- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:980.12-981.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘就已经变化之物处于其变化的目标状态或位置这一命题(235b19)进行注解,阐明亚里士多德如何通过普遍证明确立这一定论同样适用于存在中间状态的变化,从而消解了针对此前论证的异议。
" Ἔτι δὲ καὶ καθ’ ἑκάστην λαμβάνουσι φανερὸν ἕως τοῦ ὅτε μεταβέβληκε πρῶτον, ἐν ἐκείνῳ ἐστί, δῆλον." Ἀξιώσας ὡς ἐπὶ τῆς γενέσεως ἔχει, οὕτως ἔχειν καὶ ἐπὶ τῶν ἄλλων μεταβολῶν τὸ μεταβεβληκός (εἶναι γὰρ ἐν ἐκείνῳ τὸ μεταβεβληκὸς εἰς ὃ μετέβαλλεν), νῦν καὶ ἐφ’ ἑκάστης μεταβολῆς πειρᾶται αὐτὸ τοῦτο δεικνύναι οὕτως ἔχον, καὶ χρῆται δείξει καθολικῇ ἐπὶ πάσης μεταβολῆς ἁρμόσαι δυναμένῃ. ἅμα δὲ διὰ ταύτης τῆς ἀποδείξεως καὶ ἔνστασιν λύει φερομένην πρὸς τὴν προλαβοῦσαν ἀπόδειξιν. λέγοι γὰρ ἄν τις, ὅτι τὸ μεταβεβληκός, κἂν ἀπολέλοιπεν ἐκεῖνο ἐξ οὗ μεταβάλλει, δύναται μήπω εἶναι ἐν τῷ εἰς ὃ μεταβάλλει, ἀλλ’ ἐν μεταξύ τινι· ἔστι γὰρ ἐν ταῖς πλείσταις μεταβολαῖς τὸ μεταξύ. καὶ οὐκ ἐχρῆν ἀπὸ τῶν κατὰ ἀντίφασιν μεταβολῶν τῶν μὴ ἐχουσῶν τι μεταξὺ καὶ τὰς ἄλλας μεταβολὰς κανονίζειν, ἐν αἷς ἐστι τὸ μεταξύ. λύει οὖν καὶ ταύτην τὴν ἔνστασιν διὰ τούτου τοῦ ἐπιχειρήματος. εἰ γὰρ ἀνάγκη, φησί, τὸ μεταβεβληκὸς εἶναί που, εἶτα ἵνα μή τις τὸ ποῦ ἐπὶ διαθέσεως ἀκούσῃ τινός, ὡς εἴρηται, ἀλλ’ ἐπὶ τόπου, ὅπερ δοκεῖ σημαίνειν τὸ ποῦ, προσέθηκεν ἢ ἔν τινι, ὅπερ κοινότερον δοκεῖ, εἰ οὖν τὸ μεταβεβληκὸς ἀναγκαῖον ἔν τινι εἶναι ἢ τόπῳ ἢ μεγέθει ἢ πάθει ἢ τῷ ἑτέρῳ μέρει τῆς ἀντιφάσεως, ἀπολέλοιπε δὲ τὸ ἐξ οὗ μετέβαλλεν, ἢ ἐν τούτῳ ἔσται εἰς ὃ μετέβαλλεν, ἢ εἰ ἐν ἄλλῳ τινὶ ὄντι πρὸ τούτου εἰς ὃ μετέβαλλεν,1 μεταβάλλοι ἂν ἔτι εἰς ὃ ἐλέγετο μεταβεβληκέναι καὶ οὐ μεταβεβληκὸς εἴη. οὐ γὰρ ἄνευ μεταβολῆς ἀπὸ τούτου, ἐν ᾧ ὑπόκειται εἶναι, ἔσται ἐν ἐκείνῳ, εἰς ὃ ἔκειτο μεταβάλλειν· διάστημα γάρ τι πάντως ἔσται ἀπὸ τούτου ἐπ’ ἐκεῖνο. οὐ γὰρ ἀμερῆ ἐστι ταῦτα παρακείμενα ἀλλήλοις, ὡς δύνασθαι ἀπὸ τούτου εἰς ἐκεῖνο μεταβεβληκέναι χωρὶς τοῦ μεταβάλλειν· εἰ γὰρ συνεχὴς ἡ μεταβολὴ ἡ ἀπὸ τοῦ Α ἐπὶ τὸ Β, εἰς ὃ μετέβαλλεν, ἀνάγκη εἰ μήπω ἐστὶν ἐν τῷ Β, μεταβάλλειν ἐπ’ αὐτό· εἰς γὰρ τοῦτο ἔκειτο μεταβάλλειν. εἰ δὲ μὴ συνεχὴς ἡ ἐπὶ τὸ Β μεταβολή, οὐδὲ τὴν ἀρχὴν εἰς τοῦτο μετέβαλλεν, ἀλλ’ εἰς ἐκεῖνο ἐν ᾧ πρώτῳ πέπαυται τῆς μεταβολῆς. ὥστε εἰ μήπω ἐστὶν ἐν τῷ Β τὸ μεταβεβληκός, εἰς αὐτὸ ἔτι ἂν μεταβάλλοι, εἰς ὅπερ μετέβαλλεν, ὅπερ ἄτοπον. ἀδύνατον ἄρα τὸ μεταβεβληκὸς ἐν ἄλλῳ τινὶ εἶναι ἢ ἐν ἐκείνῳ εἰς ὃ μετέβαλλεν. “δύναται δέ, φησὶν ὁ Ἀλέξανδρος, διὰ τοῦ συνεχὴς δὲ ἡ μεταβολὴ2 δείκνυσθαι, ὅτι μηδὲ ἐν ἄλλῳ τινὶ ἔσται τὸ ἀπὸ τοῦ Α εἰς τὸ Β μεταβεβληκός, ὃ ἐκτός ἐστι τῆς ΑΒ καὶ κεχώρισται αὐτῆς· εἰ γὰρ συνεχὴς ἡ μεταβολή, ἡ δὲ συνεχὴς ἐπὶ συνεχοῦς καὶ οὐ διαλείπουσα, οὐκ ἂν εἴη τῇ ΑΒ συνεχὲς τὸ κεχωρισμένον αὐτῆς”. λύσας οὖν καὶ τὴν εἰρημένην ἔνστασιν, ἐπιφέρει ὅτι φανερὸν καὶ νῦν γέγονεν, ὅτι ἀληθές ἐστι τὸ εἰρημένον καὶ ἐπὶ τῆς κατὰ ἀντίφασιν μεταβολῆς· τὸ γὰρ γεγονός, ὅτε γέγονεν, τότε ἔσται καὶ ὅτε ἔφθαρται, τότε οὐκ ἔσται καὶ καθόλου περὶ πάσης μεταβολῆς ἀληθῶς εἴρηται τὸ εἰρημένον, εἰ καὶ μάλιστα ἐν τῇ κατὰ ἀντίφασιν προφανέστερόν ἐστιν. ἐπειδὴ ἀνάγκη μὲν ἐν τῷ ἑτέρῳ μέρει τῆς ἀντιφάσεως εἶναι τὸ κατά τινα τούτων τῶν μεταβολῶν μεταβάλλον· ἀδύνατον δὲ ἐν τῷ ἐξ οὗ μεταβέβληκε καὶ ἀπολέλοιπεν εἶναι ἔτι· ἀνάγκη ἄρα, ἐν τῷ ἑτέρῳ.
“此外,对于个别考察的人而言也是清楚的”直至“当它最初完成变化时,是在那一事物中,这是明显的”。 在假定了正如在生成上的情形那样,已经完成变化之物在其他变化上也同样如此(即已经完成变化之物处于它此前正向其变化的那个事物中)之后,他现在试图在每一种变化上也证明这同一回事确实如此,并且运用了一种能够适用于一切变化的普遍证明。同时,通过这一证明,他也消解了针对先前的证明所提出的异议。因为有人可能会说,已经完成变化之物,即便已经离开了它所由之变化的那个事物,也可能尚未处于它正向其变化的事物中,而是处于某种中间物之中;因为在大多数变化中都存在中间物。并且人们本不应当根据不具有任何中间物的依矛盾对立的变化,来规范存在中间物的其他变化。因此他通过这一论证也消解了这一异议。因为他说,如果已经完成变化之物必然在某处——接着,为了不让人将“在某处”理解为如前所述的某种状态,而是理解为“在某处”似乎所指的位置,他补充说“或者在某物之中”,这似乎更为普遍——,因此,如果已经完成变化之物必然在某物之中,无论是在位置、量度、受动还是矛盾对立的两部分之一之中,并且它已经离开了它所由之变化的事物,那么它要么将在它此前正向其变化的这事物之中,要么,如果它在先于它此前正向其变化的这事物的某个其他事物之中,它就仍将向它此前被说成已经完成变化的那个事物变化,而不会是已经完成变化的。因为若非通过从假定它所处的这一事物出发的变化,它就不会处于它被设定正向其变化的那个事物之中;因为从这一事物到那一事物必然在一切情况下都存在某种间距。因为这些并不是彼此相邻的无部分之物,以至于能够无需变化就从这一事物完成变化到那一事物;因为如果从A到B(它此前正向其变化的事物)的变化是连续的,那么如果它尚未处于B中,它必然正在向它变化;因为原本设定它正是向这一事物变化的。但如果向B的变化不是连续的,那么它起初就根本不是向这一事物变化的,而是向它最初停止变化的那一事物变化的。因此,如果已经完成变化之物尚未处于B中,它就仍将向它变化,即向它此前正向其变化的那个事物变化,这是荒谬的。因此,已经完成变化之物不可能处于除它此前正向其变化的那个事物之外的任何其他事物之中。亚历山大说:“通过‘而且变化是连续的’这一语句,能够证明从A向B完成变化之物也不会处于任何其他处于AB之外并与其分离的事物之中;因为如果变化是连续的,而连续之物处于连续之物上且不发生间断,那么与AB分离之物就不会与AB相连续”。因此,在消解了前述异议之后,他补充说,现在也已经清楚的是,前述说法在依矛盾对立的变化上也同样是真的;因为已经生成之物,当它生成时,在那时就将存在;而当它消灭时,在那时就将不存在;并且前述说法关于一切变化都被普遍且真实地道出,即便在依矛盾对立的变化中它最为显明。因为依这些变化之一发生变化之物,必然处于矛盾对立的两部分之一之中;而它不可能仍处于它已经完成变化并已离开的事物之中;因此,必然处于另一部分之中。
- 6.33ἢ εἰ ἐν ἄλλῳ τινὶ ὄντι πρὸ τούτου εἰς ὃ μετέβαλλεν
这是 ἢ ἐν τούτῳ ἔσται... ἢ εἰ ἐν ἄλλῳ τινὶ [sc. εἴη]... 的二者择一结构。在后一个分句中动词(εἴη)被省略,分词 ὄντι 修饰 ἄλλῳ τινί。这一条件从句(εἰ...)的主句即随后的 μεταβάλλοι ἂν ἔτι... καὶ οὐ μεταβεβληκὸς εἴη。
- 6.33διὰ τοῦ συνεχὴς δὲ ἡ μεταβολὴ
介词 διά 后接中性单数属格冠词 τοῦ,将整句引文 συνεχὴς δὲ ἡ μεταβολή(《物理学》235b24)名词化作为其宾语(“通过‘而且变化是连续的’这一语句”)。
