- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:964.14-966.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘针对亚历山大基于无部分之物不运动且不运动者不脱离肉体而否定灵魂分离的观点进行了反驳;他援引泰奥弗拉斯托斯和斯特拉托证明灵魂以其特有方式运动,并解释了灵魂的载具并非为了空间性的分离,而是为了在宇宙的不同领域中活动。
ἐν δὲ τούτοις ὁ Ἀλέξανδρος εἰς τὴν οἰκείαν περὶ ψυχῆς ὑπόθεσιν πάντα ἕλκων τὴν λέγουσαν ἀχώριστον εἶναι τοῦ σώματος τὴν ψυχήν, καὶ ἐκ τῶν νῦν λεγομένων φησὶν δῆλον εἶναι τοῦτο, εἴπερ ἡ ψυχὴ ἀσώματος καὶ ἀμερής, τὸ δὲ ἀμερὲς οὐ κινεῖται, εἰ ἀνάγκη τοῦ κινουμένου τὸ μέν τι ἐξ οὗ κινεῖται τὸ δὲ εἰς ὃ κινεῖται, τὸ δὲ μὴ κινούμενον οὐ χωρίζεται. “τοῦτο δέ, φησί, τὸ ἄτοπον φεύγοντές τινες ὄχημα αὐτῇ σῶμά τι περιάπτουσι, καὶ λανθάνουσιν ἑαυτοὺς διὰ τούτου ἢ σῶμα διὰ σώματος χωρεῖν λέγοντες, εἴ γε ἡ ψυχὴ εἰς πᾶν εἰσκρίνεται τὸ σῶμα οὖσα μετὰ σώματος, ἢ καὶ τούτου χωρίζοντες αὐτὴν καὶ κινοῦντες καθ’ αὑτὴν ἐν τῇ εἰς τὰ σώματα εἰσκρίσει.” ῥητέον δὲ οἶμαι πρὸς μὲν τὸ μὴ κινεῖσθαι τὴν ψυχὴν ἀμερῆ οὖσαν, ὅτι σωματικὴν μὲν οὐ κινεῖται κίνησιν, κινεῖται μέντοι βουλευομένη καὶ διανοουμένη καὶ κρίνουσα καὶ θεωροῦσα τὰς ψυχῇ προσηκούσας κινήσεις. καὶ δύναιτο μὲν ἂν οἶμαι ὁ ἀποδοθεὶς τῆς κινήσεως ὁρισμὸς καὶ ταῖς ψυχικαῖς κινήσεσιν ἐφαρμόττειν ἢ ταῖς γε πλείσταις ἐχούσαις τὸ δυνάμει ἐν τῷ κινεῖσθαι. εἰ δὲ καὶ μὴ ἐφαρμόττει ἀλλὰ κεχώρισται, κατ’ ἄλλο τι κινήσεως εἶδος αὐτὰς ἀφοριστέον. ταῦτα δὲ καὶ τὸν κορυφαῖον ἀρέσκει τῶν Ἀριστοτέλους ἑταίρων τὸν Θεόφραστον ἐν τῷ πρώτῳ τῶν Περὶ κινήσεως αὐτοῦ λέγοντα, ὅτι “αἱ μὲν ὀρέξεις καὶ ἐπιθυμίαι καὶ ὀργαὶ σωματικαὶ κινήσεις εἰσὶ καὶ ἀπὸ τούτου τὴν ἀρχὴν ἔχουσιν, ὅσαι δὲ κρίσεις καὶ θεωρίαι, ταύτας οὐκ ἔστιν εἰς ἕτερον ἀναγαγεῖν, ἀλλ’ ἐν αὐτῇ τῇ ψυχῇ καὶ ἡ ἀρχὴ καὶ ἡ ἐνέργεια καὶ τὸ τέλος, εἰ δὲ δὴ καὶ ὁ νοῦς κρεῖττόν τι καὶ θειότερον, ἅτε δὴ ἔξωθεν ἐπεισιὼν καὶ παντέλειος.” καὶ τούτοις ἐπάγει “ὑπὲρ μὲν οὖν τούτων σκεπτέον, εἴ τινα χωρισμὸν ἔχει πρὸς τὸν ὅρον, ἐπεὶ τό γε κινήσεις εἶναι καὶ ταύτας ὁμολογούμενον”. καὶ Στράτων δὲ ὁ Λαμψακηνὸς ὁ Θεοφράστου γεγονὼς ἀκουστὴς καὶ ἐν τοῖς ἀρίστοις Περιπατητικοῖς ἀριθμούμενος τὴν ψυχὴν ὁμολογεῖ κινεῖσθαι οὐ μόνον τὴν ἄλογον ἀλλὰ καὶ τὴν λογικήν, κινήσεις λέγων εἶναι τὰς ἐνεργείας καὶ τῆς ψυχῆς. λέγει οὖν ἐν τῷ Περὶ κινήσεως πρὸς ἄλλοις πολλοῖς καὶ τάδε· “ἀεὶ γὰρ ὁ νοῶν κινεῖται ὥσπερ καὶ ὁ ὁρῶν καὶ ἀκούων καὶ ὀσφραινόμενος· ἐνέργεια γὰρ ἡ νόησις τῆς διανοίας καθάπερ καὶ ἡ ὅρασις τῆς ὄψεως”. καὶ πρὸ τούτου δὲ τοῦ ῥητοῦ γέγραφεν· “ἐπεὶ οὖν εἰσιν αἱ πλεῖσται τῶν κινήσεων αἴτιαι, ἃς ἡ ψυχὴ καθ’ αὑτήν τε κινεῖται διανοουμένη καὶ ἃς ὑπὸ τῶν κινήσεων ἐκινήθη πρότερον.1 δῆλον δέ ἐστιν· ὅσα γὰρ μὴ πρότερον ἑώρακε, ταῦτα οὐ δύναται νοεῖν, οἷον τόπους ἢ λιμένας ἢ γραφὰς ἢ ἀνδριάντας ἢ ἀνθρώπους ἢ τῶν ἄλλων τι τῶν τοιούτων”. ἀλλ’ ὅτι μὲν ἡ ψυχὴ κινεῖται κατὰ τοὺς ἀρίστους τῶν Περιπατητικῶν, κἂν μὴ τὴν σωματικὴν κίνησιν, δῆλον ἐκ τούτων. καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης ἐν τῷ τελευταίῳ βιβλίῳ ταύτης τῆς πραγματείας “ἡ γὰρ φαντασία καὶ ἡ δόξα, φησί, κινήσεις τινὲς εἶναι δοκοῦσι.” πρὸς δὲ τὸν ἕτερον τὸν ἀπὸ τοῦ ὀχήματος λόγον ῥητέον, ὅτι οὐ διὰ τὸ χωρίζεσθαι τούτου τοῦ σώματος τὴν ψυχὴν τὸ ὄχημα ἐκεῖνό φαμεν αὐτῆς ἐξηρτῆσθαι· καὶ γὰρ ἐν αὐτῷ οὖσα κεχώρισται κατ’ οὐσίαν αὐτοῦ· εἰ γὰρ ἐνεργείας ἔχει χωριστὰς αὐτοῦ, πολλῷ μᾶλλον τὴν οὐσίαν ἔχει κεχωρισμένην, ὡς ὁ Ἀριστοτέλης ἐν τῇ Περὶ ψυχῆς διετάξατο. οὐ μέντοι οὐδὲ τοπικῶς ἐν τούτῳ τῷ σώματι λέγεται εἶναι ἡ ψυχὴ ὥσπερ ἐν ἀγγείῳ, ἀλλὰ σχετικῶς, ὥστε πρὸς τὸ χωρισθῆναι αὐτοῦ οὐ δεῖται σώματος ἄλλου τοπικῶς κινουμένου· ἀρκεῖ γὰρ ἡ τοῦ σώματος ἀνεπιτηδειότης πρὸς τὸ μὴ δέχεσθαι τὴν ἔλλαμψιν τῆς ψυχῆς· καὶ τοῦτό ἐστι τὸ χωρισθῆναι τὴν ψυχήν. ἀλλ’ ἐκεῖνο τὸ ὄχημα τῆς ψυχῆς ἀποδεικνύουσιν ἐξηρτῆσθαι, διότι ἐγκόσμιος οὖσα καὶ ἐν διαφόροις μέρεσι τοῦ κόσμου πολιτευομένη οἰκεῖον ἔχει πάντως ὄχημα τῷ μέρει ἐκείνῳ, ἐν ᾧ πολιτεύεται ψυχούμενον ὑπ’ αὐτῆς· ὅταν οὖν ἐν ἀέρι πολιτεύηται, πνευματικόν ἐστι τὸ ἐξημμένον αὐτῆς,2 ὥσπερ ἐνταῦθα τὸ ὀστρεῶδες τοῦτο.
关于这些事情,亚历山大将一切都拉引到他自己关于灵魂的前提上——即声称灵魂与肉体是不可分离的——并说从当下所言之事中也可以清楚地看出这一点:既然灵魂是非物体的且无部分的,而如果运动之物必然一部分处于运动由之而起者中、一部分处于运动向之而去者中,那么无部分之物就不运动,而不运动之物就不会被分离。“而某些人为了逃避这一荒谬,”他说,“便为它附加了某种肉体作为载具,但他们并未察觉,通过这种做法,如果灵魂连同某种肉体一起渗入整个身体,他们要么是在说身体穿过身体,要么是将它与这个载具也分离开来,并在它渗入各身体时使它自身运动。” 但我认为,针对灵魂因无部分而不运动的说法应当指出:灵魂固然不作物体性的运动,但它在思量、思考、判断和观照时,确实进行着适于灵魂的诸种运动。我认为,先前给出的运动定义也能够适用于灵魂的诸种运动,或者至少适用于其中大部分在运动中包含着潜能的运动。即使它不适用而是相分离的,也必须按照另一种运动形式来规定它们。这一点也得到亚里斯多德同侪中的佼佼者泰奥弗拉斯托斯的认可,他在其《论运动》第一卷中说道:“欲望、渴求和愤怒固然是物体性的运动,并且从肉体具有其始原;但凡是判断和观照,则不可能将其归结为别的事物,而是其始原、现实活动和目的都在灵魂本身之中,特别是如果理智确实是某种更优越、更神圣的事物,因为它是从外部进入且完全完满的。”在这些话之后他又接着说:“因此对于这些,应当考量它们与定义之间是否有所乖离,因为这些本身也是运动乃是公认的。” 而兰普萨科斯的斯特拉托曾是泰奥弗拉斯托斯的听众,并被列入最优秀的漫步学派学者之中,他也承认灵魂运动,不仅非理性的灵魂运动,理性的灵魂亦然,他说灵魂的诸现实活动也是运动。因此他在《论运动》中除许多其他论述外也说了以下的话:“因为思考者总是运动的,正如观看者、听闻者和嗅闻者一样;因为思考是理知的现实活动,犹如观看是视觉的现实活动一样。”而在这一说法之前他也写道:“既然绝大多数运动都是原因,灵魂在思考时自身运动着这些运动,并且先前曾由诸运动使之作这些运动。这也是显而易见的;因为凡是它先前未曾见过的,它都无法思考,例如地方、港口、图画、雕像、人或任何其他这类事物。”然而,根据最优秀的漫步学派学者,灵魂即便不是作物体性运动,也确实是运动的,这一点从这些论述中是显而易见的。并且亚里斯多德本人在本部著作的最后一卷中也说:“因为表象和意见似乎是某种运动。” 针对源于载具的另一个论点,应当指出:我们并非因为灵魂从这个身体分离而说那个载具附属于它;因为即使在身体之中,它在本质上也是与身体相分离的。因为如果它拥有独立于身体的现实活动,那么它在本质上与身体相分离就更是必然得多,正如亚里斯多德在《论灵魂》中所规定的那样。然而,灵魂并非像在容器中一样在空间位置上处于这个肉体之中,而是以关系性的方式处于其中;因此为了与身体分离,它并不需要另一个在空间位置上运动的身体。因为身体的不适宜性以致无法接受灵魂的照耀就已经足够了;而这就是灵魂的分离。相反,他们证明那个载具附属于灵魂,是因为灵魂作为属于宇宙的、在宇宙的不同部分中活动的实体,无论如何都拥有适于它在其中活动的那个部分的专属载具,该载具受到它的赋魅;因此,当它在空气中活动时,附属于它的便是灵气的,正如在这里是这贝壳般的身体一样。
- 6.23ἐπεὶ οὖν εἰσιν αἱ πλεῖσται τῶν κινήσεων αἴτιαι, ἃς ἡ ψυχὴ καθ’ αὑτήν τε κινεῖται διανοουμένη καὶ ἃς ὑπὸ τῶν κινήσεων ἐκινήθη πρότερον.
引自斯特拉托的文句以带有 ἐπεὶ οὖν 的原因从句形式出现,但没有紧随的主句(属于破格句或引文的中断)。关系代词 ἃς 作为内宾格(同源宾格)受动词 κινεῖται 及 ἐκινήθη 支配,意为“灵魂运动这些运动/受动而作这些运动”。
- 6.23πνευματικόν ἐστι τὸ ἐξημμένον αὐτῆς
属格 αὐτῆς 受中性单数完成时被动分词 τὸ ἐξημμένον(附随物/附属于……者)支配,表示依附对象的属格,意为“附属于它的事物”。谓语形容词 πνευματικόν 置于句首以示强调。
