← 辛普里丘

亚里士多德《物理学》注释

§969.25-971.16

依时间与运动物体部分之运动的双重可分性

辛普利丘注解亚里斯多德《物理学》234b21,阐明运动不仅可依时间分割,也可依运动物体的广延及其部分而分割,并通过各部分运动复合为整体运动的推论对此加以论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.24

" Κίνησις δέ ἐστι διαιρετὴ διχῶς ἕως τοῦ ὥστε ἡ ὅλη κίνησις τοῦ ὅλου ἐστὶ μεγέθους κίνησις." Δείξας πᾶν τὸ κινούμενον διαιρετὸν νῦν δείκνυσιν, ὅτι καὶ ἡ κίνησις διαιρετὴ καὶ διχῶς ἐστι διαιρετή, καθ’ ἕνα μὲν τρόπον τῷ χρόνῳ, διότι πᾶσα μὲν κίνησις ἐν χρόνῳ, χρόνος δὲ πᾶς διαιρετός. καὶ δέδεικται ὅτι ἐν τῷ ἐλάττονι χρόνῳ ἔλαττον κινεῖται τὸ ὁμοίως κινούμενον καὶ ἐν τῷ πλείονι πλέον. τὸ δὲ ἔχον τὸ πλέον καὶ ἔλαττον τοῦτο διαιρετόν ἐστι κατὰ τὸν χρόνον. καὶ γὰρ ἐκεῖνος τὸ πλέον καὶ ἔλαττον ἔχει, διότι διαιρετός ἐστιν. ἀλλὰ περὶ μὲν τῆς κατὰ τὸν χρόνον διαιρέσεως τῆς κινήσεως καὶ εἴρηκεν ἤδη πλείονα καὶ μετ’ ὀλίγον πάλιν ἐρεῖ. δείξας δὲ προσεχῶς ὅτι τὸ κινούμενον διαιρετόν ἐστιν, ἐφεξῆς νῦν δείκνυσι τὸν ἕτερον τρόπον τῆς κατὰ τὴν κίνησιν διαιρέσεως κατὰ τὴν διαίρεσιν τοῦ κινουμένου γινομένην. ἐπειδὴ γὰρ τὸ κινούμενον διαιρετὸν ὂν ἔχει τι διάστημα καὶ μῆκος, ἀνάγκη καὶ τὴν κίνησιν αὐτοῦ ἐν ὅλῳ οὖσαν τῷ τοῦ κινουμένου διαστήματι καὶ αὐτὴν τὸ αὐτὸ τῷ κινουμένῳ διάστημα ἔχειν. εἰ τοίνυν ἴση 〈ἡ〉 τῆς κινήσεως διάστασις τῇ τοῦ κινουμένου διαστάσει τῇ εἰς μέρη διαιρουμένῃ, διαιροῖτο ἂν καὶ αὐτὴ τὸν αὐτὸν τρόπον τοῖς τοῦ κινουμένου μέρεσιν. ὡς εἶναι τὸν ὅλον λόγον τοιοῦτον· εἰ ἡ αὐτὴ κίνησις τοῦ ὅλου ἐστίν, ἥπερ καὶ τῶν μερῶν συντεθεῖσα, διαιροῖτο ἂν ἡ κίνησις κατὰ τὸ μέγεθος τὸ κινούμενον. τοῦ δὴ συνημμένου ἐναργοῦς ὄντος, εἰ τὸ ἡγούμενον ἀληθές, καὶ τὸ λῆγον ἀληθὲς ἔσται. ὅτι δὲ τὸ ἡγούμενον ἀληθές, δείκνυσι δι’ ἐκθέσεως τοιαύτης· ἔστω κινούμενον μέγεθος τὸ ΑΓ, μέρη δὲ αὐτοῦ τὰ ΑΒ ΒΓ, καὶ ἔστω τοῦ μὲν ΑΒ κίνησις ἡ ΔΕ, τοῦ δὲ ΒΓ ἡ ΕΖ· τοῦ γὰρ ὅλου κινουμένου ἀνάγκη καὶ τὰ μέρη κινεῖσθαι. λέγω οὖν ὅτι καὶ τοῦ ΑΓ μεγέθους ὅλου ὅλη ἔσται κίνησις ἡ ΔΖ· τοῦτο δὲ διὰ πλειόνων ἀποδείκνυσι καὶ ἀποδειχθέντος αὐτοῦ δῆλον ὅτι διαιροῖτο ἂν ἡ κίνησις κατὰ τὸ μέγεθος. δείκνυσι δὲ αὐτὸ κατὰ τὸ πρῶτον ἐπιχείρημα λαβὼν ὡς ἐναργές τι, ὅτι οὐδὲν τῶν κινουμένων κινεῖται τὴν ἄλλου κίνησιν.1 δῆλον δὲ τοῦτο σκοπουμένοις ἐπὶ τῶν τῆς κινήσεως εἰδῶν καὶ ἐπὶ τῶν μερῶν. οὔτε γὰρ τὸ κατὰ τόπον κινούμενον τὴν τοῦ ἀλλοιουμένου κίνησιν κινήσεται οὔτε τὸ τὴν τοῦ ΑΒ τὴν τοῦ ΒΓ, ἀλλ’ ἑκάτερον τὴν ἑαυτοῦ. εἰ οὖν τὸ ΑΓ ὅλον κινεῖται, δῆλον ὡς καὶ τὰ μέρη αὐτοῦ κινεῖται τό τε ΑΒ καὶ τὸ ΒΓ. οὕτω γὰρ ὅλον ἔσται κινούμενον. καὶ ἔσται τοῦ μὲν ΑΒ κίνησις ἡ ΔΕ, τοῦ δὲ ΒΓ ἡ ΕΖ, μέρη οὖσαι καὶ αὗται ὅλης τῆς ΔΖ κινήσεως. κἂν γὰρ μὴ καθ’ αὑτὰ κινῆται τὰ μέρη τοῦ συνεχοῦς ἐν τῇ τοῦ ὅλου κινήσει, ἀλλ’ ἔν γε τῷ ὅλῳ κινεῖται. διὰ τοῦτο γὰρ καὶ ἡ κίνησις διαιρετή, ἀλλ’ οὐ διῃρημένη· διῃρημένη γὰρ ἂν ἦν, εἰ ἕκαστον τῶν τοῦ ὅλου μερῶν καθ’ αὑτὸ ἐκινεῖτο. εἰ οὖν ἡ μὲν ΔΕ τοῦ ΑΒ, ἡ δὲ ΕΖ τοῦ ΒΓ, δῆλον ὅτι καὶ ὅλην τὴν ΔΖ ἀνάγκη ὅλου εἶναι τοῦ ΑΓ. ἄλλου γὰρ οὐχ οἷόν τε αὐτὴν εἶναι διὰ τὸ κείμενον καθόλου, ὅτι οὐδὲν κινεῖται κατὰ τὴν ἄλλου κίνησιν. τούτου γὰρ κειμένου οὔτε τῶν μερῶν τινος τοῦ ΑΓ μεγέθους ἔσται ὅλη ἡ ΔΖ κίνησις οὔτε ἄλλου τινὸς παρὰ ταῦτα· οὕτω μὲν οὖν καθ’ ἕνα τρόπον ἐδείχθη τὸ προτεθέν· ἦν δὲ τοῦτο ὅτι ἡ τῶν μερῶν κίνησις συντεθεῖσα ὅλη τοῦ ἐκ τῶν μερῶν μεγέθους ὅλου ἔσται κίνησις. καὶ τὸ ἀντίστροφον οὖν ἀληθές, ὅτι εἰ τοῦ ὅλου ὅλη, καὶ τῶν μερῶν τὰ μέρη, ᾧ ἀκολουθεῖ ἐξ ἀνάγκης τὸ τὴν κίνησιν διαιρεῖσθαι κατὰ τὸ κινούμενον μέγεθος. ἀλλὰ διὰ τί μὴ τοῦ ΑΓ μεγέθους κίνησίν τινα λαβὼν τὴν ΔΖ καὶ οὕτω τοῦ μὲν ΑΒ τὴν ΔΕ δείξας, τοῦ δὲ ΒΓ τὴν ΕΖ, συνήγαγεν ὅτι κατὰ τὸ μέγεθος διαιρεῖται ἡ κίνησις;2 ἢ ὅτι τοῦτο τὸ ἐν ἀρχῇ ἦν λαβεῖν, ἀλλ’ οὐ δι’ ἑτέρων ἀποδεῖξαι τὸ προκείμενον. καὶ μέντοι εἰ ὅλου τοῦ ΑΓ ὅλη ἐξ ἀρχῆς ἐλήφθη ἡ ΔΖ, οὐ πάντως ἠκολούθει καὶ τὰ μέρη τῶν μερῶν. τί γάρ; εἰ ἀδιαίρετος ἦν ἡ κίνησις; εἰ μέντοι τὰ μέρη τῶν μερῶν, ἀνάγκη καὶ τὴν ὅλην τοῦ ὅλου. τὸ γὰρ ὅλον καὶ ἀδιαίρετον εἶναι καὶ διαιρετὸν δυνατόν.

“运动在两种意义上是可分的直至因此整体的运动是整体广延的运动。” 在证明了一切被运动之物皆为可分之后,他现在证明运动也是可分的,并且是在两种意义上可分的:其一是在时间上,因为一切运动都在时间中,而一切时间都是可分的。并且已经证明,在较少的时间中同样被运动之物运动得较少,在较多的时间中运动得较多。而具有较多与较少之物,则是依时间可分的;因为时间也由于其可分而具有较多与较少。但是关于运动依时间的分割,他此前已经谈论了很多,稍后还将再次谈论。而在刚才证明了被运动之物是可分的之后,他紧接着证明依运动的分割的另一种方式,即依被运动之物的分割而发生的方式。因为既然被运动之物作为可分之物具有某种间隔和长度,那么它的运动作为存在于被运动之物的整个间隔之中者,其自身也必然具有与被运动之物相同的间隔。因此,如果运动的广延等于被运动之物那被分割为部分的广延,运动自身也将依相同的方式依被运动之物的部分而被分割。以至于整个论证如下:如果整体的运动与诸部分的运动复合而成者同一,那么运动将依被运动的广延而被分割。既然这一假言命题是显而易见的,那么当前件为真时,后件也必将为真。至于前件为真,他通过如下的表述来证明:设被运动的广延为ΑΓ,其部分为ΑΒ和ΒΓ,并设ΑΒ的运动为ΔΕ,ΒΓ的运动为ΕΖ;因为整体运动时,诸部分也必然运动。因此我说,整体广延ΑΓ的整体运动也将是ΔΖ;他通过多项论证来证明这一点,而一旦证明了这一点,显然运动将依广延而被分割。他在第一个推论中,将没有任何运动之物以他者的运动而运动视为某种显而易见的前提,从而证明了这一点。对于考察运动的各个种类和各个部分的人来说,这一点是显而易见的。因为依空间位置运动之物不会以受质变之物的运动而运动,具有ΑΒ之运动者也不会以ΒΓ的运动而运动,而是各自以自己的运动而运动。因此,如果ΑΓ整体运动,显然其部分ΑΒ与ΒΓ也运动;因为这样它才将是一个运动着的整体。并且ΑΒ的运动将是ΔΕ,ΒΓ的运动将是ΕΖ,它们自身也是整体运动ΔΖ的部分。因为即使连续之物的诸部分在整体的运动中并不依其自身运动,但至少是在整体之中运动。正因如此,运动也是可分的,而非已被分割的;因为若整体的各个部分依其自身运动,运动就将是已被分割的了。因此,如果ΔΕ属于ΑΒ,ΕΖ属于ΒΓ,显然整个ΔΖ也必然属于整个ΑΓ。因为由于“没有任何事物依他者的运动而运动”这一全称前提,ΔΖ不可能属于他者。既然预设了这一点,整个运动ΔΖ既不会属于广延ΑΓ的某个部分,也不会属于除这些之外的任何他者。因此,以这种方式在一个方面证明了所提出的论题;而这就是:诸部分的运动复合起来,将是由诸部分构成的整个广延的整体运动。因此反过来也是真的:如果整体的运动属于整体,那么〔运动的〕诸部分也属于诸部分,由此必然得出运动依被运动的广延而被分割。然而,为什么他不把ΔΖ设定为广延ΑΓ的某种运动,并以此证明ΑΒ的运动是ΔΕ、ΒΓ的运动是ΕΖ,从而得出运动依广延而被分割呢?难道不是因为这样做就是乞求论题,而不是通过其他依据来论证摆在面前的问题吗?况且,如果从一开始就把ΔΖ设定为整个ΑΓ的整体运动,就未必能得出〔运动的〕诸部分属于诸部分。因为设若运动是不可分的,又当如何?然而,如果〔运动的〕诸部分属于诸部分,那么整体的运动也必然属于整体;因为整体既可能是不可分的,也可能是可分的。

语法注2 条
  1. 6.24κινεῖται τὴν ἄλλου κίνησιν

    宾格短语 τὴν ἄλλου κίνησιν 作动词 κινεῖται 的同族宾格(cognate accusative),意为“以他者的运动而运动”。

  2. 6.24τί γάρ; εἰ ἀδιαίρετος ἦν ἡ κίνησις;

    τί γάρ 为引入反例考量的惯用修辞反问;随后的条件从句 εἰ ἀδιαίρετος ἦν ἡ κίνησις 属于省略主句结果的条件句(“因为设若运动是不可分的,[又会如何]?”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:969.25-971.16