← 辛普里丘

亚里士多德《物理学》注释

§974.14-976.6

依时间对运动的划分与连续体的共分

辛普里丘遵循亚里士多德,表明由于时间是可分的,运动也依时间而被划分,并引述了亚历山大关于长度与宽度的类比。随后,他讨论了各连续要素(被运动之物、领域、运动和时间)的相互共同划分,解释了性质为何仅偶性地可分,并阐发了运动与时间相互可分性的证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.27

" Ἄλλη δὲ κατὰ τὸν χρόνον ἕως τοῦ ἀνάγκη πᾶσαν κίνησιν διαιρεῖσθαι κατὰ τὸν χρόνον." Εἰπὼν διχῶς διαιρετὴν εἶναι πᾶσαν κίνησιν, ἕνα μὲν τρόπον τῷ χρόνῳ, ἄλλον δὲ κατὰ τὸ κινούμενον μέγεθος, καὶ δείξας κατὰ τρεῖς τρόπους ὅτι κατὰ τὸ κινούμενον μέγεθος διαιρετή ἐστι, συντόμως καὶ σαφῶς δείκνυσιν, ὅτι καὶ κατὰ τὸν χρόνον διαιρετή ἐστιν ἡ κίνησις· πᾶσα γὰρ κίνησις ἐν χρόνῳ, χρόνος δὲ πᾶς διαιρετός. καὶ ἐν μὲν τῷ ἡμίσει τοῦ χρόνου τὸ ἥμισυ κινήσεται τὸ ὁμαλῶς κινούμενον, ἐν δὲ τῷ τρίτῳ τὸ τρίτον, καὶ ὅλως ἐν μὲν τῷ πλείονι πλέον, ἐν δὲ τῷ ἐλάττονι ἔλαττον. εἰ δὲ ἐν μὲν τῷ πλείονι χρόνῳ πλείων κίνησις, ἐν δὲ τῷ ἐλάττονι ἐλάττων καὶ κατὰ τὸν αὐτὸν λόγον, πᾶσα ἄρα κίνησις διαιρεῖται κατὰ τὸν χρόνον. “εἴη δὲ ἄν, φησὶν ὁ Ἀλέξανδρος, ἡ μὲν κατὰ χρόνον γινομένη διαίρεσις τῆς κινήσεως ὥσπερ κατὰ μῆκος, ἡ δὲ κατὰ τὰ μέρη τοῦ κινουμένου ὥσπερανεὶ κατὰ πλάτος· καὶ γὰρ ὁ μὲν χρόνος κατὰ γραμμὴν πρόεισιν οὐδὲν ἐμφαίνων πλάτος, τὸ δὲ κινούμενον πλάτος ἔχον ὡς ἐπὶ ἐπιφανείας κινεῖται, ἀλλ’ οὐχ ὡς ἐπὶ γραμμῆς.”

“另一种[划分是]依照时间”直至“一切运动必然依照时间而被划分”。 在说明了一切运动按两种方式是可分的,一种方式是由时间,另一种方式是依照被运动的广延,并且以三种方式证明了它是依照被运动的广延而可分的之后,他简明扼要地证明了运动也依照时间是可分的;因为一切运动都在时间中,而一切时间都是可分的。而在时间的一半中,匀速运动之物将完成运动的一半,在三分之一中完成三分之一,总体而言,在较多的[时间]中完成较多,在较少的[时间]中完成较少。而如果在较多的时间中有较多的运动,在较少的时间中有较少的运动,并且依照同一比例,那么一切运动就都是依照时间而被划分的。“亚历山大说:依照时间发生的运动划分好比是依照长度,而依照被运动之物的诸部分发生的[划分]则宛如是依照宽度;因为时间依照线向前推进,丝毫不见宽度,而被运动之物具有宽度,就像在平面上运动,而不是像在线上运动。”

§6.28

" Ἐπεὶ δὲ πᾶν τὸ κινούμενον ἔν τινι κινεῖται ἕως τοῦ καὶ πάλιν τὴν ἐλάττω τῷ ἐλάττονι." Δείξας τὰ συνεχῆ πάντα τό τε μέγεθος τὸ κινούμενον καὶ τὸ καθ’ ὃ ἡ κίνησις εἴτε κατὰ τόπον εἴτε κατὰ ποιότητα ἢ ποσότητα, καὶ τὴν κίνησιν καὶ τὸ κινεῖσθαι καὶ τὸν χρόνον, διαιρετὰ εἰς ἀεὶ διαιρετὰ καὶ μηδὲν ἐξ ἀδιαιρέτων, νῦν δείκνυσιν, ὅτι πάντων τούτων αἱ αὐταὶ διαιρέσεις εἰσὶ καὶ ὁμοίως πάντα συνδιαιρεῖται ἀλλήλοις. τὸ δὲ καὶ παντός ἐστι κίνησις ἢ ἐλλείπει τοῦ κινουμένου, ἵνα ᾖ ‘παντὸς τοῦ κινουμένου ἐστὶ κίνησις’1 ὅπερ εἶπεν πρότερον, ὅτι πᾶσα κίνησις τινός ἐστι, τοῦ κινουμένου δηλονότι (τούτου γὰρ καὶ τὸ καθ’ ὃ ἡ κίνησις καὶ ὁ χρόνος ἐν ᾧ κινεῖται) ἢ παντός ἐστι κίνησις, διότι τὸ κινούμενον καθ’ αὑτὸ ὅλον ὂν καὶ πᾶν κινεῖται, καὶ τὸ ἔν τινι δὲ τὸ καθ’ ὃ ἡ κίνησις δηλοῖ, τό τε κατὰ τόπον καὶ τὸ κατὰ ποσὸν καὶ τὸ κατὰ ποιόν. εἰπὼν οὖν τὴν αὐτὴν εἶναι τούτων πάντων διαίρεσιν, ἐπειδὴ τὸ ποιὸν δοκεῖ μὴ διαιρεῖσθαι καθ’ αὑτὸ τὴν εἰς μέρη διαίρεσιν, ὅτι μηδὲ ποσόν ἐστι, διὰ τοῦτο προσέθηκεν ὅτι οὐχ ὁμοίως πάντα διαιρεθήσεται τὰ καθ’ ἃ ἡ κίνησις γίνεται· ὁ μὲν γὰρ τόπος, καθ’ ὃν ἡ κατὰ τόπον κίνησις, καὶ τὸ μέγεθος, καθ’ ὃ ἡ αὔξησις καὶ ἡ μείωσις ποσὰ ὄντα καθ’ αὑτὰ διαιρεθήσεται, τὸ δὲ ποιὸν καθ’ ὃ ἡ ἀλλοίωσις οὐκέτι καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς διαιρεῖται· τῷ γὰρ τὸ σῶμα διαιρεῖσθαι, ἐν ᾧ τὸ ποιόν, τούτῳ καὶ αὐτὸ τὸ ποιὸν διαιρεθήσεται.2 θεὶς δὲ τὸ τοῦ μὲν τόπου καθ’ αὑτὸ εἶναι τὴν διαίρεσιν οὐκέτι προσέθηκε τὸ καὶ τοῦ μεγέθους, καθ’ ὃ ἡ κατὰ αὔξησιν καὶ μείωσιν κίνησις, ἀλλ’ ὡς γνώριμον τοῦτο παρεὶς ἐπήγαγεν τοῦ δὲ ποιοῦ κατὰ συμβεβηκός. “ἢ δεῖ, φησὶν ὁ Ἀλέξανδρος, γεγράφθαι ἀντὶ τοῦ τοῦ μὲν τόπου καθ’ αὑτὸ τὸ τοῦ μὲν ποσοῦ καθ’ αὑτό· οὕτω γὰρ ἂν καὶ περὶ τοῦ τόπου καὶ περὶ τοῦ μεγέθους ἔλεγε· ποσὸν γὰρ ἑκάτερον.” ταῦτα οὖν προσθεὶς μετὰ ταῦτα δείκνυσιν αὐτά· καὶ πρῶτον, ὅτι τῷ χρόνῳ συνδιαιρεῖται ἡ κίνησις, καὶ ἀνάπαλιν, ὅτι τῇ κινήσει ὁ χρόνος. εἰ γὰρ ἐν τῷ Α χρόνῳ τι ὅλην τὴν Β κινεῖται, δῆλον ὡς τὸ ὁμαλῶς κινούμενον ἐν τῷ ἡμίσει τοῦ Α χρόνου τὴν ἡμίσειαν τῆς Β κινηθήσεται· καὶ ἀεὶ τῇ τοῦ χρόνου διαιρέσει συνδιαιρεθήσεται κατὰ τὰ αὐτὰ καὶ ἡ κίνησις. ἀνάπαλιν δέ, εἰ ἡ κίνησις διαιρετὴ καὶ ὡς διαιρετή (τοῦτο γὰρ νῦν μάλιστα δείκνυται), καὶ τὸν χρόνον οὕτως ἀνάγκη διαιρετὸν εἶναι. εἰ γὰρ ὅλην τὴν Β κίνησιν ἐν τῷ Α παντὶ χρόνῳ κεκίνηταί τι, τὴν ἡμίσειαν αὐτῆς ἐν τῷ ἡμίσει καὶ τὴν ἐλάττονα ἀεὶ ἐν τῷ ἐλάττονι κινηθήσεται χρόνῳ.

“既然一切被运动之物都在某种事物中运动”直至“并且再次,较少的[运动]在较少的[时间]中”。 在证明了一切连续之物——被运动的广延、运动依之发生的事物(无论是在位置上、在性质上还是在数量上)、运动、被运动状态以及时间——都是可分为总是可分之物的,且没有任何事物由不可分者构成之后,他现在证明:所有这些事物都具有相同的划分,并且一切事物都同样地彼此共同被划分。而“并且有一切的运动”这一语句,要么是省略了“被运动之物的”,以便意思是“有被运动之物整体的运动”,正如他之前所说,一切运动都属于某种事物,显然是属于被运动之物的(因为运动依之发生的事物以及它在其中运动的时间都属于它);要么说“有一切的运动”,是因为被运动之物按其自身作为一个整体和完满之物而运动;而“在某种事物中”则指明运动依之发生的事物,即按位置的、按数量的和按性质的。因此,在说明了所有这些事物的划分是相同的之后,由于性质并不被认为在自身上接受分为诸部分的划分,因为它甚至不是一个数量,正因如此他补充说,运动依之发生的所有事物并不会被同样地划分;因为位置(空间位移依之发生者)以及广延(生长和减少依之发生者)作为数量将在自身上被划分,但性质(性质变化依之发生者)则不再在自身上、而是偶性地被划分;因为通过性质所在的物体被划分,由此性质本身也将被划分。在确立了位置的划分是按自身之后,他不再补充生长和减少所依之发生的广延的划分[也是按自身],而是把这当作熟知的事物略过,接着说“而性质的划分则是偶性的”。“亚历山大说:抑或应当把‘位置的[划分]按自身’改写为‘数量的[划分]按自身’;因为这样他就会既谈到了位置也谈到了广延;因为两者都是数量。”因此,在补充了这些之后,他随后证明了它们;首先证明的是运动与时间共同被划分,反之,时间也与运动共同被划分。因为如果在时间Α中某物运动了整个Β,显然匀速运动之物在时间Α的一半中将运动Β的一半;并且随着时间的划分,运动也将始终按相同方式共同被划分。反之,如果运动是可分的,并且作为可分者(因为这正是现在着重证明的),时间也必然以此方式是可分的。因为如果某物在全部时间Α中运动了整个运动Β,它将在时间的一半中运动其一半,并且始终在较少的时间中运动较少的运动。

语法注2 条
  1. 6.28τὸ δὲ καὶ παντός ἐστι κίνησις ἢ ἐλλείπει τοῦ κινουμένου, ἵνα ᾖ ‘παντὸς τοῦ κινουμένου ἐστὶ κίνησις’

    此处讨论了对亚里士多德原文(235a13–14)引句“καὶ παντός ἐστι κίνησις”的两种句法解释。第一种方案(ἤ 之前)补充了被省略的属格 τοῦ κινουμένου,读作“有被运动之物整体的运动”;第二种方案(ἤ 之后)则将 παντός 作为名词性属格,用以指代被运动之物作为一个整体且完满的实体。

  2. 6.28τῷ γὰρ τὸ σῶμα διαιρεῖσθαι, ἐν ᾧ τὸ ποιόν, τούτῳ καὶ αὐτὸ τὸ ποιὸν διαιρεθήσεται.

    带冠词不定式(τῷ ... διαιρεῖσθαι)作表示手段或原因的与格,并由后面的指示代词与格 τούτῳ 加以复指和强调(“通过物体被划分……,由此性质本身也将被划分”)。其核心句法框架为 τῷ τὸ σῶμα διαιρεῖσθαι ... τούτῳ καὶ αὐτὸ τὸ ποιὸν διαιρεθήσεται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:974.14-976.6