- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:959.1-960.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《物理学》234a16–234a20的注释。辛普利丘阐明了若设定过去的界限与未来的始基之间存在时间所导致的荒谬——即作为现在的“现在”自身将被分割为过去与未来,且同一部分会随切分点的改变而颠倒互换——从而论证两个界限必然是同一且不可分的“现在”。
" Πρὸς δὲ τούτοις τοῦ νῦν τὸ μέν τι γεγονός ἐστιν ἕως τοῦ ἀνάγκη τὸ αὐτὸ εἶναι τὸ ἐν ἑκατέρῳ νῦν." Δείξας πρότερον, ὅτι ἕπεται τοῖς λέγουσι μὴ ταὐτὸν καὶ ἓν εἶναι τῷ ἀριθμῷ τό τε πέρας τοῦ παρεληλυθότος καὶ τὴν ἀρχὴν τοῦ μέλλοντος, ἀλλ’ ἔχειν μεταξὺ χρόνον, τὸ ἔσεσθαί τι τοῦ μέλλοντος χρόνου ἐν τῷ παρεληλυθότι καὶ τοῦ παρεληλυθότος ἐν τῷ μέλλοντι,1 νῦν δείκνυσιν ὅτι αὐτοῦ τούτου τοῦ νῦν, ὃ μεταξὺ τοῦ παρεληλυθότος ὑπόκειται καὶ τοῦ μέλλοντος, ἔσται τὸ μὲν παρεληλυθὸς τὸ δὲ μέλλον. ὁ γὰρ μεταξὺ τῶν περάτων χρόνος ὃς δοκεῖ νῦν εἶναι, ἐπεὶ μήτε παρεληλυθώς ἐστι μήτε μέλλων, οὗτος ἂν διαιρεθῇ, δῆλον ὅτι καὶ τὰ μέρη αὐτοῦ νῦν ἔσται· ὁ γὰρ ὅλος νῦν ἦν. ἀλλὰ διαίρεσις πᾶσα χρόνου τὸ μὲν παρεληλυθὸς ποιεῖ, τὸ δὲ μέλλον, διορίζουσα ἑκάτερον, ὥστε τοῦ νῦν τι μέρος καὶ αὐτὸ νῦν ὂν τὸ μέν τι παρεληλυθὸς ἔσται, τὸ δὲ μέλλον· ἄτοπον δὲ τοῦ νῦν τοῦ ἐνεστῶτος τὸ μὲν παρεληλυθέναι λέγειν, τὸ δὲ μέλλειν· ἕπεται μέντοι τῷ ἐν πλάτει τὸ νῦν ὁρίζοντι τὸ μέν τι αὐτοῦ παρεληλυθὸς εἶναι, τὸ δὲ μέλλον, ἐπειδὴ τὸ κυρίως νῦν ἀμερὲς ὂν διορίζει τὸ παρεληλυθὸς καὶ τὸ μέλλον. ἐὰν δὲ πάλιν τὸ μεταξὺ τοῦτο κατ’ ἄλλο τμηθῇ καὶ μὴ καθ’ ὃ πρόσθεν ἐτμήθη, ἀλλ’ ἢ πλησίον τῆς ἀρχῆς τοῦ μέλλοντος ἢ πλησίον τοῦ πέρατος τοῦ παρεληλυθότος, εἰ μὲν τῆς ἀρχῆς τοῦ μέλλοντος, ἔσται τότε ὡς ἐν τῷ μέλλοντι πάλιν ἐν τῷ παρεληλυθότι, εἰ δὲ τοῦ πέρατος τοῦ παρεληλυθότος, ἔσται τότε ὡς ἐν τῷ 〈μέλλοντι πάλιν ἐν τῷ〉 παρεληλυθότι μέρος ὂν αὐτοῦ, 〈καὶ οὕτω〉 πάλιν τὸ αὐτὸ τοῦ νῦν μέρος γεγονὸς ἢ μέλλον ἔσται. ἀλλὰ μεταπίπτει τὸ αὐτὸ ἑκάστης διαιρέσεως τὸ μέν τι γεγονὸς τὸ δὲ μέλλον ποιούσης τοῦ διαιρουμένου. δείξας δὲ ὅτι οὐκ ἀεὶ τὸ αὐτὸ γεγονὸς καὶ μέλλον ἔσται, ἐπάγει ὅτι οὐδὲ νῦν τὸ αὐτὸ ἔσται ἀεί. αἴτιον δὲ ὅτι ὁ μεταξὺ οὗτος χρόνος 〈νῦν〉 ὢν διαιρετός ἐστιν εἰς ἀεὶ διαιρετά· καὶ πᾶσαι αἱ ἐν αὐτῷ τομαὶ εἰς τὰ νῦν ἔσονται τὰ ἐνεστῶτα, ἐπειδὴ καὶ ὁ ὅλος οὗτος χρόνος, ἐν ᾧ αἱ τομαί, νῦν ἐστι, καὶ αἱ διαιρέσεις νῦν ἄλλοτε ἄλλαι γινόμεναι. συμβήσεται οὖν, εἰ ὁ μεταξὺ χρόνος νῦν ἐστι, τὰ ἐν τῷ αὐτῷ νῦν γινόμενα μὴ εἶναι ἰσοχρόνια διὰ τὰ πολλὰ τὰ ἐν πλάτει νῦν. εἰ οὖν μήτε οὕτως δύο τὰ ἔσχατα ὡς ἅπτεσθαι ἀλλήλων μήτε οὕτως δύο ὡς κεχωρίσθαι, ἀνάγκη ἓν καὶ ταὐτὸν εἶναι νῦν τό τε πέρας τοῦ παρεληλυθότος καὶ τὴν ἀρχὴν τοῦ μέλλοντος.
“除这些之外,‘现在’的某部分是已过去的”直至“在二者之中的‘现在’必然是同一个。” 在先前证明了对于那些主张过去的界限与未来的始基在数目上并非同一且为一、而是其间具有时间的人,将得出未来时间的某部分在过去之中、过去的某部分在未来之中的结论之后,他如今证明,在这被假设处于过去与未来之间的“现在”本身之中,一部分将是过去的,另一部分将是未来的。因为在诸界限之间似乎是“现在”的时间,既然它既非过去亦非未来,如果它被分割,显而易见它的诸部分也将是“现在”;因为整体曾是“现在”。然而时间的任何分割在区分每一部分的同时,都使一部分成为过去,使另一部分成为未来;以至于“现在”的某个部分本身虽是“现在”,但一部分将是过去的,另一部分将是未来的。然而,说现在的“现在”有一部分已经过去、有一部分将要到来,是荒谬的。不过,对于在外延上界定“现在”的人来说,其某部分是过去的、某部分是未来的,确实是随之而来的结论,因为严格意义上的“现在”作为无部分者区分了过去与未来。如果这中间者再次在另一处被切分,而不是在前先被切分之处,而是在靠近未来的始基或靠近过去的界限之处:如果靠近未来的始基,那么那时它又如同在未来中一般而在过去之中;如果靠近过去的界限,那么那时它作为其一部分又如同在未来中一般而在过去之中,并且这样一来,“现在”的同一部分将再次成为过去的或未来的。但是,随着每一次分割都使被分割之物的一部分成为过去的而另一部分成为未来的,同一部分就在发生转变。在证明了过去之物与未来之物不会始终是同一个之后,他进而指出,“现在”也不会始终是同一个。其原因在于,这中间的时间作为“现在”,是可分割为始终可分之物的;而其中所有的切分都将是切分为现在的诸“现在”,因为发生切分的整个时间也是“现在”,并且那些分割也是在不同时刻产生出来的不同的“现在”。因此,如果中间的时间是“现在”,那么就会出现这样的结果:由于在外延上的诸多“现在”,在同一个“现在”中发生的事物并不具有相同的时间。所以,如果两个终极既不是以彼此相接的方式为二,也不是以彼此分离的方式为二,那么过去的界限与未来的始基必然是一且相同的“现在”。
"Ἀλλὰ μὴν εἰ τὸ αὐτὸ φανερὸν ὅτι καὶ ἀδιαίρετον ἕως τοῦ δῆλόν ἐστιν ἐκ τῶν εἰρημένων." Τῷ ἓν καὶ ταὐτὸν εἶναι2 τό τε πέρας τοῦ παρεληλυθότος καὶ τὴν ἀρχὴν τοῦ μέλλοντος ἀποδεδειγμένῳ ἀκολουθεῖ, φησί, τὸ καὶ ἀδιαίρετον αὐτὸ εἶναι. εἰ γὰρ εἴη διαιρετόν, ἕποιτο ἂν πάλιν τῇ διαιρέσει αὐτοῦ τὰ προειρημένα ἄτοπα· ἔσται γὰρ τοῦ νῦν τὸ μὲν παρεληλυθὸς τὸ δὲ μέλλον, καὶ οὐ τὸ αὐτὸ ἀεὶ παρεληλυθὸς οὐδὲ τὸ αὐτὸ ἀεὶ μέλλον, ἀλλ’ οὐδὲ τὸ νῦν ἀεὶ τὸ αὐτό. ὅτι δὲ ἀδιαίρετον, δῆλον καὶ ἐκ τοῦ πέρας μὲν εἶναι τοῦ παρεληλυθότος καὶ τοῦ μέλλοντος ἀρχήν, ἀδιαίρετα δὲ εἶναι καὶ τὸ πέρας καὶ τὴν ἀρχήν. ἀλλὰ τοῦτο μὲν ὡς ὁμολογούμενον ἔλαβεν, ὅτε ἔλεγε “διὰ τὸ μὴ εἶναι συνεχὲς ἐξ ἀμερῶν,” νῦν δὲ ἔδειξεν οὐχ ὅτι ἑκάτερον ἀδιαίρετον τό τε πέρας καὶ ἡ ἀρχή, ἀλλ’ ὅτι ἄμφω ἓν καὶ ταὐτόν ἐστι, καὶ οὕτως ἓν ὡς ἀδιαίρετον (ἓν γάρ τι καὶ ἡ ἡμέρα), ἀλλ’ οὐχ ὡς ἀδιαίρετον· τὰ δὲ νῦν ταῦτα ἄμφω ἓν καὶ ταὐτὸν ηὑρέθη κατὰ τὸ ὑποκείμενον καὶ οὕτως ἓν ὡς ἀδιαίρετα.
“再者,如果是同一个,显而易见它也是不可分的”直至“从所说的话中是显而易见的。” 他说,随着过去的界限与未来的始基已被证明为一且相同,随之而来的就是它也是不可分的。因为如果它是可分的,那么它的分割将再次引出前面所述的荒谬:因为“现在”的一部分将是过去的,另一部分将是未来的,既不会始终是同一者为过去的,也不会始终是同一者为未来的,甚至“现在”也不会始终是同一个。而它是不可分的,这一点从它是过去的界限与未来的始基、并且界限与始基都是不可分的,也是显而易见的。然而,当他说“因为连续之物不是由无部分者构成的”时,他是将此作为公认的前提来取的;但如今他所证明的,不是界限与始基各自都是不可分的,而是二者为一且相同,并且是作为不可分者而为一(因为一天也是某种一,但并不是作为不可分者的一);而这两个“现在”被发现在底层上为一且相同,并且是作为不可分者而为一。
- 6.18ἕπεται τοῖς λέγουσι μὴ ταὐτὸν καὶ ἓν εἶναι τῷ ἀριθμῷ τό τε πέρας τοῦ παρεληλυθότος καὶ τὴν ἀρχὴν τοῦ μέλλοντος, ἀλλ’ ἔχειν μεταξὺ χρόνον, τὸ ἔσεσθαί τι τοῦ μέλλοντος χρόνου ἐν τῷ παρεληλυθότι καὶ τοῦ παρεληλυθότος ἐν τῷ μέλλοντι
主要动词 ἕπεται(得出/随之而来)带有与格分词短语 τοῖς λέγουσι...(对于主张……的人),而句子的真正主语是带有定冠词的宾格不定式短语 τὸ ἔσεσθαί τι...(未来时间的某部分将在过去之中……这一结果)。分词 τοῖς λέγουσι 内部则支配着不定式短语 μὴ ταὐτὸν καὶ ἓν εἶναι... ἀλλ’ ἔχειν... 作为其宾语从句。
- 6.19Τῷ ἓν καὶ ταὐτὸν εἶναι τό τε πέρας τοῦ παρεληλυθότος καὶ τὴν ἀρχὴν τοῦ μέλλοντος ἀποδεδειγμένῳ ἀκολουθεῖ, φησί, τὸ καὶ ἀδιαίρετον αὐτὸ εἶναι
动词 ἀκολουθεῖ 的真正主语是后置的带定冠词宾格不定式短语 τὸ καὶ ἀδιαίρετον αὐτὸ εἶναι,它接在句首的与格结构 τῷ ... ἀποδεδειγμένῳ(随……已获证明之事而来)之后。中性单数与格的完成时被动态分词 ἀποδεδειγμένῳ 的具体内容由被冠词 τῷ 所包夹的不定式短语 ἓν καὶ ταὐτὸν εἶναι... 同格地展开说明。
