← 辛普里丘

亚里士多德《物理学》注释

§95.19-97.4

亚历山大论偶性与连续体分割引起的一与多

在引述完波菲利的话之后,辛普里丘探讨了利用“一”与“存在”的多重含义来解决难题的方案,并引入并检视了亚历山大关于偶性引起的一与多以及连续体划分引起的一与多这两个难题的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15#4

ἓν γὰρ τὰ πολλά, ἐὰν ὁμωνύμως τις τὸ ἓν ἐξηγῆται, καθάπερ πρῶτος Ἀριστοτέλης ἐνόησε. πολλὰ οὖν τὰ ὄντα πρῶτον μὲν ταῖς κατηγορίαις, οἷον οὐσίᾳ ποιότητι ταῖς ἄλλαις, καὶ κατὰ πάσας τὰ μὲν δυνάμει, τὰ δὲ ἐνεργείᾳ, καὶ ἔτι ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ· πρὸς δὲ τούτοις διαιρέσει ἢ λόγῳ ἢ ὀνόματι. καὶ οὐδὲν ἄτοπον τὸ αὐτὸ κατ’ ἄλλον μὲν τρόπον φαίνεσθαι καὶ λέγεσθαι ἕν, κατ’ ἄλλον δὲ πολλά, καὶ ἅμα ἓν καὶ πολλά, μὴ μέντοι τὰ ἀντικείμενα. αἴτιον δὲ τὸ μήτε τὸ ὂν μήτε τὸ ἓν μοναχῶς λέγεσθαι, ἀλλ’ ἕκαστον πλεοναχῶς. ὃ μὴ συνιδόντας τοὺς πρὸ Ἀριστοτέλους θορυβεῖσθαι, τοὺς μὲν πολλὰ καὶ ἄπειρα λέγοντας τὰ ὄντα διῃρημένα δὲ ἀπ’ ἀλλήλων, τοὺς δὲ ἓν οὔτε ἑνὸς ὄντος ὡς τὸ ἁπλοῦν καὶ ἀδιάστατον οὔτε πολλῶν ὡς χορός, ἀλλ’, ὡς εἴρηται, καὶ ἑνὸς ὄντος καὶ οὐχ ἑνὸς ὡς ἐξηγησάμεθα.’ Ταῦτα τοίνυν αὐτὰ μὲν καθ’ αὑτὰ πολλῆς οἶμαι σπουδῆς ἄξια καὶ πρὸς τὰς φυσικὰς ζητήσεις καὶ πρὸς τὴν τῶν κατηγοριῶν διαίρεσιν καλῶς ὁ φιλοσοφώτατος ἀνέγραψε Πορφύριος ἀφορμὴν ἴσως πρὸς ταύτην τὴν ἐπιβολὴν λαβὼν τὸ ὡς μοναχῶς λεγομένου τοῦ ἑνὸς ἢ τοῦ ὄντος· πολλὰ δὲ τὰ ὄντα.1 ἀλλ’ εἰ μὲν πολλὰ ταῖς κατηγορίαις ἐπήγαγεν, εἰκὸς ἦν τὴν τοῦ ὄντος ὡς πολλαχῶς λεγομένου διαίρεσιν εἰς λύσιν τῆς ἀπορίας παραλαμβάνειν. νῦν δὲ πολλὰ τὰ ὄντα φησὶ καὶ ἓν ἢ λόγῳ μὲν πολλὰ τῷ δὲ ὑποκειμένῳ ἕν, ὡς ἐπὶ τῆς οὐσίας καὶ τῶν ἐπ’ αὐτῇ συμβεβηκότων (διὸ καὶ ἄμφω τὰ τοῦ συμβεβηκότος παραδείγματα ἀπὸ ἑνὸς γένους τῆς ποιότητος ἔλαβεν) ἢ δυνάμει καὶ ἐνεργείᾳ. εἰ μέντοι τις προσηπόρησεν, εἰ καὶ ἡ οὐσία καὶ τὰ καλούμενα συμβεβηκότα ὁμοίως ὄντα ἐστί, πῶς οἷόν τε τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ὂν ἓν καὶ πολλὰ εἶναι, ταὐτὸν δὲ εἰπεῖν ἓν καὶ οὐχ ἕν, εἰκότως ἄν ταύτην τις τὴν ἐπίλυσιν τῆς ἀπορίας ἐπήγαγε2 τὴν ἀπὸ τῆς τοῦ ὄντος κατά τε τὴν οὐσίαν καὶ κατὰ τὰ συμβεβηκότα διαφορᾶς· ὅπερ ἴσως καὶ νῦν ᾐνίξατο μηδὲν ἄτοπον εἰπὼν τὸ αὐτὸ ἓν καὶ πολλὰ εἶναι, πολλὰ μὲν κατὰ τοὺς τῶν πολλῶν συμβεβηκότων λόγους, ἓν δὲ κατὰ τὸ ὑποκείμενον καὶ τὴν οὐσίαν, ὅπερ τὸ αὐτὸ μένον ἓν πολλά ἐστι κατ’ ἐκεῖνα. Δυοῖν γὰρ οὐσῶν ἀποριῶν τὸ αὐτὸ ἓν καὶ πολλὰ συναγουσῶν, τῆς μὲν ἀπὸ τοῦ πλήθους τῶν τῇ μιᾷ οὐσίᾳ ὑπαρχόντων συμβεβηκότων, τῆς δὲ ἀπὸ τοῦ συνεχοῦς, ὅπερ ἓν μέν ἐστι τῷ ὅλῳ, τῇ δὲ διαιρέσει πολλά, τοῦτο μὲν ἀπὸ τῆς τοῦ δυνάμει καὶ ἐνεργείᾳ διαφορᾶς λύεται· καὶ γὰρ ἐνεργείᾳ μὲν ἕν ἐστι, δυνάμει δὲ πολλά· τὸ δὲ ἕτερον οὐ λέλυται3 κατὰ τοὺς ἄλλους ἐξηγητάς· οὐδὲ γὰρ ὡς λύσιν τῆς ἀπορίας ἀκούουσι τὸ πολλὰ δὲ τὰ ὄντα ἢ λόγῳ. ὁ γοῦν Ἀλέξανδρος ταύτην προθεὶς τὴν ῥῆσιν εἰς ἐξήγησιν ἐπάγει τάδε· “ἤτοι αὐτὸς διαίρεσιν ποιεῖται, καθ’ οὓς τρόπους ἕκαστον ἓν ἅμα καὶ πολλά ἐστι, δεικνὺς ὅτι μὴ μοναχῶς τὸ ἓν ὡς προεῖπεν ἢ πῶς Ζήνων ἕκαστον τῶν αἰσθητῶν πολλὰ εἶναι ἐδείκνυε λέγει, ὑφ’ οὗ λόγου ἐθορυβοῦντο. ἢ γὰρ τῷ λόγῳ μὲν πολλά ἐστι τῷ ὑποκειμένῳ ὄντα ἕν, οἷον ὁ μουσικὸς καὶ ὁ λευκὸς Σωκράτης τῷ λόγῳ μέν εἰσι πολλοί (ἄλλος γὰρ λόγος τοῦ μουσικοῦ καὶ ἄλλος τοῦ λευκοῦ), κατὰ μέντοι τὸ ὑποκείμενον εἷς ἐστιν ὁ Σωκράτης· ἢ πολλά ἐστι τὸ αὐτὸ ἅμα καὶ ἓν ὡς τὸ ὅλον καὶ τὰ μέρη· ὡς μὲν γὰρ ὅλον ἕν, ὡς δὲ μέρη ἐξ ὧν τὸ ὅλον πολλά, ἐπεὶ μὴ ταὐτὸν δέδεικται τὸ μέρος τῷ ὅλῳ”. ταῦτα εἰπὼν ὁ Ἀλέξανδρος ἐπάγει λοιπὸν δι’ ὧν ἐνδείκνυται, ὅτι οὐ λέλυται ἡ ἀπὸ τῶν συμβεβηκότων ἀπορία, ἀλλὰ μόνη ἡ ἀπὸ τῆς διαιρέσεως, λέγων “ἐπὶ μὲν οὖν τῶν τῷ λόγῳ πολλῶν, ὡς εἴρηται, ᾤοντό τι ποιεῖν οὓς ὑστέρους εἴρηκε τῶν ἀρχαίων, οἳ μὲν ἀφαιροῦντες τὸ ἔστιν ἀπὸ τῶν συμβεβηκότων, οἳ δὲ παρεκκλίνοντες καὶ μεταρρυθμίζοντες τὴν λέξιν· ἐπὶ δὲ τοῦ ὡς ὅλου καὶ μέρους οὐκ ἔχοντες τοιαύτην ἔνστασιν πρὸς τὸ σόφισμα ἐνεδίδοσαν. ἔστι δέ, φησί, τὸ ὅλον ἕν τε καὶ πολλά, οὐ κατὰ ταὐτὸν δέ, ἀλλ’ ἐντελεχείᾳ μὲν ἕν, δυνάμει δὲ πολλά.

因为正如亚里士多德最初所设想的那样,如果有人把‘一’解释为同名异义的,那么多数也就是一。因此,存在者首先依据范畴而是多数,例如依据实体、性质以及其他范畴,而且在所有这些范畴中,有些是在潜能中,有些是在现实中,此外还有在属上、在种上或在数量上[是多数];除这些之外,还在划分上、在定义上或在名称上[是多数]。同一事物在一种方式下显现并被称为一,在另一种方式下显现并被称为多,且同时是一又是多,这绝非荒谬,只是决不能在相互对立的方面。其原因在于,无论是‘存在’还是‘一’都不是单一地被述说的,而是各自以多种方式被述说。由于亚里士多德之前的人没有看清这一点,他们便陷入了混乱:有些人主张存在者是多数的、无限的并且彼此相分离,而另一些人则主张存在者是一;然而存在者既不是像单纯而无间隙之物那样是一,也不是像合唱队那样是多,而是正如所说的那样,既是一,又如我们所解释的那样不是一。’因此,我认为这些论述就其自身而言,无论对于自然学的探究还是对于范畴的划分,都极值得认真研究,最有哲学修养的波菲利对此做了出色的记录;他采取这一进路的由头,或许正是由于[亚里士多德所说的]那句话:‘仿佛一或存在是以单一方式被述说的;但存在者是多数的’。然而,如果他加上了‘依据诸范畴而是多数’,那么把存在作为以多种方式被述说者的划分引入对难题的解决,本是合情理的。但就目前而言,他说存在者是多数也是一,要么在定义上是多数而在主体上是一,正如在实体及其所附带的偶性上那样(因此他也把偶性的两个例子都取自性质这同一个属),要么在潜能与现实中[是一与多]。不过,如果有人进一步提出难题:如果实体与所谓的偶性同样都是存在者,同一事物在同一方面作为存在者,如何可能既是一又是多(这等同于说是一又不是一)?那么,有人合情合理地引入这个源于存在依实体与依偶性而有的差异对难题的解答,或许他此刻也正是通过说同一事物既是一又是多绝非荒谬而暗示了这一点:依诸多偶性的定义而言是多,而依主体与实体而言是一,而主体与实体在保持自身为一的同时依那些偶性而言是多。因为既然有两个推导出同一事物既是一又是多的难题——一个源于属于单一实体的偶性之众多,另一个源于连续体(连续体就整体而言是一,就划分而言是多)——,后者通过潜能与现实的差异而得到解决(因为在现实中它是一,但在潜能中它是多);而另一个难题按照其他注释家的看法却未得到解决;因为他们并不把‘但存在者或是依定义而言是多数’理解为对难题的解决。至少亚历山大提出这一文句进行解释时接着说道:“要么是他自己作了划分,说明每一事物依何种方式同时既是一又是多,从而显明正如他前文所说‘一’并非以单一方式被述说;要么是他在说明芝诺如何证明每一感觉事物都是多,而他们正是因这一论证而陷入混乱。因为事物要么在定义上是多而在主体上是一,例如有音乐修养的苏格拉底与白的苏格拉底在定义上是多数(因为有音乐修养的定义与白的定义是不同的),但在主体上苏格拉底却是一个;要么同一事物同时作为整体与部分既是多又是一;因为作为整体它是一,而作为构成整体的各部分它是多,因为已经证明部分与整体并非同一”。亚历山大在说了这些之后,接着引出表明由偶性引发的难题并未得到解决、而唯有由划分引发的难题得到解决的论述,他说:“因此,在那些依定义而言为多的事物上,正如所说的那样,那些被他称为古人之后继者的人,自以为有所作为,其中一些人从偶性中取消‘是’,另一些人则回避并改变词句结构;但在作为整体与部分的事物上,他们由于对这一诡辩没有这种反驳,便屈服了。但他[亚里士多德]说,整体既是一又是多,但并非在同一方面,而是在现实中是一,在潜能中是多”。

语法注3 条
  1. 1.15ἀφορμὴν ἴσως πρὸς ταύτην τὴν ἐπιβολὴν λαβὼν τὸ ὡς μοναχῶς λεγομένου τοῦ ἑνὸς ἢ τοῦ ὄντος· πολλὰ δὲ τὰ ὄντα

    中性单数定冠词 τό 将紧随其后的亚里士多德词句“ὡς μοναχῶς λεγομένου τοῦ ἑνὸς ἢ τοῦ ὄντος· πολλὰ δὲ τὰ ὄντα”名词化,作为分词 λαβών 的直接宾语,意为“以……这句话为契机/出发点”。

  2. 1.15εἰ μέντοι τις προσηπόρησεν ... εἰκότως ἄν ταύτην τις τὴν ἐπίλυσιν τῆς ἀπορίας ἐπήγαγε

    使用过去直陈式(不定过去时)的与过去事实相反的条件句结构(归结句为 ἄν 加上不定过去时直陈式 ἐπήγαγε):“然而,如果有人曾进一步提出难题……那么有人引入这一解答本是合情理的”。

  3. 1.15Δυοῖν γὰρ οὐσῶν ἀποριῶν ... τοῦτο μὲν ... λύεται ... τὸ δὲ ἕτερον οὐ λέλυται

    句首的独立属格结构(Δυοῖν γὰρ οὐσῶν ἀποριῶν ...)提出了两个难题的存在,随后的主句通过相关连词 τοῦτο μέν ... τὸ δὲ ἕτερον ...(后者……,而另一者……)对比阐述了对各自难题的解决情况。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:95.19-97.4