← 辛普里丘

亚里士多德《物理学》注释

§971.17-973.9

整体与部分运动的对应关系及穷尽划分证明

辛普利丘注解了亚里士多德关于广延与运动的可分性的论证(234b29–234b34),阐明了整体运动属于整个广延而不属于任何他者的证明(通过穷尽划分),以及不可能为整个广延假定另一种运动的证明(由于余项或超出部分的不可归属)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.25

" Ἔτι δὲ εἰ πᾶσα μὲν κίνησις ἕως τοῦ κἂν ἡ ὅλη κίνησις εἴη τοῦ Α Β Γ μεγέθους." Δεύτερον ἐπιχείρημα τοῦτο δεικνύον, ὅτι ὅλη ἡ ΔΕΖ κίνησις ὅλου τοῦ ΑΒΓ μεγέθους ἐστί. δείκνυται δὲ ἐπὶ προειλημμένῳ τῷ τὴν μὲν ΔΕ τοῦ ΑΒ εἶναι μεγέθους, τὴν δὲ ΕΖ τοῦ ΒΓ, καὶ ἐπὶ ἀξιώματι τῷ λέγοντι, ὅτι πᾶσα κίνησις κινουμένου τινός ἐστιν. ἡ δὲ δεῖξις ἐκ διαιρέσεως πρόεισι τοιαύτης· ἡ ΔΖ κίνησις ὅλη ἢ τῶν μερῶν τοῦ ΑΓ μεγέθους ἐστὶν ὁποτέρου ἢ ὅλου τοῦ ΑΓ ἢ ἄλλου τινὸς παρὰ ταῦτα. καὶ ἔστιν ἀνελλιπὴς ἡ διαίρεσις· εἰ οὖν μήτε τῶν μερῶν ἐστιν μηδετέρου ἡ ὅλη1 (μέρους γὰρ ἑκατέρα ἐστίν, ἡ μὲν ΔΕ τοῦ ΑΒ, ἡ δὲ ΕΖ τοῦ ΒΓ· ὥστε οὐδετέρου αὐτῶν ἡ ὅλη)· ἀλλὰ μὴν οὐδὲ ἄλλου τινὸς ἔσται ἡ ΔΖ κίνησις. εἰ γὰρ ἦν ὅλη τινὸς ἄλλου, καὶ τὰ μόρια αὐτῆς τῶν ἐκείνου μορίων ἂν ἦν (οὐ γὰρ δὴ ἀμερὲς ὂν ἐκινεῖτο. τοῦτο δὲ ὡς ἐναργὲς λαμβάνει καὶ ὡς ἤδη δεδειγμένον αὐτῷ ἐν τῇ πρὸ ταύτης ἐπιχειρήσει)· ἀλλὰ μὴν τὰ μέρη τῆς ΔΖ τὰ ΔΕ ΕΖ τῶν τοῦ ΑΓ μερῶν ἐστι, τοῦ τε ΑΒ καὶ τοῦ ΒΓ, καὶ οὐ δύναται ταῦτα τὰ μέρη τῆς κινήσεως καὶ ἄλλων εἶναι μερῶν· οὐ γὰρ οἷόν τε τὴν αὐτὴν καὶ μίαν κατ’ ἀριθμὸν πλειόνων εἶναι. λείπεται ἄρα ὅλην τὴν ΔΖ κίνησιν ὅλου τοῦ ΑΓ μεγέθους εἶναι.

“此外,如果一切运动直至整体运动也将属于广延Α Β Γ。” 这是证明整体运动ΔΕΖ属于整个广延ΑΒΓ的第二个推论。这一证明是基于预设ΔΕ属于广延ΑΒ而ΕΖ属于ΒΓ,并基于“一切运动都属于某种被运动之物”这一公理而给出的。其证明由如下划分展开:整体运动ΔΖ要么属于广延ΑΓ的各个部分中的某一个,要么属于整个ΑΓ,要么属于除这些之外的某种其他事物。而且这一划分是没有遗漏的。因此,如果整体不属于诸部分的任何一个(因为每一个部分都属于一个部分,ΔΕ属于ΑΒ,ΕΖ属于ΒΓ,因此整体不属于它们中的任何一个)——而且运动ΔΖ也绝不会属于任何其他事物。因为如果它整体属于某种其他事物,它的部分也将属于那个事物的部分(因为那事物绝不可能在没有部分的情况下运动;他把这一点当作显而易见的,并且是他在此之前的推论中已经证明过的);但是ΔΖ的部分即ΔΕ和ΕΖ属于ΑΓ的部分即ΑΒ和ΒΓ,而运动的这些部分不可能同时也属于其他部分;因为同一且数目上为一的事物属于多数事物是不可能的。因此剩下的就是:整体运动ΔΖ属于整个广延ΑΓ。

§6.26#1

"Ἔτι δὲ εἰ ἔστιν ἄλλη τοῦ ὅλου κίνησις ἕως τοῦ καὶ ἀνάγκη παντὸς εἶναι τοῦ μεριστοῦ αὐτήν." Δείξας τὴν ΔΖ κίνησιν ὅλην τοῦ ΑΓ μεγέθους οὖσαν ὅλου διὰ τοῦ μὴ δύνασθαι ἄλλου τινὸς αὐτὴν εἶναι μεγέθους νῦν δείκνυσι τὸ αὐτὸ διὰ τοῦ μὴ δύνασθαι ἄλλην τινὰ κίνησιν εἶναι τοῦ ΑΓ μεγέθους παρὰ τὴν ΔΖ. εἰ γὰρ δυνατόν, ἔστω τοῦ ΑΓ μεγέθους ὅλου ἄλλη τις παρὰ τὴν ΔΖ ἡ ΘΙ· τὰ δὴ μέρη τῆς ΘΙ ἔσται τῶν μερῶν τοῦ ΑΓ. καὶ εἰ μὲν τὰ μέρη τῆς ΘΙ κινήσεως οἷον τὰ ΘΚ ΚΙ ἴσα ἐστὶ τοῖς μέρεσι τῆς ΔΖ κινήσεως τοῖς ΔΕ ΕΖ, καὶ τὰ αὐτὰ ἀνάγκη καὶ τὴν ὅλην τὴν ΘΙ τῇ ὅλῃ τῇ ΔΖ ἴσην εἶναι καὶ τὴν αὐτήν· ἑκάστου γὰρ κίνησις μία. καὶ οὐ δύνανται οὔτε τῶν μερῶν τοῦ ΑΓ ἄλλαι τινὲς εἶναι κινήσεις μετὰ τῶν ΔΕ ΕΖ οὔτε τοῦ ὅλου μετὰ τῆς ΔΖ· ἀλλ’ εἰ μὲν ἡ ΘΙ κίνησις εἰς τὰς τῶν μερῶν κινήσεις διαιρεθείη, ἡ αὐτὴ ἔσται τῇ ΔΖ· εἰς γὰρ τὰ ἐκείνης μέρη διαιρεῖται. αὐτὸς δὲ ἀντὶ τοῦ εἰπεῖν ‘ἡ αὐτὴ ἔσται τῇ ΔΖ’, εἴπερ εἰς τὰ ἐκείνης μέρη διαιρεῖται, ἴση ἔσται εἶπεν ἡ ΘΙ τῇ ΔΖ. εἰ δὲ ἀφαιρουμένων ἀπὸ τῆς ΘΙ τῶν ἴσων τοῖς ΔΕ ΕΖ ἀπολειφθείη τι ἄλλο μέρος οἷον τὸ ΚΙ, τοῦτο τὸ μέρος τῆς ΘΙ κινήσεως οὐδενὸς ἔσται κίνησις τοῦ ΑΓ· οὔτε γὰρ τοῦ ὅλου (ἡ γὰρ ΘΙ ὅλη τοῦ ὅλου ἦν) οὔτε μέρους τινὸς αὐτοῦ· οὐδὲ γὰρ ἔχει τι ἄλλο μέρος παρὰ τὰ ΑΒ ΒΓ, ὧν ἦν κίνησις ἡ ΘΙ εἰς δύο διαιρεθεῖσα ἴσα ταῖς ΔΕ ΕΖ. εἰπὼν δὲ οὔτε ἄλλου τῶν μερῶν τὸ μὲν προσθεῖναι, διότι μηδὲν ἄλλο μέρος ἔχει, παρείασεν ὡς σαφές,2 ὅτι δὲ οὐδενὸς τῶν εἰς ἃ διῄρηταί ἐστιν, ἔδειξεν εἰπὼν διὰ τὸ μίαν εἶναι τοῦ ἑνός· οὐ γὰρ δύναται τὸ αὐτὸ μέρος ἅμα τῶν τε ΔΕ ΕΖ μερῶν τινος εἶναι καὶ ὅλου, ἀλλ’ οὐδὲ καὶ ἔξωθεν ἄλλου τινὸς ἔσται. οὗ αἰτίαν προσέθηκε τὸ * * συνεχὴς μὲν γὰρ ἡ ΘΙ κίνησις, ἡ δὲ συνεχὴς συνεχοῦς τινος καὶ ἑνός. οὐδὲν δέ ἐστιν ἄλλο ἐν τῷ ΑΓ μόριον παρὰ τὰ ΑΒ ΒΓ συνεχὲς αὐτῷ· τὸ γὰρ ἔξωθεν λαμβανόμενον καὶ μὴ ὂν μέρος τοῦ ΑΓ οὐ συνεχές ἐστιν αὐτῷ. ὁ δὲ αὐτὸς λόγος, κἂν αἱ τῶν μορίων τοῦ κινουμένου κινήσεις ὑπερβάλλωσι τὴν τῆς ΘΙ κινήσεως διαίρεσιν, ὡς εἶναι τὰς τῶν μορίων τῆς ΑΓ κινήσεως τῶν ΑΒ ΒΓ τὰς ΔΕ ΕΖ μείζους τῶν τῆς ΘΙ κινήσεως μορίων, ἣν ὑπόκειται τὸ ΑΓ κινεῖσθαι. τίνος γάρ ἐστι τὸ ὑπέρβλημα; οὔτε γὰρ τοῦ ὅλου (τούτου γὰρ ἡ ὅλη ἦν) οὔτε τῶν μερῶν τινος· ἕτεραι γάρ εἰσιν αὗται τοῦ ὑπερβλήματος.

“此外,如果整体有另一种运动直至并且它必然属于整个可分之物。” 在通过运动ΔΖ不可能属于任何其他广延而证明了整体运动ΔΖ属于整个广延ΑΓ之后,他现在通过广延ΑΓ除ΔΖ之外不可能有任何其他运动,来证明同一结论。因为,如果可能的话,设整个广延ΑΓ有某种除ΔΖ之外的另一种运动ΘΙ。那么ΘΙ的部分就将属于ΑΓ的部分。如果运动ΘΙ的部分(例如ΘΚ和ΚΙ)等于运动ΔΖ的部分(即ΔΕ和ΕΖ)且与之相同,那么整体ΘΙ也必然等于整体ΔΖ且与之相同;因为每个事物的运动是一。并且在ΔΕ和ΕΖ之外不可能有广延ΑΓ诸部分的任何其他运动,在ΔΖ之外也不可能有整体的任何其他运动。另一方面,如果运动ΘΙ被分割为诸部分的运动,它就将与ΔΖ相同;因为它被分割为后者的部分。但他本人没有说“它将与ΔΖ相同”——既然它确实被分割为后者的部分——而是说了ΘΙ将等于ΔΖ。但是,如果从ΘΙ中扣除等于ΔΕ和ΕΖ的部分之后,遗留下某种其他部分(例如ΚΙ),那么运动ΘΙ的这一部分将不属于ΑΓ的任何事物;因为它既不属于整体(因为整个ΘΙ属于整体),也不属于其任何部分(因为除ΑΒ和ΒΓ之外它没有任何其他部分,而ΘΙ被分割为等于ΔΕ和ΕΖ的两个部分正是它们的运动)。而在说了“也不属于诸部分的任何其他部分”时,他略去了补充“因为它没有任何其他部分”,视其为自明之理;但他通过说“由于一者的运动是一”,证明了它不属于它所被分割为的任何部分;因为同一部分不可能同时既属于诸部分ΔΕ和ΕΖ之一,又属于整体,而且它也绝不属于外部的任何其他事物。关于这一点的原因他补充道:……因为运动ΘΙ是连续的,而连续的运动属于某种连续且为一的事物。但在ΑΓ之中,除ΑΒ和ΒΓ之外没有任何与它连续的部分;因为从外部取得且不是ΑΓ之部分的事物与它并不连续。同样的论证也适用于被运动之物诸部分的运动超出运动ΘΙ的分割的情况,即广延ΑΓ之部分ΑΒ和ΒΓ的运动ΔΕ和ΕΖ大于运动ΘΙ的部分(设定ΑΓ以此运动而运动)。因为这超出部分属于什么呢?因为它既不属于整体(因为〔运动〕整体属于它),也不属于诸部分的任何一个;因为这些与超出部分是不同的。

语法注2 条
  1. 6.25εἰ οὖν μήτε τῶν μερῶν ἐστιν μηδετέρου ἡ ὅλη

    条件从句 εἰ οὖν μήτε... 提出之后,紧接着插入了括号中的理由解释(μέρους γὰρ...),并未直接出现形式上相呼应的归结从句,从而构成了破格(anacoluthon)。其思路经由 ἀλλὰ μὴν οὐδὲ ἄλλου τινὸς ἔσται...,最终在 λείπεται ἄρα ὅλην τὴν ΔΖ κίνησιν ὅλου τοῦ ΑΓ μεγέθους εἶναι(“因此剩下的就是……”)处达成了逻辑上的归结。

  2. 6.26τὸ μὲν προσθεῖναι, διότι μηδὲν ἄλλο μέρος ἔχει, παρείασεν ὡς σαφές

    带冠词的不定式短语 τὸ μὲν προσθεῖναι(“补充……”)充当主动词 παρείασεν(“略去、忽略”)的直接宾语,随后的 διότι 从句则表述了本可补充的理由内容。整句省略的主语指亚里士多德。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:971.17-973.9