- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:966.5-967.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘总结了关于灵魂载具的论述,接着探讨了针对亚里斯多德关于运动之物具有可分性这一命题由瞬间质变所引发的疑难及亚历山大的回应。随后,他讨论了该证明究竟仅适用于空间位移,还是普遍适用于包括质变和生灭在内的一切变化。
εἰ δὲ τοῦτο τὸ αἴτιον τῶν διαφόρων ὀχημάτων, οὐκ ἀναγκαῖον ἴσως ἐν τούτῳ οὖσαν ἔχειν καὶ τὸ πνευματικόν, εἰ δὲ καὶ ἔχοι, οὐκ ἀναγκαῖον ἐν τούτῳ εἶναι ἐκεῖνο, ὥστε σῶμα διὰ σώματος χωρεῖν, ὁπότε οὐδὲ τοῦτο οἶμαι ἄτοπον τὸ τὰ ὑπέρτερα καὶ λεπτότερα καὶ μὴ ὁμοφυῆ διὰ τῶν παχυτέρων καὶ ἐνυλοτέρων χωρεῖν·1 καὶ γὰρ τὸ ἡλιακὸν φῶς κατὰ τοὺς σῶμα λέγοντας αὐτὸ δι’ ὅλου τοῦ ἀέρος λέγεται χωρεῖν, καὶ οἱ οὐρανοὶ σφαῖραι τέλειαι οὖσαι καὶ οὐχ ἁψῖδες μόνον, εἴπερ συνεχεῖς εἰσι πρὸς τὸ κέντρον, δι’ ὅλων χωροῦσιν τῶν ἐφεξῆς. ταῦτα μὲν οὖν, ὡς καὶ αὐτὸς εἶπεν ὁ Ἀλέξανδρος, ἔξωθεν ὄντα τοιαύτης τυγχανέτω παρ’ ἐμοῦ διακρίσεως. Ἀποροῦσι δὲ καλῶς πρὸς τὸ εἰρημένον ὑπὸ τοῦ Ἀριστοτέλους, ὅτι τὸ κινούμενον τὸ μέν τι ἔχει ἐν τῷ ἐξ οὗ κινεῖται, τὸ δὲ ἐν τῷ εἰς ὃ ἢ τῷ μεταξύ· εἰ γὰρ τοῦτο ἀληθές, πῶς αὐτὸς ἐν τῷ πρώτῳ ταύτης τῆς πραγματείας αἰτιώμενος Μέλισσον ὡς ἀρχὴν λέγοντα τῆς ἀλλοιώσεως ἐπήγαγεν· “ὥσπερ οὐκ ἀθρόας γινομένης μεταβολῆς”· ὡς γὰρ δυναμένου τινὸς ἅπαντος ἀθρόως ἀλλοιοῦσθαι καὶ μὴ κατὰ μόριον λέγει· καὶ γὰρ τὸ πηγνύμενον γάλα καὶ ὕδωρ καὶ τὸ θερμαινόμενον ὅλον ἀθρόως δοκεῖ μεταβάλλειν ἀλλοιούμενον καὶ οὐ κατὰ μέρος. εἰ δὲ οὕτω γίνεται ἀλλοίωσις, κἂν σῶμα τὸ κινούμενον ᾖ, οὐκ ἀνάγκη τοῦ μεταβάλλοντος τὸ μέν τι ἐν ἐκείνῳ ἐξ οὗ ἡ μεταβολὴ εἶναι, τὸ δὲ ἐν ἐκείνῳ εἰς ὃ πρῶτον μεταβάλλει· τὸ γὰρ ἀθρόον μεταβάλλον ὅλον ἐν τῷ ἑτέρῳ ἐστὶν εἰς ὃ μεταβέβληκε. τοιαύτης δὲ τῆς ἀπορίας οὔσης ὁ Ἀλέξανδρος οὐ πρὸς τὸ νῦν λεγόμενον ὑπαντᾶν τὴν ἀπορίαν ταύτην φησί· νῦν μὲν γὰρ περὶ τοῦ μεταβάλλοντος ὁ λόγος, τοῦτο δέ ἐστι τὸ μηδέπω μεταβεβληκός, ἀλλ’ ἔτι μεταβάλλον, ἐφ’ οὗ πᾶσα ἀνάγκη τὸ μέν τι αὐτοῦ ἐν τῷ ἐξ οὗ εἶναι, τὸ δὲ ἐν τῷ εἰς ὃ πρῶτον ἡ μεταβολή· ἀλλ’ εἴπερ ἄρα, εἴη2 ἂν ἡ ἀπορία πρὸς τό· εἰ μὴ πᾶν τὸ μεταβεβληκὸς διὰ τοῦ μεταβάλλειν μεταβέβληκεν, οὐ μεταβάλλον πρότερον μεταβεβληκὸς ἂν εἴη. ἀπορεῖται οὖν ἡ ἀπορία οὐ πρὸς τὸ μεταβάλλον, ἀλλὰ πρὸς τὸ μεταβεβληκός, εἰ δυνατὸν μεταβεβληκὸς εἶναί τι μὴ πρότερον μεταβάλλον. καὶ γὰρ ὁ Ἀριστοτέλης ἐν τοῖς προειρημένοις ὡς εἰς ἄτοπον ἀπάγει τοῦτον τὸν λόγον, ὅτε ἔλεγεν· “ὥστε ἔσται τι βεβαδικέναι μηδέποτε βαδίζον.”3 διὰ δὲ ταύτην τὴν ἀπορίαν τινές φασι τὴν δεῖξιν αὐτὸν νῦν ἐπὶ τοῦ κατὰ τόπον κινουμένου πεποιῆσθαι· ἐπὶ γὰρ τούτου ὑγιὲς δοκεῖ τὸ τοῦ κινουμένου τὸ μέν τι ὀφείλειν εἶναι ἐν τῷ ἐξ οὗ, τὸ δὲ ἐν τῷ εἰς ὃ πρῶτον ἡ μεταβολή. καὶ τοῦτο πιστοῦται διὰ τοῦ τὸ ἐπὶ μεγέθους κινούμενον λαβεῖν· τοῦτο γὰρ τοπικῶς κινεῖται. τινὲς δὲ περὶ παντὸς κινουμένου φασὶν αὐτὸν δεικνύναι· καὶ οὐ περὶ κινουμένου μόνον, ἀλλὰ περὶ παντὸς μεταβάλλοντος. λέγει γὰρ τὸ δὲ μεταβάλλον ἅπαν ἀνάγκη διαιρετὸν εἶναι· οὐκ ἄρα περὶ τοῦ κατὰ τόπον κινουμένου μόνον ὁ λόγος. ἔτι δὲ δι’ οὗ δείκνυσι διαιρετὸν εἶναι τὸ μεταβάλλον οὐ μόνον τοῖς κατὰ τόπον κινουμένοις ὑπάρχει, ἀλλ’ ὁμοίως πᾶσι τοῖς μεταβάλλουσι· πᾶσα γὰρ μεταβολὴ ἔκ τινος εἴς τι, ὡς καὶ αὐτὸς εἶπεν. εἰ οὖν διὰ τὸ ἔκ τινος εἴς τι γίνεσθαι τὴν μεταβολὴν διὰ τοῦτο τὸ μεταβάλλον διαιρετόν ἐστι, τὸ δὲ ἔκ τινος εἴς τι οὐ μόνον τὰ κατὰ τόπον ἔχει κινούμενα, ἀλλὰ ἁπαξάπαντα τὰ μεταβάλλοντα, ἢ πάντα ὁμοίως ἔσται διαιρετὰ μεταβάλλοντα τοῦ ποθέν ποι κεκοινωνηκότα ἢ οὐδέν.4 ὅτι δὲ οὐ περὶ μόνων τῶν τοπικῶς κινουμένων, ἀλλὰ περὶ πάντων ὁ λόγος αὐτῷ, ἐδήλωσε καὶ διὰ τοῦ παραδείγματος, οὗ παρέθετο· τὸ γὰρ λευκὸν καὶ τὸ φαιὸν καὶ τὸ μέλαν παρέλαβε, καθ’ ἃ ἡ ἀλλοίωσις, ἀλλ’ οὐχ ἡ τοπικὴ κίνησις ἐπιτελεῖται. εἰς δὲ τὴν ἀλλοίωσιν ἐφορῶν ἐν τῷ πρώτῳ τῆσδε τῆς πραγματείας εἶπεν τὸ “ὥσπερ οὐκ ἀθρόας γινομένης μεταβολῆς.” δύναιτο δὲ ἂν τῷ λευκῷ καὶ τῷ φαιῷ καὶ τῷ μέλανι χρήσασθαι νῦν εἰς παράδειγμα οὐχ ὡς περὶ ἀλλοιώσεως λέγων, ἀλλ’ ὑπὲρ τοῦ δεῖξαι, τί ἐστι τὸ ἐφεξῆς, εἰς ὃ ἡ μεταβολὴ γίνεται. ἐν μέντοι τοῖς ἐφεξῆς ἐπὶ πάντων τῶν κινουμένων χρῆται τῷ διαιρετὰ αὐτὰ εἶναι ὡς καθόλου δεδειγμένῳ. ἐπὶ τέλει δὲ τοῦ βιβλίου καὶ περὶ τῶν κατὰ ἀντίφασιν μεταβαλλόντων, ταῦτα δέ ἐστι τὰ γινόμενα καὶ φθειρόμενα, λέγει ὅτι μέρος ἐστὶ καὶ τούτων ἐν ἑκατέρῳ τῆς ἀντιφάσεως μορίῳ, ὡς δεδειγμένον ἔχων, ὅτι οὐ τὸ κινούμενον μόνον διαιρετόν, ἀλλὰ καὶ τὸ μεταβάλλον ἅπαν.
然而,如果这就是不同载具的原因,那么当灵魂处于这具肉体中时,它或许并非必然同时也拥有灵气载具;即使它拥有,那个载具也并非必然处于这具肉体之中以至于身体穿透身体——何况我认为,更高阶、更精微且不同类的物穿透更浓厚、更具质料性的物,甚至并非是不合理的。因为太阳光按照那些称其为身体的人的说法,也被说成是穿透整个空气的;而诸天界作为完满的球体而非仅仅是轮圈,如果它们确实连续地延伸至中心,便穿透了整个相继的诸天球。那么,正如亚历山大本人所言,这些既属于外在的论题,便从我这里获得这样的判定吧。 人们合理地对亚里斯多德所说的“运动之物一部分处于运动由之而起者中,一部分处于运动向之而去者或中间状态中”提出了疑难。因为如果这是真的,他自己在本部著作的第一卷中责难梅利梭说质变有开端时,怎么会加上“犹如变化不是一下子发生似的”这句话呢?因为他说话时,仿佛某物完全能够整体一下子发生质变而非按部分发生。事实上,凝结的乳汁和水,以及被加热之物,似乎都是作为整体一下子质变而发生变化的,并非按部分发生。而如果质变是这样发生的,那么即使运动之物是一个身体,发生变化之物也并非必然一部分处于变化由之而起的那一状态中,另一部分处于它首先变为的那一状态中;因为一下子变化之物作为整体存在于它已经变入的另一状态之中。 既然存在这样的疑难,亚历山大便说这一疑难并不针对当下所言之事。因为当下的讨论是关于正在变化之物的,而这是指尚未完成变化、而是仍在变化之物,对于这种物而言,其一部分处于变化由之而起者中,另一部分处于变化首先向之而去者中,乃是完全必然的。毋宁说,如果确实如此,这一疑难应当是针对这一点的:如果并非一切已完成变化之物都通过正在变化而完成变化,那么不曾事先正在变化之物就会是已经完成变化的。因此,这一疑难并不是针对正在变化之物提出的,而是针对已经完成变化之物提出的,即某物是否可能在先前没有正在变化的情况下就已经完成变化。事实上,亚里斯多德在先前所言之中,当他说“以至于会有某种从未行走过之物却已经走完了路”时,也是把这种论点归谬了。 由于这一疑难,有些人声称他当下是针对依空间位置运动之物做出证明的;因为在这种情况中,运动之物的一部分应当处于由之而起者中,另一部分应当处于变化首先向之而去者中,似乎是可靠的。而这一点也通过他选取了在广延上运动之物得到了确证;因为这乃是在空间位置上运动。但另一些人则声称他是就一切运动之物进行证明的;不仅是关于运动之物,而是关于一切变化之物。因为他说“一切变化之物必然是可分的”;因此论述并不单单是关于依空间位置运动之物的。此外,他用以证明变化之物是可分的根据,不仅属于依空间位置运动之物,而且同样属于一切变化之物;因为正如他自己所说,一切变化都是从某物到某物。因此,如果变化之物之所以可分是因为变化是从某物到某物而产生的,而从某物到某物不仅依空间位置运动之物具备,而且绝对是一切变化之物都具备的,那么凡分有从某处到某处的一切变化之物就将同样是可分的,否则便全不可分。至于他的论述并非仅关于在空间位置上运动之物,而是关于一切事物,这一点他也通过所引用的例子表明了;因为他选取了白、灰和黑,质变是依照它们得以完成的,而非依空间位置的运动。正是着眼于质变,他在这部著作的第一卷中才说了“犹如变化不是一下子发生似的”。然而,他当下可以使用白、灰和黑作为例子,并非是在谈论质变,而是为了表明变化所向的那个“相继者”是什么。然而,在接下来的论述中,他把它们是可分的这一点作为已被普遍证明的命题运用到一切运动之物上。而在本卷的末尾,关于依照矛盾而变化之物——即生成和消灭之物——他也说它们的一部分也处于矛盾的各个组成部分中,把不仅运动之物可分、而且一切变化之物皆可分视作已被证明的定理。
- 6.23ὁπότε οὐδὲ τοῦτο οἶμαι ἄτοπον τὸ τὰ ὑπέρτερα καὶ λεπτότερα καὶ μὴ ὁμοφυῆ διὰ τῶν παχυτέρων καὶ ἐνυλοτέρων χωρεῖν
ὁπότε 引导原因从句(“既然/鉴于”)。句子的核心结构是 οὐδὲ τοῦτο ἄτοπον [ἐστί],其中指示代词 τοῦτο 的具体内容通过同位语性质的带冠词不定式短语 τὸ ... χωρεῖν 来说明;τὰ ὑπέρτερα 等并列的名词化形容词作不定式 χωρεῖν 的逻辑主语(宾格)。
- 6.23ἀλλ’ εἴπερ ἄρα, εἴη ἂν ἡ ἀπορία πρὸς τό· εἰ μὴ πᾶν τὸ μεταβεβληκὸς διὰ τοῦ μεταβάλλειν μεταβέβληκεν, οὐ μεταβάλλον πρότερον μεταβεβληκὸς ἂν εἴη.
εἴπερ ἄρα 为省略性条件插入语(“如果确实如此的话”)。介词短语 πρὸς τό 中的中性定冠词 τό 将其后接的整个条件句“εἰ μὴ πᾶν τὸ μεταβεβληκὸς...”名词化并作为前置词 πρός 的宾语。亚历山大以此指出该疑难所针对的并非正在变化者(τὸ μεταβάλλον),而是已经变化完毕者(τὸ μεταβεβληκός)的逻辑结论。
- 6.23ὥστε ἔσται τι βεβαδικέναι μηδέποτε βαδίζον.
ὥστε 引导直陈式(ἔσται)的结果从句。ἔσται 搭配完成时不定式 βεβαδικέναι 表示荒谬的逻辑结论(“将发生某物已经走完路的情况”)。τι 为不定式的逻辑主语,现在分词短语 μηδέποτε βαδίζον 作定语或兼表让步/条件修饰 τι(“从未走过路”)。
- 6.23ἢ πάντα ὁμοίως ἔσται διαιρετὰ μεταβάλλοντα τοῦ ποθέν ποι κεκοινωνηκότα ἢ οὐδέν.
ἢ ... ἢ ... 构成的二选一并列结构(“要么……要么……”)。前半句主语为 πάντα [τὰ] μεταβάλλοντα,完成时分词短语 τοῦ ποθέν ποι κεκοινωνηκότα 作定语修饰主语(“分有从某处到某处的一切变化之物”)。后半句 οὐδέν 省略了 [ἔσται διαιρετόν] 与之构成极端的反衬对照。
