- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:951.11-952.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘通过大小与时间的对应度量排除了无限的不对称性,从而为亚里士多德辩护,并阐明了在有限时间内不能穿过无限大小的反向证明。接着他引用泰米斯提乌斯,将论证扩展到速度不均的情形,指出圆周运动是唯一的例外,并探讨了运动中的无限物体。
ἢ εἰ ἀνάγκη ὡς ὑπὸ τοῦ ΒΕ μεγέθους καταμετρεῖται τὸ ΑΒ μέγεθος, οὕτω καὶ ὑπὸ τοῦ χρόνου τὸν χρόνον, ἀδύνατον τὸν μὲν ἐπ’ ἄμφω ἄπειρον εἶναι, τὸν δὲ ἐπὶ θάτερα· οὔτε γὰρ καταμετρεῖ ὁ ἄπειρος ἀόριστος ὢν καὶ ἀνάριθμος καὶ ἄμετρος οὔτε καταμετρεῖται. ὑποθέμενος οὖν τὸ ΒΕ καταμετρεῖν τὸ ΑΒ καὶ λαβών, ὅτι εἰς ἴσα διαιρεθήσεται τῷ ἀριθμῷ ὅ τε χρόνος καὶ τὸ μέγεθος, τὰς τοιαύτας ἐνστάσεις ἐξέκλινε. τὸ γὰρ καταμετροῦν τὸ πεπερασμένον, πεπερασμένον ἀνάγκη εἶναι ὡς τὸ ΒΕ. καὶ τὸ ἰσάκις τῷ πεπερασμένῳ καταμετροῦν οἷον δεκάκις ἢ εἰκοσάκις οὐδὲ ἐπὶ θάτερα δύναται ἄπειρον εἶναι. εἰ γὰρ τὸ εἰκοσαπλάσιον αὐτοῦ πεπερασμένον ἐστὶ καὶ ὡρισμένον καὶ ἠριθμημένον, πολλῷ μᾶλλον τὸ τοῦ εἰκοσαπλασίου εἰκοστόν. Δείξας δὲ οὕτως, ὅτι ἀδύνατον ἐν ἀπείρῳ χρόνῳ τὸ πεπερασμένον μέγεθος κινηθῆναι, τοῖς αὐτοῖς χρωμένους ἔνεστιν, φησίν, δεῖξαι1 ὅτι μηδὲ τὸ ἄπειρον ἐν πεπερασμένῳ χρόνῳ διελθεῖν δυνατόν. πεπερασμένου γὰρ ὑποτεθέντος τοῦ χρόνου ἀφαιρήσω τι μόριον αὐτοῦ, ὑφ’ οὗ καταμετρηθήσεται ὁ ὅλος, ἀφαιρήσω δὲ καὶ ἐκ τοῦ ἀπείρου μεγέθους μέγεθός τι, ἐφ’ οὗ ἐκινήθη ἐν τῷ ἀφαιρεθέντι χρόνῳ· καὶ ἐπειδὴ ἐν ἴσῳ χρόνῳ ἴσον κινεῖται, ἰσάκις καταμετρηθήσεται ὁ χρόνος ὑπὸ τοῦ χρόνου καὶ τὸ μέγεθος ὑπὸ τοῦ μεγέθους· τὸ δὲ ἐκ πεπερασμένων συγκείμενον καὶ τῷ μεγέθει καὶ τῷ ἀριθμῷ πεπερασμένον ἔσται, ἀλλ’ οὐκ ἄπειρον. καλῶς δὲ ἐπέστησεν ὁ Θεμίστιος ὅτι ‘κἂν μὴ ἐν ἴσῳ χρόνῳ τὸ ἴσον κινῆται διάστημα, ἀλλὰ ποτὲ μὲν ἐν πλείονι τὸ ἴσον ποτὲ δὲ ἐν ἐλάττονι, διαιρεθέντος καὶ οὕτως τοῦ πεπερασμένου διαστήματος εἰς τὰ ἴσα μέρη συνδιαιρεθήσεται καὶ ὁ χρόνος εἰς τοσαῦτα μὲν μέρη, οὐκέτι δὲ εἰς ἴσα ἀλλήλοις, ἀλλὰ πρός γε τὸ πεπερασμένον αὐτὸν ἐπιδεῖξαι ἐξαρκεῖ τὸ ἐκ μορίων πεπερασμένων αὐτὸν ἐπιδεῖξαι καὶ τῷ ἀριθμῷ καὶ τῷ μεγέθει, κἂν ἄνισα τυγχάνῃ τὰ μέρη (τὸ γὰρ ἐκ πεπερασμένων καὶ τῷ ἀριθμῷ καὶ τῷ μεγέθει μορίων πεπερασμένον ἀνάγκη εἶναι), ὁμοίως δὲ καὶ ἀνάπαλιν, εἰ ὁ χρόνος μὲν πεπερασμένος, ἄπειρον δὲ ὑποκέοιτο τὸ διάστημα.2 μόνως τοίνυν ἐνδέχεται ἐν ἀπείρῳ χρόνῳ πεπερασμένον κινεῖσθαι διάστημα, εἰ κύκλῳ τὸ αὐτὸ πάλιν καὶ πάλιν κινοῖτο ὥσπερ τὰ θεῖα σώματα (αἱ γὰρ ἐπ’ εὐθείας ἀνακάμπτουσαι κινήσεις στάσει διαλαμβάνονται, ὡς ἐν τῷ τελευταίῳ ταύτης δειχθήσεται τῆς πραγματείας). εἰ δὲ τὸ πεπερασμένον σῶμα οὐ δίεισιν ἄπειρον διάστημα ἐν πεπερασμένῳ χρόνῳ, φανερὸν ὡς οὐδὲ τὸ ἄπειρον σῶμα, εἰ κινούμενον ὑποθοίμεθα, διέλθοι ἂν πεπερασμένον διάστημα ἐν χρόνῳ πεπερασμένῳ. ἡνίκα γὰρ ἂν διίῃ τὸ ἄπειρον σῶμα τὴν πεπερασμένην γραμμήν, καὶ ἡ πεπερασμένη γραμμὴ τὸ ἄπειρον σῶμα διέξεισιν· ἀποδέδεικται δὲ τοῦτο ἀδύνατον. καὶ μέντοι εἰ καὶ τὸ διάστημα ἄπειρον ὑποθοίμεθα καὶ τὸ κινούμενον σῶμα, μόνον δὲ τὸν χρόνον πεπερασμένον, ἀνάγκη καὶ τὰ λοιπὰ ἀναφανῆναι πεπερασμένα.’
或者,如果正如大小AB被大小BE所度量一样,时间也必然被时间所度量,那么一者在双侧无限而另一者在单侧[无限]是不可能的;因为无限者作为无规定、无数且无可度量之物,既不度量他物,亦不被度量。因此,通过假定BE度量AB,并认定时间和大小在数量上将被等量地分割,[亚里士多德]避开了此类异议。因为度量有限者之物,必然如BE一样是有限的。而与有限者度量相同次数(如十次或二十次)之物,甚至在单侧也不可能是无限的。因为如果它的二十倍是有限的、被规定的且被数过的,那么这二十倍的二十分之一就更是如此了。在如此证明了有限大小不可能在无限时间内运动之后,他说,运用相同的论证,人们亦可证明无限者不可能在有限时间内被穿过。因为在假定时间有限之后,我将截取它的一部分,整个时间将被该部分所度量,我亦将从无限大小中截取某一大小,即在所截取的时间内所运动过的大小;由于在相等时间内运动过相等的大小,时间将被时间、大小将被大小度量相同的次数;而在大小和数量上皆由有限部分所组成者将是有限的,而非无限的。泰米斯提乌斯恰当地指出:‘即便运动过相等距离并非在相等时间内,而有时在较多时间内运动过相等距离,有时在较少时间内,但在有限距离被如此分割为相等部分时,时间亦将被同时分割为相同数量的部分,尽管不再彼此相等;但为了证明时间本身是有限的,只需证明它由在数量上和大小上皆为有限的部分构成即可,即便这些部分恰好不相等(因为由在数量上和大小上皆为有限的部分构成者,必然是有限的);反之亦然,若时间有限而假定距离是无限的。因此,仅当同一事物周而复始地进行圆周运动时,如神圣的天体那样,才有可能在无限时间内运动过有限距离(因为在直线上折返的运动会被静止所隔断,正如将在本论著的最后一卷中所要证明的那样)。如果有限物体在有限时间内无法穿过无限距离,那么显然,即便我们假定无限物体处于运动中,它在有限时间内也无法穿过有限距离。因为每当无限物体穿过有限线段时,有限线段亦将穿过无限物体;而已证明这是不可能的。再者,即便我们假定距离和运动物体皆为无限,而仅有时间是有限的,其余各项亦必然显现为有限的。’
- 6.13τοῖς αὐτοῖς χρωμένους ἔνεστιν, φησίν, δεῖξαι
在非人称动词 ἔνεστιν(“可能”)之后,不定式 δεῖξαι 的逻辑主语采用了宾格分词 χρωμένους。虽然此处原本亦可用与格(χρωμένοις)与 ἔνεστιν 所支配的间接宾语一致,但此处采用了不定式结构的主格/宾格常规用法,置于宾格。
- 6.13κἂν μὴ ἐν ἴσῳ χρόνῳ τὸ ἴσον κινῆται διάστημα
引自泰米斯提乌斯文段的开端。让步从句 κἂν μὴ...(“即便不……”)通过 ἀλλὰ ποτὲ μὲν... ποτὲ δὲ... 形成对比性展开,后接主句 διαιρεθέντος καὶ οὕτως... συνδιαιρεθήσεται...,构成长句骨架。
