← 辛普里丘

亚里士多德《物理学》注释

§955.29-957.2

作为过去界限与未来始基的现在的单一性

辛普里修结束了对欧德谟的引述,考察了亚里士多德证明“现在”作为过去的界限与未来的始基在数目上同一的论证。针对亚里士多德在归谬论证中使用“界限是无部分的”这一前提可能引发的乞题嫌疑,辛普里修通过区分前提中对界限无部分性的假定与对“现在”作为单一者不可分性的证明,为其进行了辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.15#2

” ταῦτα οὖν τό τε ἔσχατον τοῦ γεγονότος καὶ τὸ πρῶτον τοῦ μέλλοντος, ὧν οὐδεὶς μεταξὺ χρόνος οὔτε παρεληλυθὼς οὔτε μέλλων, ἐὰν δειχθῇ ταὐτὸν καὶ ἓν κατ’ ἀριθμὸν ὄντα τὰ δοκοῦντα δύο,1 δεδειγμένον ἔσται, ὅτι καὶ ἀδιαίρετόν ἐστι τοῦτο, ὃ ἀρχὴν ἅμα καὶ πέρας τοῦ χρόνου τὸ αὐτὸ λέγομεν. Οὕτως οὖν ὁρίσας ἀκριβῶς τὸ νῦν, περὶ οὗ ὁ λόγος, δείκνυσιν ὅτι ἓν καὶ ταὐτόν ἐστι τὸ ἔσχατον τοῦ τε παρεληλυθότος καὶ τοῦ μέλλοντος ἔσχατον καὶ τὴν ἀρχὴν τοῦ μέλλοντος καλέσας, διότι καὶ ἡ ἀρχὴ πέρας τι καὶ ἀμερές ἐστι. δείκνυσι δὲ αὐτὸ τρία συναγαγὼν ἀδύνατα ἑπόμενα τῷ λέγοντι μὴ ἓν καὶ ταὐτὸν εἶναι νῦν τὸ πέρας τοῦ παρεληλυθότος καὶ τὴν ἀρχὴν τοῦ μέλλοντος, ἀλλ’ ἕτερον καὶ ἕτερον, ὧν τὸ μὲν πρῶτον ἐκ διαιρέσεως εἴληπται τοιαύτης· εἰ ἔστιν ἕτερον καὶ ἕτερον, ἢ ἐφεξῆς ἐστιν ἀλλήλων (τὸ δὲ ἐφεξῆς νῦν ἀντὶ τοῦ ἔχεσθαι καὶ ἅπτεσθαι λαμβάνει) ἢ κεχωρισμένα ἀλλήλων καὶ οὐκ ἔστι παρὰ ταῦτα· εἰ οὖν μήτε ἅπτεσθαι δυνατὸν αὐτά, οὐ μόνον ὅτι τὰ ἁπτόμενα ἄλλο χρὴ ἔχειν τὸ πέρας, ᾧ ἅπτεται, καὶ ἄλλο τὸ περατούμενον, ἀλλὰ καί, ὅπερ αὐτός φησιν, ὅτι ἀδύνατον συνεχές τι ἐξ ἀμερῶν εἶναι.2 ἔστι δὲ ὁ μὲν χρόνος συνεχής, τὰ δὲ πέρατα αὐτοῦ ἀμερῆ· τοῦτο γὰρ ὡς ὁμολογούμενον νῦν εἴληπται διὰ τὸ τὰ πέρατα ὑποκεῖσθαι. εἰ γὰρ μὴ εἴη ἀμερῆ, οὐκ ἂν εἴη ἔσχατα, ἀλλὰ τούτων ἄλλα τὰ ἔσχατα. δόξει δὲ οὕτω συλλογιζόμενος τὸ ἐν ἀρχῇ λαμβάνειν·3 προέκειτο γὰρ δεῖξαι τὸ νῦν ἀδιαίρετον. ἐὰν γάρ, φησίν, δειχθῇ, ὅτι ταὐτὸν ἅμα, φανερὸν ἔσται ὅτι καὶ ἀδιαίρετον. ὁ δὲ προσχρῆται τούτῳ ὡς ἐναργεῖ ἀδύνατον λέγων συνεχές τι εἶναι ἐξ ἀδιαιρέτων. καὶ δυνατὸν λέγειν, ὅτι τὸ προσεχῶς ζητούμενόν ἐστιν, εἰ ἄμφω ταῦτα τὰ πέρατα ἓν κατ’ ἀριθμόν ἐστι· καὶ τοῦτό ἐστι τὸ νῦν· καὶ πρὸς τοῦτο παρείληπται ὡς ἐναργὲς τὸ μὴ εἶναι δύο πέρατα ἁπτόμενα ἀλλήλων καὶ ποιοῦντά τι συνεχὲς διὰ τὸ δεῖν μὲν τὰ ἁπτόμενα κατὰ μέρη ἅπτεσθαι, τὰ δὲ πέρατα ἀμερῆ εἶναι καὶ ἀδιαίρετα ἑκάτερον καθ’ αὑτό, ἐπεὶ οὐδὲν κωλύει ἀπ’ ἀλλήλων κεχωρισμένα καὶ διῃρημένα εἶναι, ὅπερ ἐπὶ τοῦ πέρατος καὶ τῆς ἀρχῆς ἀδύνατον ὂν δειχθήσεται. ἐδείχθη δὲ καθόλου, ὅτι μὴ οἷόν τε ἐξ ἀμερῶν ἁπτομένων ἀλλήλων γίνεσθαι τὸ συνεχές. καὶ διὰ μὲν τούτου δέδεικται, ὅτι οὐκ ἔστι δύο τὰ ἔσχατα ὡς ἁπτόμενα ἀλλήλων, διὰ δὲ τοῦ ἐφεξῆς, ὅτι οὐδὲ οὕτω δύο ὡς κεχωρισμένα, ἐξ ὧν συνάγεται ὅτι ἓν καὶ ταὐτόν· ᾧ ἀκολουθεῖ τὸ καὶ ἀδιαίρετον αὐτὸ εἶναι οὐχ ὡς ἐπὶ δύο περάτων νῦν λεγόμενον, ὥσπερ πρότερον, ἀλλ’ ὡς ἐπὶ τοῦ κοινοῦ, καὶ μέντοι τοῦ ἀδιαιρέτου οὐκ ἀπὸ τοῦ συνεχοῦς δεικνυμένου, ὡς πρότερον, ἀλλ’ ἀπὸ τοῦ ἓν εἶναι. ὥστε οὐ τὸ ἐν ἀρχῇ λαμβάνει ὁ λόγος ἐνταῦθα μὲν τὰ ὑποτεθέντα δύο πέρατα ἀμερῆ ἀναγκάσας εἶναι, ἐκεῖ δὲ τὸ εὑρεθὲν ἓν καὶ ταὐτὸν ἀδιαίρετον ἀποδεικνύς.

”因此,这些东西,即已然者的终极与将然者的最初——它们之间没有任何时间,无论是过去的时间还是未来的时间——如果这两个表面上看似为二的东西被证明是同一的且在数目上为一,那么也就证明了,这同一个被我们既称为时间的始基又称为时间的界限之物,也是不可分的。 于是,在如此精确地界定了所要讨论的“现在”之后,他证明了已然者的终极与将然者的终极是一且同一的,他也把将然者的始基称为终极,这是因为始基也是某种界限且无部分。他通过推导对于主张过去者的界限与将然者的始基并非同一“现在”而是互不相同的人所随之而来的三种不可能性,来证明这一点。其中的第一项取自如下的划分:如果它们互不相同,它们要么彼此相继(此处他用“相继”代替了“相依”和“相接”),要么彼此分离,舍此无他。因此,如果它们甚至不可能相接,这不仅是因为相接之物必定有一物作为借以相接的界限,而另一物作为被界限之物,而且正如他自己所说的,也是因为连续之物绝不可能由无部分者组成。 时间是连续的,而其界限则是无部分的;因为这一点如今被视为不言而喻的共识而接受,乃是由于这些界限已被预设。因为它们若非无部分的,它们就不会是终极,而在它们之外另有终极。然而这样推理看来像是在犯乞题之谬误;因为预先提出的任务是要表明“现在”是不可分的。因为他说,“如果被证明同时为同一,那么它也是不可分的就显而易见了”。然而他却把这一点作为自明之理加以援用,称连续者不可能由不可分者组成。 对此可以说,当前直接探求的是:这两个界限是否在数目上为一;而这就是“现在”。针对这一点,被作为自明之理引入的是:不可能有两个界限彼此相接并构成某种连续者,因为相接者必定按照部分相接,而这些界限各自就其自身而言都是无部分且不可分的,尽管这并不妨碍它们彼此分离和隔开,而这一点在界限与始基的情形中将被证明是不可能的。并且普遍地已经证明,连续者不可能由彼此相接的无部分者生成。 通过这一论证表明了,终极并非作为彼此相接者而为二;而通过接下来的论证表明了,它们亦非作为彼此分离者而为二;由此得出它们是一且同一的。随之而来的结论是它自身也是不可分的,这如今并非如前文那样就两个界限而言,而是就共同者而言,而且不可分性不是如前文那样从连续者中得以证明,而是从其为一得以证明。因此,这一论证并未乞题,它在此处迫使被假定的两个界限成为无部分的,而在彼处则证明被求得的一且同一者是不可分的。

语法注3 条
  1. 6.15ταῦτα οὖν τό τε ἔσχατον τοῦ γεγονότος καὶ τὸ πρῶτον τοῦ μέλλοντος, ὧν οὐδεὶς μεταξὺ χρόνος οὔτε παρεληλυθὼς οὔτε μέλλων, ἐὰν δειχθῇ ταὐτὸν καὶ ἓν κατ’ ἀριθμὸν ὄντα τὰ δοκοῦντα δύο

    句首的 ταῦτα(及其同位语短语 τό τε ἔσχατον... καὶ τὸ πρῶτον...)采用先取构式(prolepsis)或悬空主格,预先引出了条件从句 ἐὰν δειχθῇ 中与分词 ὄντα 结合的逻辑主语 τὰ δοκοῦντα δύο。主句 δεδειγμένον ἔσται 为以 ὅτι 从句为主语的无人称结构,而后文的 τοῦτο(即 ὃ ἀρχὴν ἅμα καὶ πέρας... 的先行词)则是该 ὅτι 从句的主语。

  2. 6.15ᾧ ἀκολουθεῖ τὸ καὶ ἀδιαίρετον αὐτὸ εἶναι οὐχ ὡς ἐπὶ δύο περάτων νῦν λεγόμενον, ὥσπερ πρότερον, ἀλλ’ ὡς ἐπὶ τοῦ κοινοῦ, καὶ μέντοι τοῦ ἀδιαιρέτου οὐκ ἀπὸ τοῦ συνεχοῦς δεικνυμένου, ὡς πρότερον, ἀλλ’ ἀπὸ τοῦ ἓν εἶναι.

    λεγόμενον 为中性单数主格分词,与冠词修饰的不定词短语 τὸ ... εἶναι 一致。其后由 καὶ μέντοι(“而且”、“进一步说”)引导的 τοῦ ἀδιαιρέτου ... δεικνυμένου 为属格独立结构(genitive absolute),用以补充说明此处不可分性的证明路径不同于前文(不是基于连续性,而是基于单一性)。

  3. 6.15δόξει δὲ οὕτω συλλογιζόμενος τὸ ἐν ἀρχῇ λαμβάνειν

    δόξει 为人称构式(personal construction),省略的主语为作者(亚里士多德),与阳性单数主格分词 συλλογιζόμενος 一致,意为“他如此推论将显得犯了乞题之谬误”。此处并非无人称构式(如 δόξει αὐτῷ 等)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:955.29-957.2