- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:954.31-955.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在233b33将论证转向“现在”的不可分性,辛普利丘阐明了“现在”的两种含义(作为界限的首要之“现在”与作为现在时的派生之“现在”),解释了“现在”作为过去的界限与未来的始基的性质,并引用欧德谟的说法澄清了亚里士多德含混的表达。
" Ἀνάγκη δὲ καὶ τὸ νῦν τὸ μὴ καθ’ ἕτερον ἕως τοῦ διὰ τὸ μὴ εἶναι συνεχὲς ἐξ ἀμερῶν." Δείξας διαιρετὰ τὰ μέρη τῶν συνεχῶν, τοῦ τε χρόνου καὶ τοῦ μεγέθους, καὶ δηλονότι καὶ τῆς μέσης τούτων κινήσεως, ἐκ τοῦ εἰ μὴ διαιρετὰ εἴη διαιρεῖσθαι τὸ ἄτομον, ὅπερ ἀδύνατον, ἐπειδὴ καὶ τὸ νῦν τοῦ χρόνου τί ἐστιν, εἰκότως ἐφεξῆς τὰ περὶ αὐτοῦ διαρθροῖ. διττοῦ δὲ ὄντος τοῦ νῦν, τοῦ μὲν ὡς ἀρχῆς καὶ πέρατος τοῦ χρόνου, ὃ ἀναλογεῖ τῇ στιγμῇ τῇ ἐν τῇ γραμμῇ, τοῦ δὲ κατὰ χρόνον τὸν ἐνεστῶτα λεγομένου, ὃς ἀντιδιῄρηται πρὸς τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα, τὸ μὲν ὡς ἀρχὴν καὶ πέρας, ὃ καὶ ἀδιαίρετόν ἐστι, καθ’ αὑτὸ καὶ πρώτως νῦν λέγεσθαί φησι, τὸ δὲ ἕτερον οὐ καθ’ αὑτὸ οὐδὲ πρώτως, ἀλλὰ καθ’ ὅσον ἔχειν ἐν ἑαυτῷ τὸ πρώτως καὶ καθ’ αὑτό.1 οὕτω γάρ τοι καὶ ἐν τόπῳ τὸ μέν τι λέγεται καθ’ αὐτὸ καὶ πρώτως, ὃ ἐν τῷ πέρατι τοῦ περιέχοντός ἐστι προσεχῶς, τὸ δὲ οὐχ οὕτως, ὡς ἐν τῷ οἴκῳ εἶναι, διότι τὸ πέρας τοῦ περιέχοντος προσεχῶς ἐν τῷ οἴκῳ ἐστί. τὸ οὖν καθ’ αὑτὸ καὶ πρώτως λεγόμενον νῦν ἀδιαίρετον, φησίν, ἔστι καὶ ἓν κατ’ ἀριθμὸν τὸ αὐτὸ τοῦ μὲν παρεληλυθότος πέρας, τοῦ δὲ μέλλοντος ἀρχή, καὶ οὐκ ἄλλο καὶ ἄλλο ταῦτα, τοιοῦτον δὲ ὂν οὐκ ἔστι μέρος χρόνου, εἴπερ ἐν παντὶ ἐνυπάρχει χρόνῳ τὸ αὐτὸ ἀρχὴ καὶ τέλος ὄν, ὥσπερ τὸ σημεῖον ἐν πάσῃ γραμμῇ, ὅταν ὡς μία καὶ συνεχὴς λαμβάνηται· πάντῃ γάρ ἐστι διαιρετή, καὶ ἡ διαίρεσις κατὰ τὸ σημεῖον. περὶ δὴ τούτου τοῦ νῦν ἔδειξε μὲν καὶ ἐν τοῖς περὶ χρόνου, ὅτι ἔστιν ἀμερὲς καὶ ἀδιαίρετον καὶ ἐν παντὶ χρόνῳ ἓν καὶ ταὐτόν, πέρας μὲν τοῦ γεγονότος, ἀρχὴ δὲ τοῦ μέλλοντος. δείκνυσι δὲ καὶ νῦν ταῦτα προλαβὼν ὡς ἐναργές, ὅτι τὸ νῦν ἔσχατόν ἐστι τοῦ γεγονότος καὶ πρὸ τοῦ νῦν τούτου, ὃ εἶπεν αὐτός, οὗ ἐπὶ τάδε, ὡς ἐπὶ τὸ γεγονός, οὐδὲν ἂν εἴη τοῦ μέλλοντος.2 πρὸ γὰρ τῆς τοῦ γεγονότος τελευτῆς πῶς δύναται εἶναί τι μέλλον; εἴη γὰρ ἂν οὐκέτι μέλλον, ἀλλ’ ἔτι γεγονός, πρὸ τοῦ πέρατος ὑπάρχον τοῦ γεγονότος. πάλιν δὲ πρόδηλον, ὅτι ἀρχὴ τοῦ μέλλοντος τὸ νῦν ἐστιν, εἴπερ μετ’ αὐτὴν οὐδέν ἐστι τοῦ γεγονότος. πῶς γὰρ ἄν τι παρεληλυθὸς εἴη μετὰ τὴν τοῦ μέλλοντος ἀρχήν; ἀλλ’ ὁ μὲν Ἀριστοτέλης ἐπὶ τάδε ἀμφοῖν εἰπών, καὶ τοῦ πέρατος καὶ τῆς ἀρχῆς, ἀσαφῆ τὸν λόγον ἐποίησεν. ὁ δὲ Εὔδημος “οὐδέν, φησίν, ἐπὶ τάδε τοῦ πέρατος οὐδὲ ἐπέκεινα τῆς ἀρχῆς.
“而那不是就他物而言的‘现在’也必然……直至:由于连续者不是由无部分者组成的。” 在表明了连续者的各个部分——既包括时间也包括大小,显而易见也包括介于其间的运动——是可分的之后(理由在于:如果它们不可分,不可分者就会被分割,而这是不可能的),既然“现在”也是属于时间之物,他理所当然地接着明确阐述有关它的论题。既然“现在”有两重含义,其一作为时间的始基与界限,相当于线上的点;其二按照现在时而被言说,它与过去和未来相对立;他便主张,作为始基与界限、亦即不可分的那个“现在”,是自身且首要地被称为“现在”,而另一个既非自身亦非首要,而仅仅在于其自身中包含着首要且自身之物。因为在处所上确实也是如此,某物作为自身且首要地被言说,它是直接处于包围者的界限之中,而另一物则并非如此,正如在房屋之中那样,这是由于直接包围者的界限是在房屋之中。因此他说,自身且首要地被言说的“现在”是不可分的,并且在数目上同一:它既是过去的界限,又是未来的始基,而且它们并非彼此各异;具有这种性质的它并不是时间的部分,如果它在所有时间中作为同一者内在存在,既是始基又是终点的话,正如当线被取为一且连续之时线上的点存在于每条线中一样;因为线在各处都是可分的,而分割就在点上。关于这个“现在”,他在论时间的篇章中也曾表明,它是无部分且不可分的,在一切时间中都是一且同一,是已然者的界限,又是将然者的始基。而他现在也表明这些,预先将如下这一点假定为自明之理:“现在”是已然者的终极,而且在这一“现在”之前——即他自己所说的“在其这边”,亦即朝向已然者的方向——不可能有任何将然者。因为在已然者的完结之前,怎能存在任何将然之物呢?因为它将不再是将然之物,而是依然为已然之物,存在于已然者的界限之前。此外,显然“现在”是未来的始基,如果在它之后没有任何已然者的话。因为在未来的始基之后,怎会有任何过去之物呢?但亚里士多德对两者,即对界限和始基,都用了“在其这边”,从而使得文句含混不清。而欧德谟则说:“界限的这边无物,始基的那边亦无物。”
- 6.15ἀλλὰ καθ’ ὅσον ἔχειν ἐν ἑαυτῷ τὸ πρώτως καὶ καθ’ αὑτό
从属从句 καθ’ ὅσον(“在……范围内”)内部使用了不定式 ἔχειν 而非直说式动词,这是由于主句动词 φησί(“他说”)所支配的间接引语的影响扩展并牵引了从属从句。
- 6.15οὗ ἐπὶ τάδε, ὡς ἐπὶ τὸ γεγονός, οὐδὲν ἂν εἴη τοῦ μέλλοντος
属格关系代词 οὗ 修饰介词短语 ἐπὶ τάδε(“在其这边”),先行词为 τὸ νῦν。短语 ὡς ἐπὶ τὸ γεγονός 作为插入成分进行解释(“即朝向已然者的方向”),主语为 οὐδὲν τοῦ μέλλοντος(将然之物的任何一部分),谓语为带有潜在语气的 ἂν εἴη。
