← 辛普里丘

亚里士多德《物理学》注释

§967.31-969.24

亚历山大与德米斯提欧斯论一揽子变化

针对质变与增减可能一下子发生这一疑难,辛普里丘评述了亚历山大主张经由中介运动及部分之一揽子变化的观点,以及德米斯提欧斯基于感觉经验并认为一下子变化之物的可分性不证自明从而为亚里斯多德辩护的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.23#4

ἐπιστῆσαι δὲ ἄξιον, ὅτι ἐπὶ μὲν τῶν κατὰ τόπον κινουμένων ἀνάγκη εἶναι τὸ μέν τι ἐν τῷ ἐξ οὗ, τὸ δέ τι ἐν τῷ εἰς ὅ. οὕτω γὰρ ἐπὶ τούτων τὸ ποθέν ποι, ἐπὶ δὲ τῆς ἀλλοιώσεως καὶ τῆς αὐξήσεώς τε καὶ μειώσεως οὐκ ἀναγκαῖον δοκεῖ τὸ οὕτως ἔχειν, ἀλλὰ δύναται ἐπὶ τούτων καὶ ἡ ἀλλοίωσις ἀθρόα γίνεσθαι καὶ αὔξεσθαι ἀθρόως· παντὶ γὰρ μορίῳ τοῦ αὐξομένου ἡ πρόσθεσις ἅμα γίνεσθαι δοκεῖ, ὁμοίως δὲ καὶ ἡ μείωσις ἀθρόα. “γίνοιτο δὲ ἄν, φησὶν ὁ Ἀλέξανδρος, κίνησις καὶ ἐπὶ τῶν ἀθρόως μεταβαλλόντων τῷ πάντως εἶναι καὶ ἐπὶ τούτων τι μεταξύ, καθ’ ὃ ἡ μεταβολὴ γίνεται, καὶ μὴ δύνασθαι τὸ μεταβάλλον κατ’ αὐτὰ ἐκ τοῦδε εἰς τόδε μεταβάλλειν, εἰ μὴ διὰ τοῦ μεταξύ· τὸ γὰρ μέγεθος, εἰς ὃ μεταβάλλει τὸ αὐξόμενον, καὶ πᾶν τὸ προστιθέμενον αὐτῷ, ἵνα αὐξηθῇ, διαιρετόν ἐστιν· ὁμοίως δὲ καὶ τὸ ἀπιόν, ἵνα μειωθῇ. καὶ τῶν ποιοτήτων δέ, εἰς ἃς ἡ κατὰ ἀλλοίωσιν μεταβολὴ γίνεται, ἔστι τινὰ τὰ μεταξύ, δι’ ὧν ἐπὶ τὸ εἶναι τοιοῦτον μεταβάλλει τὸ ἀλλοιούμενον, κἂν ὅλον ἅμα μεταβάλλῃ· εἰς ὃ γὰρ ἂν μεταβάλλῃ, ἔσται τι ἐκείνου πρῶτον, ὃ μεταξύ ἐστι τοῦ τε ἐξ οὗ μετέβαλλεν καὶ τοῦ εἰς ὃ μεταβέβληκε· διὸ καὶ πᾶσα κίνησις ἐν χρόνῳ. χρὴ δέ, φησὶν ὁ Ἀλέξανδρος, περὶ τούτου ἐπὶ πλέον ζητῆσαι. μετ’ ὀλίγον γὰρ δεικνύς, ὅτι διαιρετόν ἐστι καὶ ἡ ποιότης, καθ’ ἣν ἀλλοίωσις γίνεται, λέγει ὅτι “κατὰ συμβεβηκός.” τῇ γὰρ τοῦ ἀλλοιουμένου διαιρέσει συνδιαιρεῖται, ὡς καὶ τούτου κατὰ μόρια μεταβάλλοντος. μήποτε δέ, φησίν, ἄμεινον ἀκούειν τοῦ “ὥσπερ οὐκ ἀθρόας γινομένης μεταβολῆς” οὐχ ὡς ἐφ’ ὅλου τοῦ κινουμένου εἰρημένου, ἀλλ’ ὡς μέρους τοῦ κινουμένου ἀθρόως μεταβάλλοντος, οὐκέτι δὲ καὶ τοῦ ὅλου· μέρος γὰρ τοῦ πηγνυμένου γάλακτος ἀθρόον μεταβάλλει, ἀλλ’ οὐ τὸ ὅλον· οὗ σημεῖον τὸ μὴ ἀεὶ ὁμοίως γίνεσθαι τὴν πῆξιν ἐπί τε πλείονος καὶ ἐλάττονος· ἐπὶ παντὸς γὰρ θᾶττον μεταβάλλει τὸ εὐπαθέστερον ἢ τῇ φύσει ἢ τῷ ἐγγυτέρω τοῦ ποιοῦντος εἶναι. καὶ τοῦ ἡλιοκαυτοῦντος μέρος ἀθρόον μεταβάλλει· ἡ γὰρ τετραμμένη πρὸς τὸν ἥλιον ἐπιφάνεια πρώτη· ἦν δὲ οὐκ αὐτὴ ἡ κινουμένη, ἀλλ’ οὗ ἦν αὕτη.1 τὸ δὲ αὐξόμενον εἰ καὶ πᾶν αὔξεται, ἀλλ’ οὐχ ἅμα· ἄλλα γὰρ ἄλλων μόρια ἐγγυτέρω τῆς χορηγούσης αὐτοῖς τὴν αὔξησιν τροφῆς.” ταῦτα μὲν οὖν ὁ Ἀλέξανδρος εἰς τοῦτον συνεβάλετο τὸν τόπον. ὁ δὲ εὐφραδὴς Θεμίστιος οὐκ ἀποδέχεται τοῦ Ἀλεξάνδρου τὸ καὶ ἐν τοῖς δοκοῦσιν ἀθρόως μεταβάλλεσθαι ὡς ἐπὶ τοῦ πηγνυμένου γάλακτος καὶ τοῦ μελαινομένου σώματος τὸ μέν τι πρότερον μεταβάλλειν μέρος, τὸ δὲ ὕστερον·2 τὴν γὰρ αἴσθησίν φησι δεικνύναι, ὅτι γίνονταί τινες τῶν σωμάτων ἀθρόαι μεταβολαὶ καὶ ἀλλοιώσεις. μήποτε δὲ ἡ ἀπὸ τῆς αἰσθήσεως μαρτυρία ἐν τούτοις οὐκ ἔστιν ἀσφαλής. διαφεύγοι γὰρ ἂν τὴν αἴσθησιν καὶ τοῦ γάλακτος καὶ τοῦ μελαινομένου σώματος μικρὰ μόρια μὴ ἅμα τοῖς λοιποῖς ἀλλοιούμενα, ἀλλὰ ῥητέον μᾶλλον, ὅτι εἴπερ ἔστιν ὅλως τι μέρος καὶ βραχὺ τὸ ἀθρόως ἀλλοιούμενον, ὅπερ δίδωσιν ὁ Ἀλέξανδρος, ἐπειδὴ καὶ ἐκεῖνο μεριστόν ἐστιν, εἰ μὲν ὅλον ἅμα ἀλλοιοῦται, οὐκ ἀληθὲς τὸ νῦν ὑπὸ τοῦ Ἀριστοτέλους ῥηθέν, ὅτι τὸ μεταβάλλον πᾶν τὸ μὲν τῶν ἑαυτοῦ μερῶν ἐν τῷ ἐξ οὗ μεταβάλλει ἔχει, τὸ δὲ ἐν τῷ εἰς ὃ μεταβάλλει. εἰ δὲ μηδὲ τὸ μέρος ἅμα ὅλον ἀλλοιοῦται, παρέλκοι ἂν τὸ ἐν τῷ πρώτῳ βιβλίῳ ῥηθὲν πρὸς Μέλισσον τὸ “ὥσπερ οὐκ ἀθρόας γινομένης μεταβολῆς,” ὥστε μένειν ἔτι τὴν ἀπορίαν. ὁ μέντοι Θεμίστιος “ἅ, φησίν, ἡμῖν ἐπῆλθεν εἰς βοήθειαν τῷ λόγῳ, ταῦτά ἐστιν. οἰόμεθα τὸν Ἀριστοτέλην περὶ μὲν τῶν ἀθρόως μεταβαλλόντων, ὅτι διαιρετά ἐστι, μηδὲ λόγου προσδεῖσθαι νομίσαι· εἰ γὰρ ἀθρόως ἐκεῖνα μεταβάλλειν φαμέν, ὧν ἅπαντα ἅμα τὰ μέρη καὶ καθ’ ἕνα χρόνον ἀλλοιοῦται ἢ αὔξεται, δῆλον ὡς ἐπὶ τῶν μέρη τινὰ κεκτημένων ἐστὶν ἡ τοιαύτη μεταβολή. ἃ δὲ οὐδὲν κέκτηται μέρος, πῶς ἀλλοιοῖτο ἂν ἅμα καθ’ ὅλα τὰ μέρη; ἢ τοίνυν οὐ τοῦτό ἐστι τὸ μεταβάλλειν ἀθρόως τὸ κατὰ πάντα ὁμοῦ τὰ μόρια μεταβάλλειν ἤ, εἰ τὸ ἀθρόως τοῦτό ἐστι, γελοῖον τὸ ζητεῖν, εἰ διαιρετὰ τὰ τοιαῦτα. διόπερ ὁ Ἀριστοτέλης ἐπὶ μὲν τούτων ὅλως οὐδὲ ἐποιήσατο τὸν λόγον, ἐπὶ δὲ τῶν κατὰ τοὺς ἄλλους τρόπους μεταβαλλόντων.”

然而值得注意的是,依空间位置运动之物固然必然是一部分处于由之而起者中,一部分处于向之而去者中(因为在这些情况中,从某处到某处是以这种方式体现的),但在质变以及增减的情况中,事情似乎并非必然如此,相反,在这些情况中质变也可以一下子发生,增加也可以一下子发生;因为对于增加之物的每一部分而言,添加似乎是同时发生的,同样减少也是一下子发生的。 亚历山大说:“在一下子变化之物上也会产生运动,因为在这些情况中也全然存在着某种变化依之发生的中介,并且依它们变化之物若不通过中介就不能从这变到那。因为增加之物变入其中的广延,以及为了使之增加而添加到它之上的每一事物,都是可分的;同样,为了使之减少而离去之物亦然。而在质变所向的诸性质中,也存在某些中介,受质变之物通过它们而变向具有如此性质的状态,即使它是作为整体同时变化的;因为无论它变入什么,那一性质中首先都会有某种处于它由之变化的出发点与它变入的到达点之间的中介;因此一切运动都在时间之中。但是,”亚历山大说,“关于这一点必须作进一步探讨。因为稍后他在证明质变所依的性质也是可分的时候,说了‘偶适地’;因为性质是随着受质变之物的分割而一同被分割的,这是由于受质变之物也是按部分变化的。但或许,”他说,“把‘犹如变化不是一下子发生似的’这句话理解为并非是对运动之物整体而言的,而是对运动之物的一部分一下子变化、但整体却并非如此而言的,这样理解会更好;因为凝结的乳汁的一部分一下子变化,但并非整体如此;其证明就是,乳汁的凝结在较多量和较少量时并不总是同样发生的;因为在一切情况中,无论因本性还是因更接近作用者而更容易受作用的部分,都会更快地变化。被日晒之物也是其一部分一下子变化;因为朝向太阳的表面是最先变化的;但被运动的并非表面本身,而是该表面所属之物。而增加之物即便整体都在增加,却并非同时增加;因为某些部分比另一些部分更接近向它们提供增加的营养。” 那么,这些就是亚历山大对这一段落提出的见解。然而善辩的德米斯提欧斯并不赞同亚历山大所说的即使在看似一下子变化之物中——如在凝结的乳汁和正在变黑的身体上——也是一部分先变化而另一部分后变化;因为他说感觉表明,身体的某些变化和质变是一下子发生的。然而,来自感觉的见证在这些事上或许并不可靠。因为乳汁和正在变黑的身体的微小部分不与其余部分同时质变,完全可能逃过感觉的注意;毋宁应当说,如果真如亚历山大所承认的那样,全然存在着哪怕极其微小的某种一下子质变的部分,既然那一部分也是可分的,那么如果它是作为整体同时质变的,亚里斯多德当下所说的“一切变化之物一部分处于其变化由之而起者中,一部分处于其变化向之而去者中”就不为真了。但如果连那一部分也不是作为整体同时质变的,那么在第一卷中针对梅利梭所说的“犹如变化不是一下子发生似的”这句话就成了赘语,以至于疑难依然存在。 然而德米斯提欧斯说:“我们想到的用以援助该论证的见解乃是这些。我们认为,亚里斯多德以为关于一下子变化之物是可分的这一点甚至不需要论证;因为如果我们把那些其所有部分都在同一时间同时质变或增加的事物称为一下子变化之物,那么显而易见,这类变化乃是属于具有某些部分的事物的。而完全不具备任何部分的事物,又怎能依其全部部分同时质变呢?因此,要么一下子变化并不是依全部部分一同变化,要么如果一下子变化就是这个意思,那么探究这类事物是否可分便是可笑的。正因如此,亚里斯多德对于这些事物完全没有论述,而是针对依其他方式变化之物作了论述。”

语法注2 条
  1. 6.23ἦν δὲ οὐκ αὐτὴ ἡ κινουμένη, ἀλλ’ οὗ ἦν αὕτη

    代词主语 αὐτή 指代前文的 ἡ ἐπιφάνεια(表面),作表语的分词 ἡ κινουμένη 实词化为“被运动之物”。后半句 ἀλλ’ οὗ ἦν αὕτη 为省略了先行词(如 ἐκεῖνο)的关系分句,意为“此[表面]所属的[物体]”,关系代词 οὗ 为所属属格。未完成过去时 ἦν 为哲学未完成时,用以重申先前已确立的公认原理。

  2. 6.23τοῦ Ἀλεξάνδρου τὸ καὶ ἐν τοῖς δοκοῦσιν ἀθρόως μεταβάλλεσθαι ... τὸ μέν τι πρότερον μεταβάλλειν μέρος, τὸ δὲ ὕστερον

    动词 οὐκ ἀποδέχεται(不赞同)支配表示人的属格 τοῦ Ἀλεξάνδρου(亚历山大的)以及带冠词的不定式短语宾格 τὸ ... μεταβάλλειν(……这一主张/学说)。在该不定式结构内部,τὸ μέν τι ... μέρος, τὸ δέ [τι] 充当主格用宾格(“一部分先变化,另一部分后变化”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:967.31-969.24