- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:950.7-951.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘讨论了《物理学》233b7及以后的论证,考察了当大小的一部分能整除整体时全部时间必为有限的证明,以及关于有限部分为何不能在无限时间内运动过的论证及其疑难。
" Ἔτι δὲ εἰ μὴ ἅπαν μέγεθος ἕως τοῦ ἡ αὐτὴ δὲ ἀπόδειξις καὶ εἰ τὸ μὲν μῆκος ἄπειρον, ὁ δὲ χρόνος πεπερασμένος." Λαβὼν πρότερον τὸ ΒΕ μέγεθος ἀδιοριστότερον καὶ ὡς μὴ πάντως καταμετροῦν τὸ ΑΒ, ἀλλὰ καὶ ὑπερβάλλον ἐνίοτε ἢ ἐλλεῖπον, καὶ ὡς ὑπὸ τοῦ ΓΔ χρόνου πεπερασμένου μετρουμένης τῆς ἐπ’ αὐτοῦ κινήσεως, ἅπερ ἄμφω ἐνστάσεις ἔχειν δοκεῖ τινας, διὰ τούτου τοῦ ἐπιχειρήματος τοιοῦτον ἀφαιρεῖ τὸ ΒΕ ὡς καταμετρεῖν τὸ ὅλον, καὶ ἐξ ὑποθέσεως λαμβάνει τὸ ἐν πεπερασμένῳ χρόνῳ διιέναι αὐτὸ τὸ δι’ αὐτοῦ κινούμενον, καὶ δείκνυσιν ὅτι κἂν καταμετροῦν ἐξ ἀρχῆς ὑποτεθῇ τὸ ΒΕ τὸ ΑΒ, τοῦ ΓΔ χρόνου ληφθέντος πεπερασμένου καὶ ὁ ὅλος χρόνος πεπερασμένος δειχθήσεται. εἰ γὰρ δέκατον ληφθείη μέρος τὸ ΒΕ τοῦ ΑΒ, τὸ ἰσοταχῶς κινούμενον ἐν δέκα χρόνοις ἴσοις τῷ ΓΔ τὰ δέκα μέρη τὰ ἴσα τῷ ΒΕ κινηθήσεται. τὰ δὲ πεπερασμένα δέκα μέρη τοῦ χρόνου συντεθέντα πεπερασμένον τὸν ὅλον ποιεῖ. εἶτα δείκνυσιν, ὅτι οὐ δυνατὸν τὸ ΒΕ μέγεθος πεπερασμένον καὶ μέρος ὂν τοῦ ΑΒ ἐν ἀπείρῳ χρόνῳ διιέναι, εἴπερ ὅλον τὸ ΑΒ ἐν ἀπείρῳ διῄει. ὑποθέμενος γὰρ κατὰ θάτερα πεπερασμένον1 τὸν Γ χρόνον, καὶ λαβὼν ὡς ἐναργὲς τὸ ἐν ἐλάττονι χρόνῳ τὸ μόριον κινεῖσθαί τι ἤπερ τὸ ὅλον, ὅτι πεπερασμένος ἐφ’ ἑκάτερα ὁ χρόνος, ἐν ᾧ τὸ ΒΕ κινεῖταί τι, δείκνυσιν. ἀπὸ γὰρ τῆς αὐτῆς ἀρχῆς ἀρξάμενον πεπερασμένης οὔσης συμπερανεῖ αὐτὸν καὶ ἐπὶ θάτερα·2 εἰ γὰρ μὴ τοῦτο, οὐκέτι ἐν ἐλάττονι χρόνῳ τὸ μέρος ἔσται διεξιὸν ἤπερ τὸ ὅλον, ἀλλ’ ἐν τῷ ἴσῳ. κατὰ θάτερα δὲ πεπερασμένον ἔλαβε τὸν ΓΔ χρόνον, ἵνα ἐφ’ ἑκάτερα πεπερασμένον ἀφέλῃ ἐκεῖνον, ἐν ᾧ τὸ ΒΕ δίεισιν. καὶ συγχωρηθείη δὲ ἂν αὐτῷ τοῦτο ῥᾳδίως· εἰ γὰρ ἐν τῷ ἐπὶ θάτερα ἀπείρῳ μὴ δυνατὸν τὸ ΒΕ διελθεῖν, πολλῷ μᾶλλον ἐν τῷ ἐπ’ ἄμφω ἀπείρῳ ἀδύνατον. ἀλλ’ εἰ ὡς ἐναργὲς ἔλαβε τὸ ἐν ἐλάττονι τὸ μέρος διιέναι, τὸ δὲ τοῦ ἀπείρου ἔλαττον πεπερασμένον ἀνάγκη εἶναι, τίνος ἔτι δεῖ λόγου πρὸς τὸ ἐν πεπερασμένῳ χρόνῳ τὸ ΒΕ διεξιέναι, εἰ μὴ ἄρα τοῦ ἐπ’ ἄμφω ἀπείρου ἔλαττον τὸ ἐπὶ θάτερα ἄπειρον καὶ αὐτὸ ἄπειρον ὄν;3 ἀλλ’ εἰ τοῦτο, διὰ τί ἐπὶ θάτερα ἄπειρον ὑπέθετο τὸν χρόνον, ἐν ᾧ τὸ ΑΒ μέγεθος δίεισι τὸ κινούμενον; εἰ γὰρ ἐπ’ ἄμφω ἄπειρον ὑπέθετο τοῦτον, οὐδὲν ἐκώλυεν ἐν ἐλάττονι τοῦ ἐπ’ ἄμφω ἀπείρου, ἐν ᾧ τὸ ΑΒ δίεισι, διιέναι τὸ ΒΕ μέρος ὂν τοῦ ΑΒ, ἐν τῷ ἐπὶ θάτερα ἀπείρῳ μέρει ὄντι καὶ αὐτῷ τοῦ ἐπ’ ἄμφω ἀπείρου.
“再者,即便并非每一大小,直至‘即便长度为无限而时间有限,同样的论证亦然。’” 此前[亚里士多德]取大小BE时较为不确定,且把它当作并非必定度量AB、有时甚至超出或不足之物,并把在其上的运动视为由有限时间ΓΔ所度量——这两点似乎都招致某些异议——因此通过这一论证,他截取了足以度量整体的BE,并在假设中设定穿过它的运动之物是在有限时间内穿过它,并且表明即便从一开始就假定BE度量AB,只要时间ΓΔ被取为有限,整个时间也将被证明是有限的。因为如果BE被取为AB的十分之一部分,那么以等速运动之物将在十个等于ΓΔ的时间内运动过十个等于BE的部分。而时间的十个有限部分组合起来,便使整体成为有限的。接着他证明,如果整体AB是在无限[时间]内穿过,那么大小BE作为有限者且作为AB的一部分,是不可能在无限时间内穿过的。因为他假定时间Γ在单侧有限,并把事物运动过部分的时间少于整体这一事实当作显明之事,由此证明某种事物运动过BE的时间在两侧皆有限。因为从同一始点(它是有限的)出发,[运动之物]在另一端也将限制该[时间];因为若非如此,〔它〕就不再是在少于整体的时间内穿过部分,而是在相等的时间内[穿过]了。他之所以把时间ΓΔ取为在单侧有限,是为了截出穿过BE的那段时间在两侧皆有限。而这一点是很容易被认可的;因为如果不可能在单侧无限的[时间]内穿过BE,那么在双侧无限的[时间]内就更加不可能了。但是,如果他把在更少时间中穿过部分当作显明之事,而少于无限者必然是有限的,那么为了说明在有限时间内穿过BE,又何须进一步的论证呢——除非双侧无限之物确实大于单侧无限之物,而后者自身亦为无限?但若是如此,他为何要把运动之物穿过大小AB的时间假定为单侧无限呢?因为如果他假定这时间在双侧无限,那么就没有任何事物能妨碍〔运动之物〕在少于穿过AB的双侧无限时间的时间内穿过作为AB之一部分的BE,即在单侧无限的[时间]内穿过,而后者自身亦是双侧无限者的一部分。
- 6.13κατὰ θάτερα πεπερασμένον
θάτερα 为 τὰ ἕτερα 的紧缩形式;κατὰ θάτερα 为副词性宾语短语,意为“在单侧”或“在一方”。它与后面的 ἐφ’ ἑκάτερα(“在双侧/两端”)形成对照,区分时间是仅在某一端有限还是在两端皆有限。
- 6.13ἀπὸ γὰρ τῆς αὐτῆς ἀρχῆς ἀρξάμενον πεπερασμένης οὔσης συμπερανεῖ αὐτὸν καὶ ἐπὶ θάτερα
ἀρξάμενον 为中性单数主格分词,修饰承前省略的主语“运动之物”(τὸ κινούμενον)。将来时动词 συμπερανεῖ 的直接宾语 αὐτόν 指代前面的“时间”(τὸν χρόνον)。全句表明从有限的始点开始运动的事物,在时间的另一端亦将使其终结并成为有限。
- 6.13τίνος ἔτι δεῖ λόγου πρὸς τὸ ἐν πεπερασμένῳ χρόνῳ τὸ ΒΕ διεξιέναι, εἰ μὴ ἄρα τοῦ ἐπ’ ἄμφω ἀπείρου ἔλαττον τὸ ἐπὶ θάτερα ἄπειρον καὶ αὐτὸ ἄπειρον ὄν;
τίνος δεῖ(“还需要何种……”)支配属格 λόγου,后接介词短语 πρὸς τὸ ... διεξιέναι(带冠词不定式结构,表示目的:“为了说明穿过BE……”)。随后的 εἰ μὴ ἄρα 引导假定排除从句(“除非确实……”),通过修辞性疑问句反思亚里士多德进一步证明的必要性。
