← 辛普里丘

亚里士多德《物理学》注释

§978.20-980.11

划分的从属关系与完成变化时的状态论证

辛普利丘注解Bekker 235b1–235b6,讨论了所有其他事物的划分如何跟随被运动之物的划分,并涉及亚历山大关于顷刻质变的疑难。随后他注解235b6及之后的内容,通过术语的替换以及关于生成与消灭的论证,证明了已完成变化之物在最初完成变化时必然处于它此前正向其变化的目标之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.31

" Ἠκολούθηκε δὲ μάλιστα τὸ διαιρεῖσθαι ἕως τοῦ τὸ δὲ ἄπειρον ἐν τοῖς ἑπομένοις ἔσται δῆλον." Λοιποῦ ὄντος τοῦ δεῖξαι, ὅτι καὶ τὸ κινούμενον, ὅπερ ἤδη δέδεικται διαιρετὸν ὄν, ὁμοίως διαιρεῖται τοῖς ἄλλοις, ἐκ περιουσίας τοῦτο δείκνυσιν, ὅτι καὶ τὰ ἄλλα πάντα τὰ διαιρούμενα τῇ πρὸς τὸ κινούμενον ἀκολουθίᾳ διαιρεῖται.1 οὔτε γὰρ ὁ χρόνος οὔτε ἡ κίνησις οὔτε τὸ κινεῖσθαι οὔτε τόπος ἢ μέγεθος ἢ ποιότης ἴσα ὅλου τε τοῦ κινουμένου καὶ μορίου αὐτοῦ. εἰκότως δὲ ἀπὸ τούτου τοῖς ἄλλοις ὑπάρχει ἡ διαίρεσις, διότι τὰ λοιπὰ ἢ τούτου ἐστὶν ἢ τῶν τούτου. τὸ μὲν γὰρ μῆκος τοῦ σώματος καὶ ἡ κίνησις καὶ τὸ μέγεθος καὶ ἡ ποιότης, ὁ δὲ χρόνος τῆς κινήσεως·2 ἡ μέντοι ποιότης ἐναργέστερον τὸ εἶναι διαιρετὴ ἀπὸ τοῦ μεγέθους ἔχει τοῦ κινουμένου· τὸ γὰρ ποιὸν οὔτε συνεχὲς οὔτε διαιρετὸν καθ’ αὑτό. προσθεὶς δὲ ὅτι καὶ τὸ ἄπειρον ὁμοίως ἔχει πάντα, ἀπὸ τοῦ μεγέθους ἀρξάμενα τοῦ κινουμένου, τὸ μὲν ὅτι τὸ διαιρετὸν ὁμοίως ἔχει πάντα δεδεῖχθαί φησι· τοῦτο γάρ ἐστιν ὃ προσεχῶς ἔδειξε. πῶς δὲ τὸ ἄπειρον ἐν αὐτοῖς καὶ πῶς ὁμοίως ἐν πᾶσιν, ὕστερον δειχθήσεται. ζητεῖ δὲ πάλιν ὁ Ἀλέξανδρος, πῶς ἡ κατὰ ἀλλοίωσιν κίνησις τὴν διαίρεσιν κατὰ τὴν τοῦ κινουμένου μεγέθους διαίρεσιν ἔχει, εἴπερ τινὰ καὶ ἀθρόως μεταβάλλει, ὡς πρὸς Μέλισσον ἀποτεινόμενος αὐτὸς ἐν τῷ πρώτῳ ταύτης τῆς πραγματείας ἔφη. ἐνταῦθα δὲ καὶ ἐφίστησιν ὁ Ἀλέξανδρος, ὅτι κἂν μὴ πᾶν ἀλλὰ μέρος τι αὐτοῦ ἀθρόον μεταβάλλῃ, οὐκέτι τῇ τοῦ μορίου τούτου διαιρέσει συνδιαιροῖτο ἂν οὔτε ἡ κίνησις οὔτε ὁ χρόνος, καὶ ἐπικρίνει λέγων· “ἢ οὐ πᾶσι τοῖς μορίοις αὐτοῦ συνδιαιρεῖται, ἀλλὰ τοῖς ὡς κινουμένου καθὸ κινεῖται”.

“而被划分尤其跟随”直至“但关于无限在接下来的内容中将是清楚的”。 在尚需证明被运动之物自身(这已被证明是可划分的)也与其余诸事物同样被划分时,他更为充分地证明了,所有其余被划分的事物也是由于跟随被运动之物而被划分的。因为对于被运动之物的整体及其部分而言,时间、运动、被运动、位置或量度或性质都不是相等的。而划分合理地是从这[被运动之物]出发而属于其余诸事物的,因为其余的事物要么属于这事物,要么属于属于这事物的事物。因为长度、运动、量度与性质属于物体,而时间属于运动;不过,性质由被运动之物的量度而具有其可划分性则是更为明显的;因为具有性质者依其自身既非连续的也非可划分的。他在补充说所有的事物在无限方面也同样如此(从被运动之物的量度开始)之后,他说所有的事物在可划分性方面同样如此这一点已被证明;因为这正是他紧接着所证明的。但无限如何存在于它们之中,以及如何同样地存在于所有事物中,将在后面被证明。然而亚历山大再次探究,依质变的运动如何依照被运动量度的划分而具有划分,如果确有一些事物是顷刻变化的,正如他自己在该论著的第一卷中针对美里索所说的那样。亚历山大在这里也提醒道,即便并非整体而是其某一部分顷刻变化,运动和时间也就不再与该部分的划分共同被划分了,他裁定道:“或者,并不是与它的所有部分共同被划分,而是与作为运动之物就其被运动而言的那些部分共同被划分?”

§6.32

"Ἐπεὶ δὲ πᾶν τὸ μεταβάλλον ἔκ τινος εἴς τι μεταβάλλει ἕως τοῦ ὁμοίως γὰρ ἐπὶ μιᾶς καὶ τῶν ἄλλων." Τὸ προκείμενόν ἐστι δεῖξαι, ὅτι τὸ μεταβεβληκὸς ὅτε πρῶτον μεταβέβληκεν,3 εἰς ὃ μετέβαλλεν, ἀνάγκη ἐν τούτῳ εἶναι εἰς ὃ μεταβέβληκεν· οὐ γὰρ ἁπλῶς τὸ μεταβεβληκὸς ἀνάγκη ἤδη εἶναι ἐν τῷ εἰς ὃ μετέβαλλεν. εἰ γάρ τι μεταβάλλον ἐκ μέλανος εἰς λευκὸν εἴη ἐν τῷ φαιῷ, τοῦτο μεταβεβληκὸς μὲν ἔστι ἐκ τοῦ μέλανος, οὔπω μέντοι μεταβεβληκὸς εἰς τὸ λευκὸν εἰς ὃ μετέβαλλε, δι’ ὃ οὐδὲ ἔστι πω ἐν τῷ λευκῷ εἰς ὃ μετέβαλλε. τὸ δὲ πρῶτον πρόσκειται τῷ μεταβέβληκε, διότι οὕτως ἀληθεύσει ὁ λόγος. τὸν γὰρ ἐλθόντα Ἀθήναζε, ὅτε πρῶτον ἐλήλυθεν, ἀνάγκη ἐν Ἀθήναις εἶναι, τὸν μέντοι πέρυσιν ἐληλυθότα Ἀθήναζε, οὐκέτι ἀναγκαῖον νῦν εἶναι ἐν Ἀθήναις· τότε δὲ ἦν, ὅτε πρώτως ἐλήλυθε. τὸ μὲν οὖν πρόβλημα τοιοῦτον. προλαβὼν δὲ ὡς ἐναργές, ὅτι τὸ μεταβάλλον πᾶν ἔκ τινος εἴς τι μεταβάλλει, δείκνυσι τὸ προκείμενον ἀπό τε τῆς τῶν ὀνομάτων μεταλήψεως καὶ ἀπὸ τῆς ἐναργῶς τοῦτο ἐχούσης μεταβολῆς κατὰ γένεσιν καὶ φθοράν. ἡ μὲν οὖν μετάληψις ἐγένετο τοῦ μεταβάλλειν εἰς τὸ ἀπολείπειν.4 ἢ γὰρ ταὐτόν ἐστι, φησί, τῷ μεταβάλλειν τὸ ἀπολείπειν ἢ πάντως ἀκολουθεῖ τῷ μεταβάλλειν τὸ ἀπολείπειν. εἰ δὲ ταῦτα οὕτως ἔχει πρὸς ἄλληλα, ὥστε ἢ τὰ αὐτὰ εἶναι ἢ τὸ ἕτερον τῷ ἑτέρῳ ἀκολουθεῖν, δῆλον ὅτι καὶ τὸ μεταβεβληκέναι καὶ τὸ ἀπολελοιπέναι οὕτως ἕξει πρὸς ἄλληλα, ὥστε ἢ ταὐτὰ εἶναι ἢ ἕπεσθαι τῷ μεταβεβληκέναι τὸ ἀπολελοιπέναι. τούτου δὲ προειλημμένου φανερὸν ἐπὶ τῆς κατὰ γένεσιν καὶ φθορὰν μεταβολῆς, ἥ ἐστιν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ὅτι τὸ γεγονέναι τὸ μεταβεβληκέναι ἐστὶν ἐκ τοῦ μὴ ὄντος, τὸ δὲ μεταβεβληκέναι τὸ ἀπολελοιπέναι ἐστὶ τὸ μὴ ὄν· τὸ δὲ ἀπολελοιπὸς τὸ μὴ ὂν ἐν τῷ ὄντι πάντως ἐστίν· οὐδὲν γὰρ μεταξὺ τῆς τοῦ εἶναι καὶ μὴ εἶναι ἀντιφάσεως. καὶ ἡ μεταβολὴ δὲ εἰς τὸ ὂν ἐγίνετο αὐτῷ. δείξας δὲ ἐπὶ τῆς γενέσεως τὸ προκείμενον ἐπήγαγεν, ὅτι εἰ ἐν ταύτῃ τῇ μεταβολῇ οὕτως ἔχει, καὶ καθόλου ἐν πάσαις ἀληθές, ὅτι πᾶν τὸ μεταβεβληκός, ὅτε πρῶτον μεταβέβληκεν, ἔστιν ἐν τῷ εἰς ὃ μετέβαλλε. τοῦτο δὲ ἀληθὲς ἐξ ὑποθέσεως τῆς λεγούσης, ὅτι ὁμοίως ἐπί τε μιᾶς μεταβολῆς ὁποιασοῦν καὶ ἐπὶ τῶν ἄλλων ἔχει τὸ εἰρημένον.

“既然凡变化之物都从某物向某物变化”直至“因为在一者以及其他诸者上都同样如此”。 所提出的课题是要证明,已经变化了的事物,当它最初向它此前正向其变化的那个事物完成变化时,必然是在它已向其完成变化的那个事物中;因为并非简单地说,已经变化了的事物必然已经处于它此前正向其变化的事物中。因为如果某物从黑向白变化而处于灰色中,这事物固然已经从黑完成变化,但尚未向它此前正向其变化的白完成变化,因此它也还不在它此前正向其变化的白之中。“最初”被附加给“完成变化”,是因为这样论述才是真的。因为对于来到雅典的人,当他最初到达时,必然是在雅典;然而对于去年来到雅典的人,现在已不再必然是在雅典;但在那时,即他最初到达时,他是在雅典的。问题就是这样。他在预先将“凡变化之物都从某物向某物变化”作为自明之事假定之后,既从名称的替换,也从自明地具有这一点的依生成和消灭的变化,证明了所提出的课题。替换是由“变化”向“离开”做出的。因为他说,“离开”要么与“变化”是同一的,要么在一切情况下都跟随“变化”。如果这些事物彼此之间的关系如此,以至于要么同一,要么一者跟随另一者,那么显然,已经完成变化与已经离开彼此之间的关系也将如此,以至于要么同一,要么已经离开跟随已经完成变化。在预先假定了这一点之后,在作为从非存在向存在之变化的依生成和消灭的变化上是显而易见的:已经生成就是从非存在完成变化,而完成变化就是已经离开非存在;而已经离开非存在之物在一切情况下都在存在之中;因为在是与不是的矛盾对立之间没有任何中介。而对它而言,变化是向存在发生的。在生成上证明了所提出的课题之后,他补充说,如果在这个变化中是这样,那么在所有变化中也普遍是真的:凡已经变化了的事物,当它最初完成变化时,都在它此前正向其变化的事物之中。而根据声称前述说法无论在任何单个变化上还是在其他变化上都同样成立的假定,这是真的。

语法注4 条
  1. 6.31ἐκ περιουσίας τοῦτο δείκνυσιν, ὅτι καὶ τὰ ἄλλα πάντα τὰ διαιρούμενα τῇ πρὸς τὸ κινούμενον ἀκολουθίᾳ διαιρεῖται.

    介词短语 ἐκ περιουσίας 作状语,意为“更为充分地/冗余地(格外地)”。指示代词 τοῦτο 在句中作先行宾语,后接同位语性质的 ὅτι 从句,基本骨架为“他更为充分地证明了这一点,即所有其余被划分的事物……被划分”。

  2. 6.31τὸ μὲν γὰρ μῆκος τοῦ σώματος καὶ ἡ κίνησις καὶ τὸ μέγεθος καὶ ἡ ποιότης, ὁ δὲ χρόνος τῆς κινήσεως·

    系动词 ἐστί(ν) 在两个分句中均被省略。属格 τοῦ σώματος 是领属性属格,统辖前后列举的一组主语(μῆκος, ἡ κίνησις, τὸ μέγεθος, ἡ ποιότης),与后半句的 ὁ δὲ χρόνος τῆς κινήσεως 形成对举。

  3. 6.32ὅτι τὸ μεταβεβληκὸς ὅτε πρῶτον μεταβέβληκεν, εἰς ὃ μετέβαλλεν, ἀνάγκη ἐν τούτῳ εἶναι εἰς ὃ μεταβέβληκεν·

    主句结构为非人称句 ἀνάγκη [ἐστί] 接带宾格不定词结构 τὸ μεταβεβληκὸς ... ἐν τούτῳ εἶναι。关系从句 εἰς ὃ μετέβαλλεν 带未完成过去时,表示“此前正向其变化的目标”,用以限定前一个 μεταβέβληκεν 的终点(“当它最初向其此前正向其变化的目标完成变化时”)。

  4. 6.32ἡ μὲν οὖν μετάληψις ἐγένετο τοῦ μεταβάλλειν εἰς τὸ ἀπολείπειν.

    在动名词 μετάληψις(术语替换)之后,冠词附带属格不定词 τοῦ μεταβάλλειν 表示被替换的原本概念,而介词短语 εἰς τὸ ἀπολείπειν 则指示替换的目标概念。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:978.20-980.11