- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:953.30-954.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德所设立的较快与较慢运动之3:2比例的具体例子,详细推演了时间被二等分时如何导致不可分的中间单位被分割并产生归谬,并说明亚里士多德正是借由时间的分割来暗示并证明大小本身的不可分性同样被推翻。
ταῦτα οὖν προλαβὼν δι’ ἐκθέσεως δείκνυσι τὸ προκείμενον ἡμιόλιον ὑποθέμενος τὴν τοῦ θάττονος κίνησιν πρὸς τὴν τοῦ βραδυτέρου, ὥστε ἐν ᾧ χρόνῳ τὸ βραδύτερον κινεῖταί τι μέγεθος, ἐν τούτῳ τὸ θᾶττον ἓν καὶ ἥμισυ ἐκείνου κινεῖσθαι. διῃρήσθω οὖν, φησί, τὰ δύο ταῦτα μεγέθη. ὃ μὲν κινεῖται θᾶττον τὸ ΑΔ, εἰς τρία μέρη τὰ ΑΒ ΒΓ ΓΔ, ὃ δὲ βραδύτερον τὸ ΕΗ, εἰς δύο τὰ ΕΖ ΖΗ· οὕτω γὰρ ἡμιόλιος ὁ λόγος. ὁμοίως δὲ καὶ ὁ χρόνος ἔχων τῷ μεγέθει, ἐφ’ οὗ ἡ κίνησις, διαιρεθήσεται καὶ αὐτὸς κατὰ τὴν ὑπόθεσιν ὁ ΚΝ χρόνος, ἐν ᾧ τὸ θᾶττον κινεῖται τὴν ΑΔ, εἰς τρεῖς χρόνους τοὺς ΚΛ ΛΜ ΜΝ· τὸ γὰρ ἴσον ἐν τῷ ἴσῳ χρόνῳ δίεισι τὸ κινούμενον ἰσοταχῶς. ἐπεὶ οὖν τὸ βραδύτερον κινούμενον ἐν τῷ αὐτῷ χρόνῳ κινεῖται τὴν ΕΖ ΖΗ ἐκ δύο οὖσαν ἀμερῶν, τὴν ΕΖ ἄρα ἐν τῷ ἡμίσει χρόνῳ κινηθήσεται· διαιρεθήσεται ἄρα δίχα καὶ ὁ χρόνος ὥσπερ τὸ μέγεθος, ἐφ’ οὗ τὸ βραδύτερον κινεῖται. εἰ δὲ ὁ ἐκ τριῶν ἀτόμων συγκείμενος δίχα διαιρεθείη, διαιροῖτο ἂν τὸ μέσον ἄτομον· οὐ γὰρ οἷόν τε ἄλλως εἰς ἴσα δύο τὸ ἐκ τριῶν ἴσων διαιρεθῆναι· ἴσαι δὲ αἱ ἄτομοι καὶ οὐχ ἡ μὲν μείζων, ἡ δὲ ἐλάττων, ὡς εἶναι τὰς δύο τῇ μιᾷ ἴσας. εἰκότως οὖν ἐπήγαγεν τὸ διαιρεθήσεται ἄρα τὸ ἄτομον, ὅπερ ἀδύνατον. ἀδύνατον ἄρα καὶ ᾧ τοῦτο ἠκολούθησεν τὸ ἄτομον εἶναι τὸ μέρος τοῦ συνεχοῦς.1 ἐπάγει δὲ καὶ ἄλλο ἄτοπον ἑπόμενον, ὅτι τὸ ἀμερὲς οὐκ ἐν ἀτόμῳ δίεισι· τὸ γὰρ βραδύτερον κινούμενον δίεισι τὸ ΕΖ μέγεθος κατὰ ταύτην τὴν ἔφοδον οὐκ ἐν ἀτόμῳ χρόνῳ τῷ ΚΛ, ὅπερ ἐχρῆν, ἀλλ’ ἐν τῷ ἀμερεῖ ἔλαττον τοῦ ἀμεροῦς κινηθήσεται· τί δὲ ἂν εἴη τοῦ ἀμεροῦς ἔλαττον; καὶ μέντοι καὶ οὕτως διαιρεθήσεται τὸ ἀμερές, εἴπερ ἔστι τι αὐτοῦ ἔλαττον, εἴς τε τὸ ἔλαττον καὶ τὴν ὑπεροχήν. ἐν δὴ τούτοις προθέμενος τὰ μέρη τῶν μεγεθῶν μάλιστα δεῖξαι μὴ ὄντα ἄτομα, διότι τῷ λέγοντι ἄτομα αὐτὰ εἶναι ἀκολουθεῖ τὸ διαιρεῖσθαι τὰ ἄτομα, ὅπερ ἐστὶν ἀδύνατον, τὰ μὲν τοῦ χρόνου μέρη ἄτομα ὑποτεθέντα ἔδειξε διαιρούμενα, τὰ δὲ τοῦ μεγέθους οὐκέτι, καίτοι ἡμιόλια τὰ μεγέθη λαβών, ὅτε ἔλεγεν ἐνηνέχθω οὖν τὸ θᾶττον ἡμιόλιον ἐν τῷ αὐτῷ χρόνῳ. μήποτε οὖν διὰ τῶν τοῦ χρόνου μερῶν ἐνεδείξατο,2 ὅτι καὶ τὰ τοῦ μεγέθους μέρη διαιρεθήσεται ἄτομα ὑποτεθέντα· εἰ γὰρ τοῦ ΚΝ χρόνου δίχα τμηθέντος κατὰ τὸ Ξ τὸ ΛΜ μόριον ἄτομον ὑποτεθὲν διῃρέθη, ἐν τῷ ΚΞ χρόνῳ τῷ ἡμίσει τὸ ἥμισυ τοῦ ΑΔ μεγέθους διελεύσεται τὸ θᾶττον κινούμενον, καὶ τμηθήσεται τὸ ΒΓ μόριον δίχα ἄτομον ὑποτεθέν.
因此,在预先把握了这些之后,他假定较快者的运动与较慢者的运动之比为一又二分之一,通过举例设定展示了摆在面前的论题,以致在较慢者运动某一大小的时间内,较快者运动该大小的一又二分之一倍。他说:“那么,让这两个大小被分割开吧”;较快者运动的大小 ΑΔ 被分割为三个部分 ΑΒ、ΒΓ、ΓΔ,而较慢者运动的大小 ΕΗ 被分割为两个部分 ΕΖ、ΖΗ;因为这样比例才是一又二分之一。而且由于时间与运动发生于其上的大小处于类似的关系,根据假定,较快者运动 ΑΔ 所用的时间 ΚΝ 本身也将被分割为三个时间 ΚΛ、ΛΜ、ΜΝ;因为以等速运动者在相等时间内穿过相等者。因此,既然较慢运动者在相同时间内运动由两个无部分者构成的 ΕΖ、ΖΗ,那么它将在半数时间内运动 ΕΖ;于是时间也将被二等分,正如较慢者运动于其上的大小一样。但是,由三个不可分者组成者若被二等分,中间的不可分者就将被分割;因为由三个相等者组成者不可能以其他方式被分割为两个相等者;而不可分者是相等的,并不是一个较大而另一个较小,以致两个等同于一个。因此他合理地补充道:“所以不可分者将被分割”,这是不可能的。因此,推导出这一结果的前提,即连续者的部分是不可分的,也是不可能的。他还引出了另一个随之而来的荒谬结果:穿过无部分的〔大小〕并不是在不可分的〔时间〕内;因为较慢运动者按照这一步骤穿过大小 ΕΖ,并不是在不可分的时间 ΚΛ 内(这本是应当的),而是在无部分的〔时间〕内运动了少于无部分者的〔大小〕;但有什么会少于无部分者呢?况且如果确实存在某种少于它的东西,无部分者以此种方式也将被分割为较少者与超出部分。在这些论述中,他本旨在首要地表明大小的部分不是不可分的,因为对于主张它们是不可分者的人而言,会推导出不可分者被分割这一不可能的结果,但他表明被假定为不可分的时间部分被分割了,却未再表明大小的部分被分割,尽管他在说“那么让较快者在相同时间内被运动一又二分之一”时把大小取为一又二分之一。难道这不是他通过时间的部分暗示了,大小的部分若被假定为不可分也将被分割吗?因为如果在时间 ΚΝ 于点 Ξ 处被二等分时,被假定为不可分的部分 ΛΜ 被分割了,那么在半数时间 ΚΞ 内较快运动者将穿过大小 ΑΔ 的一半,而被假定为不可分的部分 ΒΓ 也将被二等分。
- 6.14ἀδύνατον ἄρα καὶ ᾧ τοῦτο ἠκολούθησεν τὸ ἄτομον εἶναι τὸ μέρος τοῦ συνεχοῦς
句子的骨架为 ἀδύνατον ἄρα καὶ [ἐκεῖνο] ᾧ τοῦτο ἠκολούθησεν, [即] τὸ ἄτομον εἶναι...。关系代词 ᾧ(中性单数与格)由动词 ἀκολουθέω 支配,其先行词为被省略的主语(指示代词),而后面的冠词不定式短语 τὸ ἄτομον εἶναι...(连续者的部分是不可分的)与该先行词构成同位语关系。
- 6.14μήποτε οὖν διὰ τῶν τοῦ χρόνου μερῶν ἐνεδείξατο
μήποτε 连用直陈式过去时(ἐνεδείξατο)构成惯用句式,表示委婉的主张或推测(“难道不是……吗?”“或许他正是暗示了……”)。它以修辞疑问的形式提出了注解者本人的解释方案。
