- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:952.19-953.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于连续者的任何部分都不是不可分者的论述(233b15),辛普里丘指出了本次证明与此前证明的区别(从基于连续者本性的证明转向基于部分本身的直接证明),并梳理了运用归谬法与速度比例的假言三段论结构。
" Φανερὸν οὖν ἐκ τῶν εἰρημένων ἕως τοῦ φανερὸν οὖν, ὅτι οὐκ ἔστιν οὐδὲν τῶν συνεχῶν ἀμερές." Δείξας ὅτι1 οὐδὲν τῶν συνεχῶν οἷόν τέ ἐστιν ἐξ ἀμερῶν συγκεῖσθαι, μὴ μέγεθος, μὴ κίνησιν, μὴ χρόνον, καὶ ὅτι πᾶν μέγεθος συνεχὲς διαιρετόν ἐστιν εἰς ἀεὶ διαιρετά (ἢ γὰρ ἀδιαίρετον ἀνάγκη αὐτὸ εἶναι2 ἢ διαιρετόν, καὶ εἰ διαιρετόν, ἢ εἰς ἀδιαίρετα ἢ εἰς ἀεὶ διαιρετά· ἀλλ’ οὔτε ἀδιαίρετόν ἐστι μέγεθός γε ὂν οὔτε εἰς ἀδιαίρετα διαιρετόν· ἔσται γὰρ ἀδιαίρετον ἀδιαιρέτου ἁπτόμενον, ὥστε εἰς ἀεὶ διαιρετά), δείξας δὲ καὶ ὅτι ὁμοίως ὁ χρόνος καὶ τὸ μέγεθος τό τε ἄπειρον ἔχουσι καὶ τὸ πεπερασμένον, ἐξ οὗ καὶ τὸν ὑπὸ Ζήνωνος ἐρωτηθέντα λόγον περὶ τοῦ μὴ εἶναι κίνησιν ἔλυσε, λέγει νῦν ὅτι δεδειγμένου ἡμῖν τοῦ τὰ συνεχῆ μὴ διαιρεῖσθαι εἰς ἄτομα, φανερὸν μὲν καὶ ἐκ τούτου ὅτι οὐδὲν μόριον τῶν συνεχῶν ἄτομόν ἐστι καὶ ἀδιαίρετον, εἴπερ μὴ διαιρετὰ εἰς ἄτομα τὰ συνεχῆ· δείξει δὲ καὶ ἐπ’ αὐτῶν τῶν μορίων ὁ λόγος, ὅτι ἀδύνατον αὐτὰ ἄτομα εἶναι, πρῶτον μὲν τὸ τοῦ μεγέθους, εἶτα καὶ τὸ τοῦ χρόνου. διαφέροι δὲ ἂν ἡ ἀπόδειξις αὕτη τῆς προτέρας, ὅτι ἐκείνη μὲν ἐδείκνυ μὴ ὄντα αὐτὰ ἀδιαίρετα, αὕτη δὲ δείκνυσι προηγουμένως, ὅτι διαιρετά ἐστι, καὶ τὴν ἀνάγκην τῆς διαιρέσεως ἐπιδείκνυσι. καὶ μέντοι πρότερον μὲν ἀπὸ τῆς τοῦ συνεχοῦς φύσεως ἐδείκνυτο τὰ μόρια αὐτοῦ διαιρετά, νῦν δὲ αὐτὰ καθ’ αὑτὰ τὰ μόρια ἀποδείκνυται τοιαῦτα. γραμμὴν δὲ τὸ μέρος τῆς γραμμῆς εἶπεν καὶ ἐπίπεδον τὸ μέρος τοῦ ἐπιπέδου καὶ χρόνον τὸ τοῦ χρόνου καὶ ὅλως συνεχὲς τὸ τοῦ συνεχοῦς μέρος. περὶ γὰρ τῶν ἐν τοῖς συνεχέσι μορίων νῦν ὁ λόγος ἐστίν, ὅτι οὐκ ἔστιν ἀδιαίρετα, ὃ δείκνυσι πρῶτον ἐπὶ τοῦ μεγέθους, εἶτα καὶ ἐπὶ τοῦ χρόνου προσχρώμενος τῷ ὁμοίως ἔχειν πρὸς ἄλληλα τόν τε χρόνον καὶ τὸ μέγεθος ἐφ’ οὗ ἡ κίνησις. δείκνυσι δὲ αὐτὸ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν3 δυνάμει συλλογιζόμενος οὕτως· εἰ τὸ μέρος τοῦ μεγέθους ἄτομον, διαιρεθήσεται τὸ ἄτομον· τὸ γὰρ μέρος τοῦ μεγέθους διαιρεῖται· ἀλλὰ μὴν ἀδύνατον διαιρεῖσθαι τὸ ἄτομον· καὶ τὸ ἡγούμενον ἄρα ἀδύνατον τὸ 〈τὸ〉 μέρος τοῦ μεγέθους ἄτομον εἶναι. καὶ τὸ μὲν συνημμένον δείκνυσι προσχρώμενος καὶ ἐναργεῖ ὄντι καὶ προειλημμένῳ τῷ ἐν παντὶ χρόνῳ εἶναι τὸ θᾶττον καὶ βραδύτερον, εἴπερ ἐν παντὶ μὲν χρόνῳ κίνησις, ἐν πάσῃ δὲ κινήσει τὸ θᾶττόν ἐστι καὶ βραδύτερον, καὶ ἔτι μέντοι τῷ τὸ θᾶττον κινούμενον ἐν τῷ ἴσῳ χρόνῳ μεῖζον διάστημα κινεῖσθαι τοῦ βραδύτερον κινουμένου· τούτων δὲ κειμένων τρίτον λαμβάνει τὸ καὶ ἐν λόγῳ τινὶ δύνασθαι λαβεῖν τὰς κινήσεις τήν τε τοῦ θάττονος καὶ τὴν τοῦ βραδυτέρου, ὡς ἐν τῷ αὐτῷ χρόνῳ διπλάσιον κινεῖσθαι τὸ θᾶττον τοῦ βραδυτέρου ἢ ἡμιόλιον.
“因此,从所说的话中可以明白”直至“因此显然,连续者中无一是无部分的。” 在表明了连续者中无一可能由无部分者组成——无论大小、运动还是时间——并且一切连续的大小皆可分割为永远可分者(因为大小本身必然要么不可分,要么可分;若是可分的,则要么分割为不可分者,要么分割为永远可分者;但既然是大小,它既非不可分,亦非分割为不可分者,因为那样不可分者就将接触不可分者,所以它是分割为永远可分者的)之后,又表明了时间和大小同样具有无限和有限(借此他还解决了芝诺所提出的关于不存在运动的论证),[亚里士多德]现在说道,既然向我们证明了连续者不被分割为不可分者,那么由此显然连续者的任何部分都不是不可分的和无部分的,如果连续者确实不可分割为不可分者的话;但论证还将就部分本身表明它们不可能是不可分的,首先是大小的部分,其次也是时间的部分。而这一证明与前一证明的不同之处在于,那一证明表明它们不是不可分的,而这一证明则首要地表明它们是可分的,并指明分割的必然性。况且,先前是根据连续者的本性表明其部分是可分的,而现在则是就部分自身证明其为如此。他把线的部分称为线,面的部分称为面,时间的部分称为时间,统而言之把连续者的部分称为连续者。因为现在的论述是关于连续者之中的部分并非不可分的,他首先在大小上表明这一点,随后亦在时间上表明这一点,并进一步运用了时间与运动发生于其上的大小彼此处于类似关系这一事实。他通过归谬法来表明这一点,在潜能上依照假言[三段论]的第二格推论如下:“如果大小的部分是不可分的,那么不可分者将被分割;因为大小的部分是被分割的;然而不可分者被分割是不可能的;因此前件,即大小的部分是不可分的,也是不可能的。”他通过进一步运用既明显又预先被认同的事实,即在任何时间中都有较快者和较慢者(如果在任何时间中皆有运动,而在任何运动中皆有较快者和较慢者),并且进一步运用在相等时间内运动较快者比运动较慢者运动更大的距离这一事实,来表明假言命题;在这些被确立之后,他第三点采纳了亦能以某种比例来把握运动,即把握较快者的运动与较慢者的运动,例如在相同时间内较快者运动的距离是较慢者的两倍或一倍半。
- 6.14Δείξας ὅτι... λέγει νῦν ὅτι
句首的过去分词 Δείξας(以及与之并列的 δείξας δὲ καί)构成了从属于主要动词 λέγει 的附加情况分词短语。尽管中间夹杂了较长的括号解释句与关系从句(ἐξ οὗ καὶ τὸν... ἔλυσε),主句的核心骨架仍为:“在表明了……之后,[他]现在说道……(Δείξας... λέγει νῦν ὅτι...)”。
- 6.14καὶ τὸ ἡγούμενον ἄρα ἀδύνατον τὸ 〈τὸ〉 μέρος τοῦ μεγέθους ἄτομον εἶναι
不定式短语(包含Diels所补冠词的 τὸ 〈τὸ〉 μέρος... ἄτομον εἶναι)与 τὸ ἡγούμενον(前件)同格。ἀδύνατον 作为表语形容词,全句结构为:“因此前件,即大小的部分是不可分的,也是不可能的”。
- 6.14κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν
修饰分词 συλλογιζόμενος 的介词短语,意为“按照假言[三段论]的第二[格]”,指古代逻辑学(斯多亚学派与漫步学派)中的否定后件律(modus tollens:“若A则B;非B;故非A”)。后文紧接着展开的推论“若不可分则将被分割;但不可分者不可被分割;故非不可分”即其具体形式。
