- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:960.21-962.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解亚里士多德《物理学》234a24–234b5,通过三个论证阐明在不可分的“现在”中没有任何事物运动或静止:第一是根据速度比较导致“现在”被分割的论证,第二是将过去与未来交界处同时运动与静止归于荒谬的论证,第三是基于静止的定义(要求“现在”与“先前”的状态同一)的论证。
" Ὅτι δὲ οὐδὲν ἐν τῷ νῦν κινεῖται ἕως τοῦ δῆλον ὡς οὐδὲ ἠρεμεῖν." Δείξας, ὅτι ἓν καὶ ταὐτόν ἐστι καὶ ἀδιαίρετον τὸ ὡς ἀρχὴ ἅμα καὶ πέρας λαμβανόμενον νῦν, ἔτι παραδοξότερον ἐπάγει τὸ μηδὲν ἐν αὐτῷ μήτε κινεῖσθαι μήτε ἠρεμεῖν. καὶ δείκνυσιν αὐτὸ διὰ πλειόνων ἐπιχειρημάτων, ὧν τὸ πρῶτον τοιοῦτόν ἐστιν· εἰ κινεῖταί τι ἐν τῷ νῦν, διαιρετὸν ἔσται τὸ νῦν· ἀλλὰ μὴν τοῦτο ἀδύνατον (δέδεικται γὰρ ἀδιαίρετον)· οὐκ ἄρα κινεῖταί τι ἐν τῷ νῦν. καὶ ἡ μὲν πρόσληψις φανερά, ὅτι ἀδύνατον διαιρεθῆναι τὸ νῦν. τὸ δὲ συνημμένον δείκνυσι1 προλαβὼν τὸ ἤδη ὡμολογημένον, ὅτι ἐν ᾧ δυνατόν τι κινεῖσθαι βραδύτερον, ἐν τούτῳ καὶ θᾶττον δυνατὸν κινεῖσθαι. δι’ ὧν δείκνυσιν ἐκθετικῶς, ὅτι ἐὰν κινῆταί τι ἐν τῷ νῦν, διαιρεῖσθαι ἀνάγκη τὸ νῦν. ἔστω γὰρ τὸ νῦν, ἐν ᾧ κινεῖσθαι λέγεταί τι, τὸ Ν. καὶ τὸ θᾶττον κινούμενον ἐν τῷ Ν κινείσθω τὴν ΑΒ. οὐκοῦν τὸ βραδύτερον ἐν τῷ αὐτῷ νῦν ἐλάττω τῆς ΑΒ κινηθήσεται οἷον τὴν ΑΓ. ἐπειδὴ δὲ τὸ βραδύτερον ἐν τῷ νῦν τὴν ΑΓ κεκίνηται, τὸ θᾶττον ἐν ἐλάττονι τοῦ νῦν τὴν ΑΓ κινηθήσεται. διαιρετὸν ἄρα τὸ νῦν. ἐφεξῆς δὲ ὅτι οὐδ’ ἠρεμεῖ τι ἐν τῷ νῦν δείκνυσι συντόμως τῷ αὐτῷ τρόπῳ χρώμενος τῆς ἀποδείξεως· εἰ γὰρ μὴ κινεῖταί τι ἐν τῷ νῦν, οὐδὲ ἠρεμεῖ· ἀλλὰ μὴν οὐ κινεῖταί τι, ὡς δέδεικται, οὐδὲ ἄρα ἠρεμεῖ. καὶ πάλιν ἡ μὲν πρόσληψις σαφὴς ὡς προσεχῶς δεδειγμένη, τὸ δὲ συνημμένον ὑπομιμνήσκει ἐκ τοῦ ὁρισμοῦ τοῦ ἠρεμεῖν· ἠρεμεῖν γὰρ λέγομεν οὐ πᾶν τὸ ἀκίνητον, ἀλλὰ τὸ πεφυκὸς μὲν κινεῖσθαι, μὴ κινούμενον δὲ ὅτε πέφυκε κινεῖσθαι (διὸ τὸ ἀρτιγενὲς σκυλάκιον οὐ λέγομεν ἠρεμεῖν κατὰ τὴν ὅρασιν, ὅτι οὐδὲ πέφυκε τότε κινεῖσθαι κατ’ αὐτήν) καὶ οὗ πέφυκεν (οὐ γὰρ ἠρεμεῖ τὰ ἔνυδρα μὴ κινούμενα ἐν γῇ) καὶ ὡς πέφυκεν (οὐ γὰρ ἠρεμεῖ τὰ νηκτὰ μὴ βαδίζοντα)· οὕτω γὰρ ὡρίσθη τὸ ἠρεμεῖν. εἰ οὖν ἐν τῷ νῦν οὐδὲν πέφυκε κινεῖσθαι, δῆλον ὅτι οὐδὲ ἠρεμεῖν.
“而没有任何事物在‘现在’中运动”直至“显而易见也并不静止。” 在证明了同时作为始基与界限而被领会的“现在”是一且相同且不可分的之后,他进而提出了一个更为悖谬的论点:在其中没有任何事物运动,也没有任何事物静止。他通过数个论证表明了这一点,其中第一个是这样的:如果有某物在“现在”中运动,“现在”就将是可分的;然而这是不可能的(因为已证明它是不可分的);因此没有任何事物在“现在”中运动。小前提是显而易见的,即“现在”不可能被分割;而假言前提,他则是通过预先设定已公认的前提来证明的,即在某物能够较慢运动的范围中,它也能够较快运动。通过这些,他通过设定例项证明了:如果某物在“现在”中运动,“现在”就必然被分割。因为设某物被说成在其中运动的“现在”为Ν;并设较快运动之物在Ν中运动了ΑΒ。那么较慢运动之物在同一个“现在”中运动的距离将小于ΑΒ,比如ΑΓ。但既然较慢运动之物在“现在”中已运动了ΑΓ,那么较快运动之物在小于“现在”的时间中将运动ΑΓ。因此“现在”是可分的。接着,他使用同样的证明方式简要地证明了没有任何事物在“现在”中静止:因为如果在“现在”中没有任何事物运动,那么也没有任何事物静止;然而正如已证明的那样,没有任何事物运动;因此也没有任何事物静止。小前提作为刚刚证明过的内容再次是清楚的,而假言前提则是他从静止的定义中提醒人们注意的:因为我们并不是将所有不动之物都称为静止,而是将那些按本性适于运动、却在其按本性适于运动之时不运动之物(因此我们不说刚出生的小狗在视力方面是静止的,因为那时它按本性在视力方面根本不适于运动)、在其按本性适于运动之处(因为水生动物在陆地上不运动时并非静止)、以其按本性适于运动的方式(因为游泳的动物不步行时并非静止)不运动之物称为静止;因为静止就是这样被定义的。所以,如果在“现在”中没有任何事物按本性适于运动,显而易见也没有任何事物静止。
"Ἔτι δὲ εἰ τὸ αὐτὸ μέν ἐστι τὸ νῦν ἕως τοῦ τὸ γὰρ αὐτὸ ἔσχατον τῶν χρόνων ἀμφοτέρων τὸ νῦν." Δεύτερον ἐπιχείρημα δεικνύον, ὅτι ἐν τῷ κυρίως νῦν οὔτε κινεῖσθαί τι δυνατὸν οὔτε ἠρεμεῖν. δείκνυσι δὲ καὶ τοῦτο κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν τρόπον εἰς ἀδύνατον ἀπάγων τὸ τὸ αὐτὸ ἅμα κινεῖσθαι καὶ ἠρεμεῖν. λαβὼν γὰρ τὸ προδεδειγμένον, ὅτι τὸ νῦν ἓν καὶ ταὐτὸν ὂν τῷ ἀριθμῷ πέρας μέν ἐστι τοῦ παρεληλυθότος, ἀρχὴ δὲ τοῦ μέλλοντος, λέγει ὅτι ἐὰν ληφθῇ τι τὸν παρεληλυθότα χρόνον ὅλον κινούμενον, καὶ ἐν ὁτῳοῦν αὐτοῦ κινούμενον ἔσται τῶν καθ’ ἃ πέφυκε κινεῖσθαι·2 εἰ οὖν καὶ ἐν τῷ πέρατι αὐτοῦ τῷ νῦν πέφυκε κινεῖσθαι, ὡς ὑποτίθεται ὁ λόγος, δῆλον ὅτι καὶ ἐν αὐτῷ κινήσεται. ἐὰν δὲ ληφθῇ τὸ αὐτὸ τὸν μέλλοντα χρόνον ὅλον ἠρεμοῦν (δυνατὸν γὰρ οὕτως ὑποθέσθαι), καὶ ἐν ὁτῳοῦν αὐτοῦ ἠρεμήσει, ἐν ᾧ πέφυκεν ἠρεμεῖν· εἰ οὖν πέφυκεν ἐν τῷ νῦν τῷ κατὰ τὴν ἀρχὴν τοῦ μέλλοντος ἠρεμεῖν, ἠρεμήσει καὶ ἐν αὐτῷ τὸ ἐν ὅλῳ τῷ μέλλοντι ἠρεμοῦν· ἐν τῷ αὐτῷ ἄρα νῦν, ὃ πέρας μέν ἐστι τοῦ παρεληλυθότος, ἀρχὴ δὲ τοῦ μέλλοντος, κινηθήσεταί τι ἅμα καὶ ἠρεμήσει κατὰ ταὐτόν· ἀδιαίρετον γὰρ τὸ νῦν. διὸ οὐκ ἐν τῷδε μὲν αὐτοῦ κινηθήσεται, ἐν τῷδε δὲ ἠρεμήσει. τὸ δὲ καθ’ ὃ πέφυκε κινεῖσθαι προσέθηκε, διότι ἐν μὲν τοῖς μορίοις τοῦ χρόνου πέφυκε τὰ κινούμενα κινεῖσθαι, ἐν δὲ τοῖς πέρασιν οὐ πέφυκεν. εἰ μέντοι τις ὑπόθοιτο καὶ ἐν τούτοις κινεῖσθαι, τὸ δεδειγμένον ἄτοπον ἀκολουθήσει.
“再者,如果‘现在’是同一个”直至“因为‘现在’是两种时间的同一个终极。” 这是表明在严格意义上的“现在”中任何事物既不可能运动也不可能静止的第二个论证。他也是根据假言推理的第二式,通过归谬于同一事物同时运动且静止这一不可能的结论来证明这一点的。因为他在采纳了先前已证明的命题——在数目上一且相同的“现在”是过去的界限与未来的始基——之后,说道:如果取某物在整个过去时间中运动,那么在属于它按本性适于运动的那些〔部分〕的、其〔时间〕的任一部分之中,它都将处于运动之中;因此,正如论证所假定的那样,如果它在其界限即“现在”之中也按本性适于运动,显而易见它在其中也将运动。但如果取同一事物在整个未来时间中静止(因为这样假定是可能的),那么在其〔时间〕的、它按本性适于静止的任一部分之中,它都将静止;因此,如果它在相应于未来始基的“现在”中按本性适于静止,那么在整个未来中静止的事物在其中也将静止。所以,在既是过去的界限又是未来的始基的同一个“现在”中,某物将在同一方面同时运动且静止;因为“现在”是不可分的。因此,它不会是在它的这个部分中运动而在那个部分中静止。而他之所以加上“在其中按本性适于运动”,是因为在时间的各部分中运动之物按本性适于运动,但在诸界限中它们并不适于运动。然而,如果有人假定它们在这些界限中也运动,已证明的荒谬就将随之发生。
"Ἔτι δὲ ἠρεμεῖν μὲν λέγομεν ἕως τοῦ ἀνάγκη ἄρα καὶ κινεῖσθαι τὸ κινούμενον ἐν χρόνῳ καὶ ἠρεμεῖν τὸ ἠρεμοῦν." Τρίτον συνάγει, ὅτι ἐν τῷ νῦν οὐκ ἔστιν ἠρεμεῖν. ὁ δὲ συλλογισμὸς εἴη ἂν ἐν δευτέρῳ σχήματι κατηγορικὸς τοιοῦτος·3 ἠρεμεῖν ἐστιν τὸ ὁμοίως ἔχειν αὐτὸ καὶ τὰ μέρη αὐτοῦ καὶ νῦν καὶ πρότερον· ἐν τῷ νῦν ἀδιαιρέτῳ ὄντι οὐκ ἔστι τὸ νῦν καὶ πρότερον· ἐν τῷ νῦν ἄρα τὸ ἠρεμεῖν οὐκ ἔστιν. ἀποδείξας δὲ οὕτως ἐναργῶς τὸ προτεθὲν εἰκότως ἐπήγαγεν, ὅτι ἀνάγκη καὶ κινεῖσθαι τὸ κινούμενον ἐν χρόνῳ καὶ ἠρεμεῖν τὸ ἠρεμοῦν, εἴπερ ἐν τῷ νῦν οὔτε κινεῖσθαι δυνατὸν οὔτε ἠρεμεῖν.
“再者,我们所谓静止”直至“因此,运动之物必然在时间中运动,静止之物必然在时间中静止。” 作为第三点,他推论出在“现在”中不可能静止。这一三段论将是第二格中的定言三段论,如下所示:静止乃是它本身及其各部分在现在和先前都处于相同的状态;在不可分的“现在”中不存在现在与先前;因此在“现在”中不存在静止。在如此明白地证明了所提出的论点之后,他合乎情理地补充说:如果确实在“现在”中既不可能运动也不可能静止,那么运动之物必然在时间中运动,静止之物必然在时间中静止。
- 6.20καὶ ἡ μὲν πρόσληψις φανερά... τὸ δὲ συνημμένον δείκνυσι
此处遵循晚期古代注疏中承袭自斯多亚逻辑的标准术语:假言命题(“如果P则Q”)被称为 τὸ συνημμένον,而作为小前提的附加假定(“然而P”或“然而非Q”)被称为 πρόσληψις。在此处,“若在现在中运动,则现在可分”是假言前提(συνημμένον),“然而现在不可分”(采用否定后件律得出“因此不在现在中运动”)是小前提(πρόσληψις)。
- 6.21τῶν καθ’ ἃ πέφυκε κινεῖσθαι
属格短语 τῶν καθ’ ἃ πέφυκε κινεῖσθαι 作为部分属格修饰前面的 ὁτῳοῦν αὐτοῦ(“它的任一部分”)。其底层的句法骨架为 ἐν ὁτῳοῦν αὐτοῦ [μορίῳ] τῶν [μορίων] καθ’ ἃ πέφυκε κινεῖσθαι(“在属于其本性适于运动的那些部分中它的任一部分”),辛普里丘在后文中将“部分(μόρια)”与“界限(πέρατα)”相对比,证实了这一结构。
- 6.22ὁ δὲ συλλογισμὸς εἴη ἂν ἐν δευτέρῳ σχήματι κατηγορικὸς τοιοῦτος
辛普里丘将此重构为第二格定言三段论(大前提肯定,小前提否定,结论否定):大项=静止,中项=在现在和先前处于相同状态,小项=在现在中。大前提:“静止是在现在和先前处于相同状态(P是M)”;小前提:“在不可分的现在中没有现在与先前(S不是M)”;结论:“因此在现在中不存在静止(S不是P)”。
