τῷ ἕτερόν τι πρὸ αὐτοῦ εἶναι τοιοῦτον καὶ αὐτὸ τοιοῦτον λέγεται 整体构成的(无先行词的关系子句)。不定式短语 τόδε τι ἢ τοιόνδε εἶναι ἢ τοσόνδε 充当 λέγεσθαι 的补足语,构成了定义的核心句式。
- 6.34ἀνάγκη οὖν ἢ ἐν ἑκατέρῳ τῶν ΑΒ ΒΓ μεταβεβληκέναι τὸ ἐν τῷ ΑΓ πρώτῳ ὑποκείμενον μεταβεβληκέναι
在无人称结构 ἀνάγκη [ἐστίν] 之后,支配后续一系列不定式的主语是实体化分词短语 τὸ ἐν τῷ ΑΓ πρώτῳ ὑποκείμενον μεταβεβληκέναι(‘被假定在ΑΓ中最初完成变化之物’)。随后由 ἢ ... 引导的不定式(μεταβεβληκέναι, μεταβάλλειν 等)作为述谓不定式附属于 ἀνάγκη,而分词 ὑποκείμενον 内部自带的补足不定式也是 μεταβεβληκέναι,二者层次分明。
