- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:973.9-974.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修总结了关于运动的划分与被运动广延的划分相对应的论证,并对“整个可分之物”这一表述作出阐释。随后他引介了欧德谟对同一论题的证明以及欧德谟就位移中部分的运动提出的疑难,并凭借可分与已被分割之区别给出了回答。
εἰ οὖν ἀνάγκη τινὸς εἶναι πᾶσαν κίνησιν, ἐλλειπούσης δὲ ἢ ὑπερβαλλούσης οὔτε τὸ ἔλλειμμα οὔτε τὸ ὑπέρβλημα τινὸς ἔσται, δῆλον ὅτι οὔτε ἐλλείπει οὔτε ὑπερβάλλει, ἀλλὰ ἀπαρτίζει, καὶ ἴση ἐστὶν ἡ ἐκ τῶν μορίων τῇ ὅλῃ. εἰ δὲ ἴση ἡ αὐτή·1 καὶ γὰρ τὰ μόρια πάντα τὰ αὐτὰ τῷ ὅλῳ. οὕτως οὖν δείξας, ὅτι ἡ τῆς κινήσεως διαίρεσις κατὰ τὴν διαίρεσιν γίνεται τοῦ κινουμένου μεγέθους, εἴπερ καὶ ἡ ὅλη τοῦ ὅλου καὶ τὰ μέρη τῶν μερῶν ἐστι, συμπεραίνεται τὰ εἰρημένα. παντὸς δὲ τοῦ μεριστοῦ εἶπεν ἢ ἀντὶ τοῦ ‘τοῦ κινουμένου’ (ἔδειξε γὰρ ὅτι πᾶν τὸ κινούμενον μεριστόν ἐστιν) ἢ παντὸς τοῦ μεριστοῦ εἶπεν ἀντὶ τοῦ ‘πάντων τῶν μορίων τοῦ κινουμένου’. εἰ δὲ πάντων τῶν μορίων τοῦ κινουμένου ἐστὶν ἡ κίνησις, καὶ διαιροῖτο ἄν κατὰ τὰ μόρια τοῦ κινουμένου. Ὁ δὲ Εὔδημος καὶ οὕτως ἔδειξε τὸ προκείμενον, “εἰ γὰρ ἔστι τοῦ ὅλου κίνησις, ἔστι δὲ καὶ τῶν μορίων ἑκάστου, ἕτεραι δὲ αὗται καὶ μέρος ἑκάστη τῆς ὅλης, αἱ τῶν μορίων κινήσεις μόρια ἔσονται τῆς ὅλης τοσοῦτον ἕκαστον, ὁποστημόριον καὶ αὐτὸ τοῦ κινουμένου ἐστίν·2 ὥστε εἰ τὰ τοῦ κινουμένου μόρια ἰσάζει τῷ ὅλῳ, καὶ αἱ κινήσεις αἱ τοῦ κινουμένου ἴσαι ἔσονται τῇ ὅλῃ”. καὶ ἀπορίαν δέ τινα φαίνεσθαι περὶ τὰ εἰρημένα φησὶν ὁ Εὔδημος· “πῶς χρὴ λέγειν τὰ μόρια κινεῖσθαι· οὐ γὰρ ἔστιν ἐνεργείᾳ. ἢ πάντα ἔσται τὰ μεριστὰ πολλὰ καὶ ἄπειρα, ἓν δὲ οὐθέν; εἰ δὴ δεῖ νοῆσαι τὰ μέρη, ἐπὶ μὲν ἀλλοιώσεως φαίνεταί πως ἐνδέχεσθαι τὸ λεχθέν· λευκαίνεται γὰρ καὶ σκέλος καὶ τῶν ἄλλων ἕκαστον. καὶ τούτων ἴδιαι φαίνονται αἱ ἀλλοιώσεις ἀριθμῷ· ἐνδέχεται γὰρ τὸ μὲν λευκαίνεσθαι, τὸ δὲ μὴ λευκαίνεσθαι. εἴδει δὲ ἔστωσαν αἱ αὐταί· γίνεται οὖν καὶ ἡ πάντων τῇ τοῦ ὅλου ἡ αὐτή. τί γὰρ διαφέρει τὴν ἑκάστου καθ’ ἕκαστον εἰπεῖν ἢ ἁπάντων ἅμα; ἐπὶ δὲ τῶν φερομένων πῶς ἐροῦμεν; ἕκαστον γὰρ τῶν μορίων ἴσην ἐνήνεκται καὶ τὸ πρῶτον ληφθὲν καὶ τὸ ἔσχατον καὶ ὁποιονοῦν. ἀλλὰ δὴ τὰ μόρια ἄπειρα. πότερον οὖν τὴν τοῦ ὅλου κίνησιν σταδιαίαν λεκτέον ἢ πολυστάδιον; ἄπειρα γὰρ ἔσται στάδια τὸ ὅλον οὕτω γε διεληλυθός. ἡ δὲ αὔξησις τῇ ἀλλοιώσει φαίνεται συμπαθεστέρα, ὥστε αἱ μὲν τούτων κινήσεις κατὰ τὰς τῶν μορίων κινήσεις μερισθήσονταί πως. περὶ δὲ τῆς κατὰ τόπον σκεπτέον.” ταῦτα μὲν οὖν ὁ Εὔδημος αὐτοῖς ῥήμασιν ἀπορεῖ. ῥητέον δὲ οἶμαι πρὸς αὐτὰ τὸ πρὸ ὀλίγου ῥηθέν, ὅτι κἂν μὴ καθ’ αὑτὰ κινῆται κατὰ τόπον τὰ μέρη τοῦ συνεχοῦς, ἀλλ’ ἔν γε τῷ ὅλῳ κινεῖται· καὶ διὰ τοῦτο καὶ ἡ κίνησις καὶ τὸ μέγεθος διαιρετά, ἀλλ’ οὐ διῃρημένα λέγεται. διῃρημένα γὰρ ἂν ἦν, εἰ ἕκαστον τῶν τοῦ ὅλου μερῶν καθ’ αὑτὸ ἐκινεῖτο.
因此,如果一切运动必然属于某种事物,而在不足或超出时,不足部分和超出部分都不会属于任何事物,那么显而易见,它既不不足也不超出,而是恰好符合,且由诸部分构成的运动等于整体运动。如果它相等,它就是同一的;因为诸部分合起来与整体同一。既然他以此方式证明了,如果整体属于整体而诸部分属于诸部分,那么运动的划分是依照被运动广延的划分而发生的,他便总结了所说之事。他说“整个可分之物”,要么是用来代替“被运动之物”(因为他已经证明了一切被运动之物都是可分的),要么他说“整个可分之物”是用来代替“被运动之物的所有部分”。如果运动属于被运动之物的所有部分,它也会依照被运动之物的部分而被划分。而欧德谟也按如下方式证明了所提出之论点:“因为如果存在整体的运动,并且也存在各个部分的运动,且这些运动互不相同,各自是整体运动的一部分,那么诸部分的运动将是整体运动的部分,每一部分所占的比例恰如该部分本身是被运动之物的几分之几;因此,如果被运动之物的诸部分等于整体,那么被运动之物的诸运动也将等于整体运动。”欧德谟还说,关于所言之事似乎存在某种疑难:“应当如何说诸部分在运动?因为它们并不是现实存在的。抑或一切可分之物都将是多数且无限的,而没有任何事物是一?如果确实必须构想这些部分,在性质变化的情况下,所说的话似乎在某种意义上是可能的;因为一条腿以及其他各个部分都会变白。在这些部分中,性质变化在数目上似乎是各自固有的;因为可能一部分变白而另一部分不变白。但设它们在形式上是相同的;于是所有部分的变化也变得与整体的变化相同。因为逐一说出每一部分的变化,与把所有部分一并说出,有什么区别呢?但在位移之物的情况下,我们将如何说呢?因为诸部分中的每一个都移动了相等的距离,无论是最初取得的部分、最后取得的部分还是任何其他部分。然而诸部分是无限的。那么究竟应当说整体的运动是一斯塔德,还是多斯塔德呢?因为整体按此说法将已经穿过了无限的斯塔德。另一方面,生长似乎与性质变化更为契合,因此这些运动在某种意义上将依照诸部分的运动而被分割。但关于空间位移则必须加以考察。”欧德谟正是用这些原话提出了疑难。但我认为对此应当提出不久前所说的话:即使连续体的诸部分并不是按其自身而在空间中运动,但它们至少是在整体之中运动的;正因如此,运动和广延都被称为是可分的,而不是已被分割的。因为如果整体的各个部分都按其自身而运动,它们就会是已被分割的了。
- 6.26εἰ δὲ ἴση ἡ αὐτή
条件句的归结分句中省略了系词 ἐστίν,即“如果它相等,[它就是]同一的”。紧接着由 καὶ γὰρ 引出的分句以诸部分的全体与整体的同一性为依据,支撑了由诸部分构成的运动与整体运动之间的这一等同。
- 6.26τοσοῦτον ἕκαστον, ὁποστημόριον καὶ αὐτὸ τοῦ κινουμένου ἐστίν
由相关代词 τοσοῦτον(量或比例)与序数分数关系词 ὁποστημόριον(几分之几)构成的比例句式。它表明各部分的运动在整体运动中所占的比例,恰与该部分本身在被运动整体中所占的分数相对应。
