- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:977.15-978.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《物理学》235a34的注释。辛普里丘解释了运动所依照的基体(长度、量度、性质)及运动之物自身如何与时间和运动共同被划分,并化解了自然运动与强迫运动中时间与量度成反比例的疑难。
" Ὡσαύτως δὲ δειχθήσεται καὶ τὸ μῆκος διαιρετὸν ἕως τοῦ ὁμοίως ἔχει κατὰ πάντων." Ὥσπερ ὁ χρόνος, φησίν, ἐδείχθη καὶ τὸ κινεῖσθαι ταῖς αὐταῖς διαιρέσεσι διαιρούμενα, οὕτω δειχθήσεται τοῖς προειρημένοις συνδιαιρούμενον τὸ καθ’ ὃ ἡ κίνησις γίνεται, εἰ μὲν κατὰ τόπον ἡ κίνησις, τὸ μῆκος, εἰ δὲ κατὰ ποσότητα ὡς αὔξησις καὶ μείωσις, τὸ μέγεθος, εἰ δὲ κατὰ ποιότητα ἡ ποιότης· ὅτι γὰρ ἂν διαιρεθῇ τούτων, καὶ τὰ ἄλλα πάντα τῇ αὐτῇ διαιρέσει συνδιαιρεθήσεται. εἰ γὰρ ἐν ὅλῳ τινὶ χρόνῳ ὅλην τινὰ κίνησιν κινοῖτό τι, ἢ κατὰ τόπον ἢ κατὰ ποσὸν ἢ κατὰ ποιὸν καὶ διαιρεθέντος τοῦ χρόνου εἰς ἥμισυ ἢ τρίτον ἢ ἄλλο τι μόριον, καὶ ἡ κίνησις καὶ τὸ καθ’ ὃ ἡ κίνησις εἰς τὰ αὐτὰ μόρια διαιρεθήσεται. ἡ μέντοι ποιότης, εἰ κατὰ ποιότητα ἡ κίνησις εἴη, οὐ καθ’ αὑτὸ διαιρεθήσεται, ἀλλὰ κατὰ συμβεβηκός1 (οὐ γὰρ καθὸ ποιότης), ἀλλὰ καθὸ τὸ ἀλλοιούμενον καὶ μεταβάλλον κατὰ ποιότητα ποσόν ἐστιν. τῷ γὰρ τούτου τὸ ἥμισυ ἐν τῷ ἡμίσει χρόνῳ ἀλλοιοῦσθαι καὶ τὸ καθ’ ὃ ἡ ἀλλοίωσις γίνεται εἰς ἥμισυ διαιρεῖται· τοῦ γὰρ ἐν τῷ ὅλῳ ποιοῦ ἥμισυ τὸ ἐν τῷ ἡμίσει τοῦ ὅλου. καὶ τὸ κινούμενον δὲ ὁμοίως διαιρεθήσεται τοῖς εἰρημένοις, ὡς εἶπεν ἐν τοῖς πρώτοις· εἰ γὰρ ὅλον ἐν τῷ ὅλῳ χρόνῳ, τὸ ἥμισυ αὐτοῦ ἔσται ἐν τῷ ἡμίσει κινούμενον. ἀλλ’ ἐπὶ μὲν τῶν βίᾳ κατὰ τόπον κινουμένων συνδιαιρεῖται τὸ κινούμενον τῷ χρόνῳ· τὸ γὰρ πλεῖον μέγεθος τὸ αὐτὸ διάστημα ἐν πλείονι χρόνῳ κινεῖται βίᾳ καὶ τὸ ἔλαττον ἐν ἐλάττονι. ἐπὶ δὲ τῆς κατὰ φύσιν γινομένης κινήσεως πῶς τοῦτο ὑγιές ἐστιν; ἀνάπαλιν γὰρ ἐν τοῖς κατὰ φύσιν κινουμένοις τὸ μέρος τοῦ ὅλου καὶ τὸ ἔλαττον τοῦ πλείονος ἐν πλείονι χρόνῳ κινεῖται. ἢ καὶ ἐπὶ τούτων σῴζεται μὲν τὸ ἀνάλογον τῷ χρόνῳ διαιρεῖσθαι τὸ μέγεθος καὶ τῷ μεγέθει τὸν χρόνον, ἀλλ’ ἀνάπαλιν καὶ οὐχ ὁμοίως τῆς ἀναλογίας λαμβανομένης·2 ἡ μὲν γὰρ τοῦ μεγέθους διαίρεσις τοῦ κατὰ φύσιν κινουμένου τὸν χρόνον αὐξήσει κατὰ τὴν ἀναλογίαν τῆς διαιρέσεως· ὅσῳ γὰρ ἂν ἔλαττον ᾖ τὸ κινούμενον κατὰ φύσιν, τοσούτῳ πλείων ὁ χρόνος ἐν ᾧ κινεῖται. ἡ δὲ τοῦ χρόνου πάλιν διαίρεσις τὸ μέγεθος αὐξήσει κατὰ τὴν ἀναλογίαν τῆς ἰδίας διαιρέσεως· ὅσῳ γὰρ ἂν ἐλάττων ὁ χρόνος, τοσούτῳ μεῖζον τὸ κατὰ φύσιν κινούμενον μέγεθος τὴν αὐτὴν κίνησιν τῷ ἐλάττονι· ὥστε ἀνάπαλιν ἔχειν τὴν ἀναλογίαν ἐπί τε τῶν κατὰ φύσιν καὶ ἐπὶ τῶν παρὰ φύσιν κινουμένων κατὰ τόπον. δείξας δὲ ὅτι ὁμοίως ἀλλήλοις πάντα τὰ εἰρημένα διαιρεῖται, ὁμοίως ἔχειν φησὶ καὶ ἐπὶ τοῦ πεπερασμένα ἢ ἄπειρα εἶναι τὰ ἐκ τῆς διαιρέσεως αὐτῶν γινόμενα μόρια. πῶς δέ ἐστιν ἐν αὐτοῖς τὸ ἄπειρον, καὶ ὅτι κατὰ τὸ ἐπ’ ἄπειρον, αὐτὸς ἐν τοῖς ἐφεξῆς διαρθρώσει.
“同样,长度也将被证明是可划分的”直至“对所有事物都同样如此”。 正如他所说,时间和被运动被证明是以相同的划分而被划分的,同样,运动依照其发生的事物也将被证明与前述诸事物共同被划分:如果运动是依照位置的,则是长度;如果是依照数量的,如增多和减少,则是量度;如果是依照性质的,则是性质。因为这些事物中的任何一个被划分,所有其他事物也将以相同的划分共同被划分。因为如果在某个整体时间中,某物以某种整体运动进行运动(无论依照位置、数量还是性质),在时间被划分为一半或三分之一或其他某个部分时,运动以及运动依照其发生的事物也将被划分为相同的各部分。然而性质本身(如果运动依照性质)并不是依其自身被划分,而是偶性地被划分(因为并非作为性质本身),而是就依性质发生质变和变化之物是数量而言。因为正是通过这事物的一半在半数的时间中发生质变,质变依照其发生的事物也被划分为一半;因为整体中性质的一半就是整体的一半中的性质。而被运动之物也将与前述诸事物相似地被划分,正如他在前面部分所言;因为如果整体在整体时间内[运动],它的一半将在半数时间内运动。但在依照位置受强迫运动的事物上,被运动之物与时间共同被划分;因为较大的量度在强迫下于较多时间内运动同一距离,而较小的量度在较少时间内运动。但在依照自然发生的运动上,这怎么会是健全的呢?因为在依照自然运动的事物中,相反地,部分比起整体、较小者比起较大者是在较多时间内运动的。或者说,在这些事物上,量度对应于时间被划分以及时间对应于量度被划分的比例关系固然被保留了下来,但该比例关系的取得是相反的,而不是以相同的方式?因为依照自然运动之物的量度的划分,将依照该划分的比例增加时间;因为依照自然运动之物越小,它在其中运动的时间就越多。反过来,时间的划分将依照其自身划分的比例增加量度;因为时间越少,依照自然以与较小者相同的运动而运动的量度就越大;从而在依照位置依照自然运动和反乎自然运动的事物上,比例关系是相反的。在证明了前述所有事物都彼此相似地被划分之后,他说,关于由它们的划分所生成的诸部分是有限还是无限,情况也是相同的。至于无限如何存在于它们之中,以及这是依循无限推进的,他自己将在接下来的内容中予以阐明。
- 6.30ἡ μέντοι ποιότης, εἰ κατὰ ποιότητα ἡ κίνησις εἴη, οὐ καθ’ αὑτὸ διαιρεθήσεται, ἀλλὰ κατὰ συμβεβηκός
连词 μέντοι 引出限制性说明,指出与位置(长度)和数量(量度)不同,性质依自身(καθ’ αὑτό)是不可划分的。随后的对举结构 οὐ καθὸ ποιότης(“非就其为性质而言”)与 ἀλλὰ καθὸ... ποσόν ἐστιν(“就[基体]为数量而言”)明确了偶性划分(κατὰ συμβεβηκός)的理据。
- 6.30ἢ καὶ ἐπὶ τούτων σῴζεται μὲν τὸ ἀνάλογον... ἀλλ’ ἀνάπαλιν καὶ οὐχ ὁμοίως τῆς ἀναλογίας λαμβανομένης
句首的 ἢ 用于引出对前述设问疑难(πῶς τοῦτο ὑγιές ἐστιν;)的解答。在 μὲν... ἀλλά 结构中,前半句肯定了比例关系的保留(σῴζεται τὸ ἀνάλογον),后半句的独立属格结构 τῆς ἀναλογίας λαμβανομένης 则补充限定了该比例与强迫运动相比是“相反地”(ἀνάπαλιν)被取得的。
