← 辛普里丘

亚里士多德《物理学》注释

§957.3-958.26

过去与未来界限分离之荒谬与现在的不可分性

辛普里丘注解亚里士多德《物理学》234a7–234a14。他论证了若预设过去的终极与未来的始基彼此分离而为二,其间必存在中间时间,该时间的分割将导致未来中含有过去、过去中含有未来的荒谬结论;并进一步指出这一中间时间因其可分性而仅是“依他而言的现在”,并非“就自身而言的现在”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.16

" Εἰ δὲ χωρὶς ἑκάτερον, μεταξὺ ἔσται χρόνος ἕως τοῦ τοῦτο διοριεῖ τὸν παρήκοντα καὶ τὸν μέλλοντα χρόνον." Δείξας, ὅτι ἕτερον καὶ ἕτερον οὐ δύναται εἶναι τὰ ἔσχατα ὡς ἁπτόμενα ἀλλήλων, δείκνυσιν ἐφεξῆς ὅτι οὐδὲ ὡς κεχωρισμένα καὶ ἀφεστῶτα ἀλλήλων ἔσται δύο τὰ ἔσχατα τοῦ χρόνου· εἰ γὰρ εἴη δύο, ἀνάγκη χρόνον εἶναι μεταξύ· ἐν παντὶ γὰρ συνεχεῖ τὸ μεταξὺ τῶν περάτων συνώνυμόν ἐστιν ἐκείνοις, ὧν ἐστι τὰ πέρατα· εἰ † γραμμῶν τὰ πέρατα τὰ ἐν αὐταῖς εἴη, τὸ μεταξὺ γραμμή1 (πάντων γὰρ σημείων μεταξὺ γραμμή, αἱ δὲ γραμμαὶ συνώνυμοι ἀλλήλαις), εἰ δὲ γραμμαὶ εἶεν τὰ πέρατα, τὸ μεταξὺ τῶν γραμμῶν ἐπιφάνεια (αἱ γὰρ γραμμαὶ ἐπιφανειῶν πέρατά εἰσιν). τῶν οὖν ἐν τῇ συνεχείᾳ τῆς ἐπιφανείας λαμβανομένων δύο γραμμῶν κεχωρισμένων τὸ μεταξὺ ἐπιφάνεια πάντως ἐστί, καὶ τῶν ἐν σώματι δύο ἐπιφανειῶν τὸ μεταξὺ σῶμα· ἐπὶ δὲ τούτου κἂν κεχωρισμένων σωμάτων ἐπιφανείας λάβωμεν, τὸ μεταξὺ σῶμα ἀνάγκη εἶναι διὰ τὸ μηδὲν εἶναι κενόν. καὶ ἐπὶ κινήσεως δὲ ὁ αὐτὸς λόγος. μεταξὺ γὰρ τῶν τῆς κινήσεως περάτων, ἃ κινήματα καλοῦσιν, τῶν ἐν τῇ συνεχείᾳ τῆς κινήσεως ἀνάγκη κίνησιν εἶναι. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ χρόνου· συνεχὴς γὰρ καὶ οὗτος. καὶ ἔστι πέρατα αὐτοῦ τὰ νῦν. καὶ διὰ τοῦτο ἀνάγκη μεταξὺ τῶν διεστώτων νῦν χρόνον εἶναι· ἔχει γάρ τι καὶ ἐξαίρετον ὁ χρόνος παρὰ τὰ ἄλλα συνεχῆ τὸ πᾶς εἶναι συνεχής τε καὶ μὴ ἀπεσπάσθαι ἀφ’ ἑαυτοῦ ὡς γραμμὴ ἀπὸ γραμμῆς καὶ ἐπιφάνεια ἀπὸ ἐπιφανείας αἱ ἐν τοῖς διαφόροις σώμασιν. πάντων οὖν τῶν τοῦ χρόνου περάτων τὸ μεταξὺ χρόνος. πᾶς δὲ χρόνος διαιρετός, διότι ὁ χρόνος συνεχής, πᾶν δὲ συνεχὲς διαιρετόν. ἐὰν οὖν διαιρεθῇ ὁ μεταξὺ χρόνος οὗτος τοῦ τε πέρατος τοῦ παρεληλυθότος καὶ τῆς ἀρχῆς τοῦ μέλλοντος, ὃν νῦν ἐκάλεσεν ὡς ἐνεστῶτα, διότι μεταξὺ τοῦ παρεληλυθότος ἐστὶ καὶ τοῦ μέλλοντος, ἐὰν οὖν οὗτος διαιρεθῇ, εἰς παρεληλυθότα καὶ μέλλοντα διαιρεθήσεται· πᾶν γὰρ τὸ ἐνεστὼς οὕτω διαιρεῖται. τούτων δὴ προειλημμένων ἐπειδὴ ὁ μεταξὺ χρόνος οὗτος, καθόσον μὲν μετὰ τὸ πέρας ἐστὶ τοῦ παρεληλυθότος, μέλλων ἐστί, καθόσον δὲ πρὸ τῆς ἀρχῆς τοῦ μέλλοντος, παρεληλυθώς, ὅταν μὲν ὡς μέλλων ληφθῇ ὅλος ὁ μεταξύ, τότε ἔσται τι τοῦ παρεληλυθότος τὸ ἐκ τῆς διαιρέσεως γινόμενον ἐν τῷ μέλλοντι,2 ὅταν δὲ ὡς παρεληλυθὼς πάλιν ληφθῇ, τὸ μέλλον ἔσται ἐν τῷ παρεληλυθότι τὸ ἐκ τῆς διαιρέσεως. δυνατὸν δὲ καὶ ἐπὶ ἑκατέρου μέρους τῆς διαιρέσεως συναγαγεῖν τὸ ἄτοπον, ὡς ὁ Ἀσπάσιος συνήγαγεν. ἐπειδὴ γὰρ ἡ τοῦ μεταξὺ διαίρεσις τὸ μὲν παρεληλυθὸς ποιεῖ τὸ δὲ μέλλον, ἐὰν ἑκάτερον τῶν τμημάτων τοῦ ἐνεστῶτος διαιρεθῇ, εἰς παρεληλυθὸς πάλιν καὶ μέλλον διαιρεθήσεται, καὶ ἔσται καὶ ἐν τῷ μέλλοντι τοῦ παρεληλυθότος τι καὶ ἐν τῷ παρεληλυθότι τοῦ μέλλοντος.

“如果每一者各自独立,中间就会有时间”直至“这将把过去的时间与未来的时间区分开来。” 在证明了诸终极不可能作为彼此相接者而互不相同之后,他接着证明,时间的诸终极亦不会作为彼此分离且隔开者而为二。因为如果它们为二,中间就必然有时间;因为在任何连续之物中,界限之间者都与以它们为界限之物同名:如果在诸线中的那些是界限,中间的就是线(因为在所有点之间都是线,而诸线彼此同名);如果诸线是界限,诸线之间就是面(因为诸线是面的界限)。因此,在面的连续性中所取的两条分离的线之间,其间者在任何情况下都是面;在物体之中的两个面之间,其间者是物体;在后者中,即使我们取分离物体的面,由于不存在虚空,其中间也必然是物体。在运动上也是同样的道理。因为在运动的诸界限——人们称之为移动终极——之间,即在运动连续性之中的诸界限之间,必然有运动。在时间上亦同样如此;因为时间也是连续的。它的诸界限是“现在”。正因如此,在相互隔开的“现在”之间必然有时间;因为时间比其他连续之物具有某种特异之处,即整个时间都是连续的,而不像不同物体中的线脱离线、面脱离面那样,它并不与自身脱节。因此,在时间的所有诸界限之间,其中间者都是时间。然而,一切时间都是可分的,因为时间是连续的,而一切连续之物都是可分的。因此,如果过去之终极与未来之始基之间的这段时间——他将其称为现在意义上的“现在”,因为它处于过去与未来之间——被分割,那么它将被分割为过去与未来;因为一切现在都是这样被分割的。预先确立了这些之后,既然这段中间的时间就其在过去的终极之后而言是未来的,而就其在未来的始基之前而言是过去的,那么当整个中间部分被作为未来来取时,由分割产生的过去的某部分就会在未来之中;而当它反过来被作为过去来取时,由分割产生的未来就会在过去之中。也可以如阿斯帕西奥斯所推导的那样,在分割的每一个部分上推导出这一荒谬。因为既然中间部分的分割使一部分成为过去,另一部分成为未来,如果这现在的各个切段被分割,它将再次被分割为过去和未来,从而既在未来之中会有过去的某物,又在过去之中会有未来的某物。

§6.17

"Ἅμα δὲ καὶ οὐκ ἂν καθ’ αὑτὸ εἴη τὸ νῦν, ἀλλὰ καθ’ ἕτερον· ἡ γὰρ διαίρεσις οὐ καθ’ αὑτό.3" Δεύτερον ἐπιχείρημα τοῦτο ἐνστάσεως οἶμαί τινος λυτικὸν τῆς λεγούσης, ὅτι οὐδὲν ἄτοπον μεταξὺ τοῦ παρεληλυθότος καὶ τοῦ μέλλοντος εἶναι τὸ νῦν τὸ ὡς ἐνεστώς. καὶ λέγει ὅτι τὸ μεταξὺ τοῦτο οὐκ ἔστι τὸ καθ’ αὑτὸ νῦν· ἀμερὲς γὰρ τὸ καθ’ αὑτό, τοῦτο δὲ διαιρετόν, διότι χρόνος ἐστί. κἂν λέγηται οὖν νῦν, οὐχ ὡς καθ’ αὑτὸ ὑπάρχοντος αὐτῷ τοῦ ὀνόματος λέγεται, ἀλλ’ ὡς καθ’ ἕτερον, ὅτι ἔστιν ἐν αὐτῷ τὸ νῦν τὸ καθ’ αὑτό. ὅτι δὲ οὐ καθ’ αὑτὸ τοῦτο τὸ νῦν ἐστιν, οἷον χρὴ εἶναι τὸ κυρίως μεταξὺ τοῦ παρεληλυθότος καὶ τοῦ μέλλοντος, δῆλον ἐκ τοῦ διαιρεῖσθαι· ἡ γὰρ διαίρεσις οὐ τοῦ καθ’ αὑτὸ νῦν ἐστιν, ἀλλὰ τοῦ ἐν πλάτει καὶ καθ’ ἕτερον λεγομένου. ἔστι δὲ καὶ ἄλλη γραφὴ τοιαύτη ἡ γὰρ διαίρεσις καθ’ αὑτό. καὶ λέγοι ἄν, ὅτι τὸ μεταξὺ τοῦτο καθ’ ἕτερόν ἐστι νῦν· ἡ γὰρ διαίρεσίς ἐστι τὸ καθ’ αὑτὸ νῦν, ἀλλ’ οὐ τὸ διαιρούμενον.

“同时,‘现在’也将不是就自身而言,而是依他而言;因为分割并非就自身而言。” 这是第二个论证,我认为它消解了某种异议,该异议声称:在过去与未来之间存在作为现在的“现在”,并无任何荒谬之处。而他说,这个中间者并非就自身而言的“现在”;因为就自身而言者是无部分的,而这却是可分的,因为它是一段时间。因此,即使它被称为“现在”,也不是因为该名称就自身而言属于它,而是作为依他而言,因为就自身而言的“现在”在它之中。而这一“现在”并非就自身而言的“现在”——严格处于过去与未来之间者理应如此——这一点从其被分割即可显明;因为分割不属于就自身而言的“现在”,而属于在外延上且依他而言被言说者。此外还有另一种读法:“因为分割正是就自身而言的”。这样他所说的意思就是:这个中间者是依他而言的“现在”;因为分割才是就自身而言的“现在”,而非被分割之物。

语法注3 条
  1. 6.16εἰ † γραμμῶν τὰ πέρατα τὰ ἐν αὐταῖς εἴη, τὸ μεταξὺ γραμμή

    尽管此处带有表示文本讹误的剑号(†),但从句法骨架上看构成了一个条件句:“如果在诸线中的(点)是界限,其中间者就是线”。这与后文的“εἰ δὲ γραμμαὶ εἶεν τὰ πέρατα, τὸ μεταξὺ τῶν γραμμῶν ἐπιφάνεια”形成严格的并列对比,层层推进地论述界限之间者必定与被界定者同类。

  2. 6.16ὅταν μὲν ὡς μέλλων ληφθῇ ὅλος ὁ μεταξύ, τότε ἔσται τι τοῦ παρεληλυθότος τὸ ἐκ τῆς διαιρέσεως γινόμενον ἐν τῷ μέλλοντι

    归结句的主语是“τι τοῦ παρεληλυθότος”(过去的某物/某部分),而“τὸ ἐκ τῆς διαιρέσεως γινόμενον”(由分割所产生者)对其作同位语或限定性修饰。此句与接下来的“τὸ μέλλον ἔσται ἐν τῷ παρεληλυθότι τὸ ἐκ τῆς διαιρέσεως”形成互文,揭示了将整个中间时间视作未来或过去时,其内部通过分割产生的相反时间切段所造成的背理。

  3. 6.17ἡ γὰρ διαίρεσις οὐ καθ’ αὑτό

    辛普里丘在此讨论了亚里士多德原文的异读。在通用读法“ἡ γὰρ διαίρεσις οὐ καθ’ αὑτό”中,“οὐ καθ’ αὑτό”作谓语,意为分割并不属于就自身而言的现在(因此被分割的连续体并非就自身而言的现在);而在其所引述的异读“ἡ γὰρ διαίρεσις καθ’ αὑτό”中,“διαίρεσις”指分割点(即不可分的现在)本身,它本身就是就自身而言的现在,与被分割之物相对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:957.3-958.26