← 辛普里丘

亚里士多德《物理学》注释

§962.23-964.14

关于变化之物必为可分者的证明

辛普里丘针对亚里士多德《物理学》第6卷第4章(234b10)进行阐释,说明凡变化之物必然是可分的这一证明。他考察了关于变化的始点与终点的析取划分,指出处于变化中的事物必定一部分在‘从之者’中、一部分在‘向之者’中,并借此化解了否定运动的悖论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.23#1

" Τὸ δὲ μεταβάλλον ἅπαν ἀνάγκη ἕως τοῦ φανερὸν οὖν ὅτι ἅπαν τὸ μεταβάλλον ἔσται διαιρετόν." Δείξας πρότερον, ὅτι καὶ τὸ μέγεθος ἐφ’ οὗ ἡ κίνησις διαιρετόν ἐστιν εἰς ἀεὶ διαιρετά, καὶ ἡ κίνησις αὐτὴ καὶ ὁ χρόνος, νῦν δείκνυσιν ὅτι καὶ τὸ κινούμενον αὐτὸ ἀδύνατον ἀμέγεθες εἶναι καὶ ἀδιαίρετον. καὶ τοῖς προσεχῶς δὲ εἰρημένοις ἀκολούθως ἐπῆκται τὰ νῦν λεγόμενα.1 δείξας γὰρ ὅτι ἐν μὲν τῷ ἀμερεῖ τοῦ χρόνου τῷ νῦν οὐδὲν οὔτε κινεῖται οὔτε ἠρεμεῖ, ἐν χρόνῳ δὲ τῷ διαιρετῷ καὶ τὰ κινούμενα κινεῖται καὶ τὰ ἠρεμοῦντα ἠρεμεῖ, νῦν δείκνυσιν, ὅτι οὐ μόνον ὁ χρόνος ἐν ᾧ ἡ κίνησις διαιρετός ἐστιν, ἀλλὰ καὶ τὸ κινούμενον αὐτὸ καὶ ἡ κίνησις καὶ τὸ κινεῖσθαι καὶ τὸ μέγεθος ἐφ’ οὗ ἡ κίνησις. καὶ ὁμοίως ἔχει πάντα, διότι ἑνὸς διαιρουμένου καὶ τὰ ἄλλα διαιρεθήσεται. νῦν δὲ τέως, ὅτι τὸ κινούμενον διαιρετόν, δείκνυσι προλαβὼν ὁμολογούμενον, ὅτι πᾶσα μεταβολὴ ἔκ τινος εἴς τί ἐστι. καὶ ὡς ἐπὶ διαιρέσει τοιαύτῃ ποιούμενος τὸν λόγον λέγει· ἐπειδὴ τὸ μεταβάλλον ἔκ τινος εἴς τι μεταβάλλει, ἀνάγκη αὐτὸ ἐν τῷ μεταβάλλειν ἢ ἐν ἐκείνῳ ἔτι εἶναι ἐξ οὗ μεταβάλλει καὶ αὐτὸ καὶ τὰ μέρη αὐτοῦ ἢ ἐν τῷ εἰς ὃ μεταβάλλει ἢ ἐν ἀμφοτέροις ἢ ἐν οὐδετέρῳ αὐτὸ πάλιν καὶ τὰ μέρη αὐτοῦ, ἢ τὸ μέν τι αὐτοῦ ἐν ἐκείνῳ ἐξ οὗ μεταβάλλει, τὸ δὲ ἐν ἐκείνῳ εἰς ὃ μεταβάλλει. καὶ παρὰ ταῦτα οὐ δοκεῖ τι ἄλλο εἶναι τμῆμα τῆς διαιρέσεως. ἐὰν οὖν δειχθῇ, ὅτι οὐδὲν τῶν ἄλλων τμημάτων ὑγιές ἐστι, καὶ λειφθῇ τὸ λέγον τὸ μέν τι αὐτοῦ εἶναι ἐν τῷ ἐξ οὗ μεταβάλλει, τὸ δὲ ἐν τῷ εἰς ὃ μεταβάλλει, διαιρετὸν δηλονότι φανήσεται τὸ μεταβάλλον· ἀλλ’ ὅτι μὲν ὅταν ᾖ ἐν τούτῳ ἐξ οὗ μεταβάλλει οὐ μεταβάλλει, δῆλον (ἠρεμεῖ γὰρ τότε καὶ οὔπω μεταβάλλει), ἀλλ’ οὐδὲ ὅταν ἐν ἐκείνῳ εἰς ὃ μεταβάλλει (μεταβεβληκὸς γὰρ ἔσται τότε καὶ οὐ μεταβάλλον), ἀλλ’ οὐδ’ ἐν ἀμφοτέροις ὅλον εἶναι δυνατὸν αὐτό, τῷ τε ἐξ οὗ μεταβάλλει καὶ τῷ εἰς ὃ μεταβάλλει (αὐτό τε γὰρ ἑαυτοῦ χωρὶς ἔσται καὶ ἅμα μεταβεβληκὸς ἔσται χωρὶς τοῦ μεταβάλλειν), ἀλλ’ οὐδὲ οὕτως ἕξει, ὥστε ἐν μηδετέρῳ εἶναι μήτε αὐτὸ μήτε τὰ μέρη αὐτοῦ. ἐν μηδετέρῳ δὲ οὕτως λέγεται ὡς ‘μηδὲ ἐν τῷ μεταξύ’,2 ὡς ἔσται δῆλον· καὶ ἔστι τοῦτο πάντων ἀδυνατώτατον. λείπεται ἄρα τοῦ μεταβάλλοντος τὸ μέν τι εἶναι ἐν ἐκείνῳ ἐξ οὗ ἡ μεταβολή, τὸ δέ τι ἐν ἐκείνῳ εἰς ὃ μεταβάλλει· εἰ δὲ τοῦτο, διαιρετὸν ἔσται. οὐχ ὅτι ὅταν ἀπὸ λευκοῦ εἰς μέλαν μεταβάλλῃ,3 τὸ μὲν ἐν τῷ λευκῷ ἔσται, τὸ δὲ ἐν τῷ μέλανι· ἀνάγκη γὰρ ἐν τῷ φαιῷ πρῶτον γενέσθαι. διὸ προσέθηκε τὸ λέγω δὲ εἰς ὃ μεταβάλλει τὸ πρῶτον κατὰ τὴν μεταβολήν, οἷον ἐκ τοῦ λευκοῦ τὸ φαιόν, οὐ τὸ μέλαν. διὸ οὐκ ἀνάγκη τὸ μεταβάλλον ἢ ἐν τῷ ἐξ οὗ εἶναι ἢ ἐν τῷ εἰς ὅ. ἀλλ’ ἐν τῷ πρώτῳ κατὰ τὴν μεταβολήν· πρῶτον δὲ τοῦ εἰς ὃ ὡς εἰς τέλος τὸ μεταξὺ καὶ τοῦ μέλανος τὸ φαιόν. διὰ γὰρ τούτου ἀπὸ τοῦ λευκοῦ ὁδεύει ἐπὶ τὸ μέλαν, ὥστε ὅταν λέγῃ οὐχ οἷόν τε εἶναι ἐν τῷ εἰς ὃ μεταβάλλει, οὐκ εἰς ὃ πρῶτον μεταβάλλει ἀκουστέον, ἀλλ’ ἐφ’ ὃ σπεύδει ὡς ἐπὶ τέλος. ὁμοίως δὲ καὶ ὅταν λέγῃ οὔτε ἐν μηδετέρῳ, οὐχ ὡς ἐν τῷ μεταξὺ δυναμένου εἶναι λέγει, ἀλλ’ ὡς εἰ ἔλεγεν ‘οὔτε ἐν τῷ λευκῷ οὔτε ἐν τῷ μέλανι οὔτε ἔν τινι τῶν μεταξύ.’ φανερὸν οὖν, φησίν, ὅτι πᾶν τὸ μεταβάλλον ἔσται διαιρετόν, τῶν δὲ μερῶν οὐδὲν καθ’ αὑτὸ μεταβάλλει, ἀλλ’ ὅσα τούτων μεταβάλλει, κατὰ συμβεβηκὸς μεταβάλλει· τοῦ γὰρ σώματος κινουμένου κινεῖται καὶ τὰ ἐν αὐτῷ οἷον ἐπίπεδον, γραμμή, στιγμή. Ἐκ δὲ τούτου τοῦ ἐπιχειρήματος δυνατόν ἐστι λύειν τὸν τὴν κίνησιν ἀναιροῦντα λόγον ἐκ τοῦ δεῖν τὸ κινούμενον ἢ ἐν τῷ ἐξ οὗ ἡ κίνησις εἶναι ἢ ἐν τῷ εἰς ὃ ἡ κίνησις, μηδέτερον δὲ δυνατὸν εἶναι· ἔν τε γὰρ τῷ ἐξ οὗ ὂν οὔπω κινεῖται, καὶ ἐν τῷ εἰς ὃ ὂν οὐκέτι κινεῖται ἀλλ’ ἠρεμεῖ· ἐδείχθη γὰρ ὅτι ἐν οὐδετέρῳ ὅλον, ἀλλὰ τὸ μέν τι αὐτοῦ ἐν τούτῳ τὸ δὲ ἐν ἐκείνῳ.

“凡变化之物必然”直至“显而易见,凡变化之物都将是可分的。” 在先前证明了运动发生于其上的量度可分为恒常可分之物、运动本身及时间也是如此之后,他现在进而表明,运动之物本身也不可能是没有量度的且不可分的。而现在所说的内容,也是与紧接着先前所陈述的相一致地被引入的。因为在他表明了在时间的无部分之物即“现在”中没有任何事物运动或静止,而在可分的时间中运动之物运动且静止之物静止之后,他现在表明,不仅运动发生于其中的时间是可分的,而且运动之物本身、运动、运动这一状态以及运动发生于其上的量度也是可分的。并且一切都处于相似的关系中,因为当其中之一被分割时,其余的也将被分割。而眼下,他通过预设公认的前提——即凡变化都是从某物向某物的——来证明运动之物是可分的。他在建立于这样一种划分之上的论辩中说道:既然变化之物是从某物向某物变化的,那么在其变化之时,必然或者其自身及其各部分依然处于它从之变化之物中,或者处于它向之变化之物中,或者处于二者之中,或者反过来其自身及其各部分皆不处于二者中的任何一个之中,或者它的某一部分处于它从之变化之物中而另一部分处于它向之变化之物中。除此以外,似乎不存在划分的其他分支了。因此,如果表明其他分支中没有一个是健全的,并且唯独留下声称它的某一部分处于它从之变化之物中而另一部分处于它向之变化之物中的那个分支,那么显而易见变化之物将显现为是可分的。然而,当它处于它从之变化之物中时不处于变化之中,这是显而易见的(因为那时它处于静止且尚未变化);当它处于它向之变化之物中时也不处于变化之中(因为那时它将是已经变化完成的状态,而不是处于变化之中);它作为整体同时处于二者即它从之变化之物与它向之变化之物中,也是不可能的(因为它将与自身分离,并且将在没有变化过程的情况下同时处于已变化完成的状态);它也不会处于其自身及其各部分皆不在二者之中的状态。“皆不在二者之中”是在“甚至不在中间物中”的意义上说的,正如将要弄清楚的那样;而这是所有事情中最不可能的。因此剩下的结论是:变化之物的某一部分处于变化由之而起的那个事物中,而另一部分处于它向之变化的事物中;如果如此,它将是可分的。这并不是说,当它从白向黑变化时,一部分将在白中,另一部分将在黑中;因为必然首先生成在灰色中。因此他补充道:“而我所谓的它向之变化者,是指依变化而言的第一者,例如从白出发的灰色,而非黑色。”所以,并不必然是变化之物或者处于‘从之者’中或者处于‘向之者’中,而是处于依变化而言的第一者中;相对于作为终点的‘向之者’而言的第一者乃是中间物,而相对于黑色而言的第一者乃是灰色。因为它是通过这个从白走向黑的,所以当他说不可能处于它向之变化之物中时,不可理解为它首先向之变化的那个事物,而必须理解为它如同向着终点那样奔向的事物。同样,当他说“也不处于二者中的任何一个”时,他并不是作为可能处于中间物中而言说的,而是就如同他说“既不处于白中,也不处于黑中,也不处于任何中间物中”一样。因此,他说,显而易见凡变化之物都将是可分的,但各部分中没有任何一个依自身而变化,而在这些部分中凡有变化者,都是偶性地变化的;因为当物体运动时,在其中的东西如面、线、点也随之运动。而根据这一论证,有可能化解那种取消运动的论调——该论调基于运动之物必然或者处于运动由之而起者中,或者处于运动向之而去者中,而二者皆不可能;因为处于‘由之者’中时它尚未运动,而处于‘向之者’中时它不再运动而是静止;因为已证明了它并非作为整体处于二者中的任何一个之中,而是它的一部分处于前者之中,另一部分处于后者之中。

语法注3 条
  1. 6.23ἐπῆκται τὰ νῦν λεγόμενα

    动词 ἐπῆκται 为现在完成时被动直陈式第三人称单数,其主语为中性复数名词短语 τὰ νῦν λεγόμενα。与格短语 τοῖς προσεχῶς εἰρημένοις 受副词 ἀκολούθως 支配,构成“与紧接先前所说相一致地引入了现在所谈的内容”这一逻辑衔接结构。

  2. 6.23ἐν μηδετέρῳ δὲ οὕτως λέγεται ὡς ‘μηδὲ ἐν τῷ μεταξύ’

    句式 οὕτως ... ὡς ... 意在限制和指明所指涵义:“‘皆不在二者之中’是在‘甚至不在中间物中’的意义上被如此言说的”。它澄清了析取分支 ἐν μηδετέρῳ 不仅排除了两个端点,而且彻底排除了任何中间状态。

  3. 6.23οὐχ ὅτι ὅταν ἀπὸ λευκοῦ εἰς μέλαν μεταβάλλῃ

    省略性表达 οὐχ ὅτι 意为“这并不是说……”,用于排除误解。它排除了刚得出的结论(一部分在始点中,一部分在终点中)可能引起的字面误读——即从白变黑时一部分在白中而另一部分在黑中——从而引入经由灰色这一中间状态的必然性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:962.23-964.14