- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:976.7-977.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注疏亚里士多德《物理学》235a25,通过线段图示论证了作为运动之临在的“被运动”(活动或承受)与运动自身是相互共同被划分的。
" Τὸν αὐτὸν δὲ τρόπον καὶ τὸ κινεῖσθαι διαιρεθήσεται ἕως τοῦ ληφθέντος γὰρ τοῦ κινεῖσθαι καθ’ ἑκατέραν συνεχὲς καὶ τὸ ὅλον." Δείξας τὸν χρόνον καὶ τὴν κίνησιν ἀλλήλοις ὁμοίως διαιρούμενα δείκνυσιν, ὅτι καὶ τὸ κινεῖσθαι, ὅ ἐστιν ἐνέργεια κατὰ τὴν κίνησιν ἢ πάθος, ὁμοίως τῇ κινήσει διαιρεῖται. εἰ γὰρ τὸ κινεῖσθαι παρουσία κινήσεώς ἐστι, δῆλον ὅτι τῇ μὲν τῆς πλείονος κινήσεως παρουσίᾳ πλεῖον τὸ κινεῖσθαι, τῇ δὲ τῆς ἐλάττονος ἔλαττον, ὥστε συνδιαιρεθήσεται τῇ κινήσει τὸ κινεῖσθαι, ἧς παρουσία ἐστίν. εἰ γὰρ τὸ Γ ἐστὶ τὸ κινεῖσθαι ὅλον, ἡ δὲ ΑΔ κίνησις, ἧς παρουσίᾳ τῷ Γ τὸ κινεῖσθαι,1 κατὰ τὴν ἡμίσειαν τῆς ΑΔ τὴν ΑΒ κίνησιν ἔλαττον ἔσται τὸ κινεῖσθαι· τὸ γὰρ ἥμισυ τοῦ Γ. κἂν τὴν ἡμίσειαν τῆς ΑΒ κινήσεως λάβωμεν, κατὰ ταύτην ἥμισυ τοῦ ἡμίσεος κινεῖσθαι ἔσται. καὶ ἀεὶ οὕτω διαιροῦντες τὴν κίνησιν, τῇ αὐτῇ διαιρέσει καὶ τὸ κινεῖσθαι διαιρήσομεν. οὕτω μὲν οὖν ἔδειξεν, ὅτι εἰ τὸ ὅλον κινεῖσθαι τῇ τῆς ὅλης κινήσεως παρουσίᾳ γίνεται, καὶ τὰ μέρη τοῦ κινεῖσθαι κατὰ τὰ αὐτὰ μέρη τῆς κινήσεως διαιρεῖται. ἐφεξῆς δὲ δι’ ἐκθέσεως τὸ ἀνάπαλιν δείκνυσιν, ὅτι εἰ τὰ μόρια τοῦ κινεῖσθαι τῇ τῶν μορίων τῆς κινήσεως παρουσίᾳ συνδιῄρηται, καὶ τὸ ὅλον κινεῖσθαι τῇ τῆς ὅλης κινήσεως παρουσίᾳ γενήσεται. ἔστω γὰρ ἡ ὅλη κίνησις ἡ ΔΕ διῃρημένη κατὰ τὸ Γ, καὶ τοῦ μὲν ΔΓ μέρους αὐτῆς ἡ ἐνέργεια καὶ τὸ κινεῖσθαι ἔστω τὸ ΖΗ, τοῦ δὲ ΓΕ τοῦ ἑτέρου τῆς κινήσεως μέρους τὸ κινεῖσθαι ἔστω τὸ ΗΘ. ὥστε τὸ ΖΘ τὸ ὅλον κινεῖσθαι κατὰ τὴν ὅλην κίνησιν τὴν ΔΕ γίνεσθαι. εἰ δὲ λέγοι τις τῆς ὅλης ΔΕ κινήσεως μὴ τὸ ΖΘ εἶναι τὸ κινεῖσθαι, ἀλλ’ ἢ ἓν τῶν ΖΗ ΗΘ ἢ ἄλλο τι παρὰ ταῦτα, οὐκ ὀρθῶς ἐρεῖ. τοῦ μὲν γὰρ ΖΗ κινεῖσθαι ἡ ΔΓ κίνησις ἦν, τοῦ δὲ ΗΘ ἡ ΓΕ· οὐδετέρου δὲ ὅλη ἡ ΔΕ. εἰ δὲ ἄλλου τινός, πλείω ἔσται κινεῖσθαι κατὰ τὴν αὐτὴν κίνησιν, ὅπερ ἀδύνατον· μιᾶς γὰρ κινήσεως τῷ ἀριθμῷ ἓν τὸ κινεῖσθαι. τὸ δὲ ὥσπερ ἐδείξαμεν καὶ τὴν κίνησιν διαιρετὴν εἰς τὰς τῶν μερῶν κινήσεις εἶπεν, διότι πρὸ ὀλίγου δεικνύς, ὅτι ἡ κίνησις συνδιαιρεῖται τοῖς τοῦ κινουμένου κατ’ αὐτὴν μέρεσιν, ἔλεγεν καὶ ἐκεῖ, ὡς εἰ μὴ ἡ ἐκ τῶν μερῶν τῆς ὅλης συγκειμένη κίνησις ὅλου εἴη τοῦ κινουμένου, ἀλλὰ ἄλλη τις, ἄτοπον ἀκολουθήσει τὸ πλείους εἶναι τοῦ αὐτοῦ κινήσεις· τά τε γὰρ μόρια τῆς πρώτης ληφθείσης κινήσεως ἔσονται τοῦ αὐτοῦ κινήσεις καὶ τὰ τῆς δευτέρας τῆς ὑποτεθείσης, εἰ εἴη ἄλλη· καὶ οὕτως ἅμα ἂν εἴη τὰς δύο κινούμενον. δείξας δὲ τὸ ἑπόμενον ἄτοπον, ἂν μὴ τὸ ὅλον κινεῖσθαι παρουσίᾳ τῆς ὅλης κινήσεως λέγῃ τις γίνεσθαι, ἧς τῇ τῶν μερῶν παρουσίᾳ τὰ τοῦ κινεῖσθαι μέρη ἔκειτο γινόμενα, πῶς ὅλον τὸ κινεῖσθαι παρουσίᾳ τῆς ὅλης κινήσεως ἔσται, λέγει.2 εἰ γὰρ ληφθείη καθ’ ἑκάτερον μόριον τῆς κινήσεως οὔσης συνεχοῦς τὸ κινεῖσθαι, καὶ τοῦτο ὁμοίως ἂν τῇ κινήσει συνεχὲς ἂν δεικνύοιτο κατ’ αὐτὴν γινόμενον.
“以相同的方式被运动也将被划分”直至“因为在依照每一者取了被运动时,整体也将是连续的”。 在证明了时间与运动彼此相似地被划分之后,他证明作为依照运动的活动或承受的“被运动”,也同样与运动相似地被划分。因为如果被运动是运动的临在,显然,由于较多运动的临在,被运动就较多,而由于较少运动的临在,被运动就较少,从而被运动将与其作为其临在的运动共同被划分。因为如果Γ是整体的被运动,而ΑΔ是由于其临在而使被运动属于Γ的运动,那么依照ΑΔ的一半即运动ΑΒ,被运动将是较少的;因为[它是]Γ的一半。即便我们取运动ΑΒ的一半,依照它也将是半之半的被运动。并且始终这样划分运动,我们将以相同的划分也划分被运动。因此,他以此方式证明了:如果整体的被运动由于整体运动的临在而生成,那么被运动的诸部分也将依照运动的相同诸部分而被划分。紧接着,他通过标示证明了相反的情况:如果被运动的各部分由于运动的各部分的临在而共同被划分,那么整体的被运动也将由于整体运动的临在而生成。因为设整体运动为在Γ处被划分的ΔΕ,且设其部分ΔΓ的活动和被运动为ΖΗ,而运动的另一部分ΓΕ的被运动为ΗΘ;从而整体的被运动ΖΘ依照整体运动ΔΕ而生成。但如果有人说,整体运动ΔΕ的被运动不是ΖΘ,而是ΖΗ和ΗΘ中的某一个,或者是除这些之外的其他事物,他的说法将是不正确的。因为运动ΔΓ属于被运动ΖΗ,而ΓΕ属于ΗΘ;但整体ΔΕ两者都不属于。而如果是属于其他某种事物,那么依照同一运动将有多个被运动,这是不可能的;因为对于数上为一的运动,被运动在数上也是一。而他之所以说“正如我们曾证明运动也可以划分为诸部分的诸运动那样”,是因为他在不久前证明运动与依照它运动之物的诸部分共同被划分时,在那里也曾说过:如果由整体的诸部分构成的运动不属于被运动之物整体,而是属于某种其他事物,就会得出同一个事物存在多个运动这一荒谬结论;因为首先被取之运动的诸部分将是同一事物的诸运动,而假设的第二运动(如果它是另一个的话)的诸部分也将是〔同一事物的诸运动〕;这样它就会同时作这两种运动。在指明了如果不说整体的被运动由于整体运动的临在而生成(由于其诸部分的临在,被运动的诸部分被设定为生成)便会随之产生的荒谬结论之后,他说明了整体的被运动如何将由于整体运动的临在而存在。因为如果依照作为连续者的运动的每一个部分来取被运动,它也将与运动相似地被证明是连续的,依照运动而生成。
- 6.29ἧς παρουσίᾳ τῷ Γ τὸ κινεῖσθαι
与格 τῷ Γ 充当“领有与格”(或关涉与格),补出省略的系词或从属动词(如 ἐστί 或 ὑπάρχει),意为“由于其临在,被运动属于Γ(或在Γ的情况下存在)”。鉴于紧接前文已将Γ设定为“整体的被运动”(τὸ κινεῖσθαι ὅλον),名词化短语 τὸ κινεῖσθαι 在此充当语法主语。
- 6.29δείξας δὲ τὸ ἑπόμενον ἄτοπον, ἂν μὴ τὸ ὅλον κινεῖσθαι παρουσίᾳ τῆς ὅλης κινήσεως λέγῃ τις γίνεσθαι, ἧς τῇ τῶν μερῶν παρουσίᾳ τὰ τοῦ κινεῖσθαι μέρη ἔκειτο γινόμενα, πῶς ὅλον τὸ κινεῖσθαι παρουσίᾳ τῆς ὅλης κινήσεως ἔσται, λέγει.
该长句的骨干结构是以分词短语 δείξας δὲ τὸ ἑπόμενον ἄτοπον(附带从属于它的条件分句 ἂν μὴ... 及其关系从句 ἧς...)开头,随后由主要动词 λέγει 带间接疑问句 πῶς ὅλον τὸ κινεῖσθαι παρουσίᾳ τῆς ὅλης κινήσεως ἔσται 作为宾语。关系代词 ἧς 的先行词是 τῆς ὅλης κινήσεως,其后紧接着与格短语 τῇ τῶν μερῶν παρουσίᾳ。
